Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς πάντας τοὺς ἁγίους

Ἰωάννης ὁ Χρυσόστομος

Ποικίλες δοκιμασίες και τελική δοξολογία

Απαρίθμηση των διαφορετικών ειδών διωγμού, εξαίρεση της γενναιότητας ανδρών, γυναικών και παιδιών, και κατακλείδα με τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἐννόησον ὅσοι καὶ μαρτυρίου στέφανον ἀνεδήσαντο· οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ· καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ᾽ ἑκάστην ἡμέραν γιγνομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φωνῶν ἐπανατεινομένων μυρία εἴδη καὶ κολάσεων καὶ τιμωριῶν οὐκ εἶξαν οὐδὲ ἐνέδωκαν, ἀλλ᾽ ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι πάντα ποιῆσαι καὶ παθεῖν αἱρούμενοι ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ, ὧν γένοιτο .... ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.