Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια φῶτα εἴτε Εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμόν

Ἰωάννης ὁ Χρυσόστομος

Το Βάπτισμα του Κυρίου και η θεοφανική αποκάλυψη της Τριάδος

Ανάδειξη της χάριτος του Βαπτίσματος και της καθαρτικής δύναμης του Αγίου Πνεύματος. Περιγραφή του διαλόγου του Ιησού με τον Ιωάννη και η φανέρωση της Αγίας Τριάδας στον Ιορδάνη ποταμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 7

Πνεῦμά μοι λέγει ὃ τρέμω· χάριν μοι λέγει ἣν φοβοῦμαι. Ὅπου χάρις, οὐκ ἔνι προφητεία, ἵνα κατηγορήσω· ὅπου χάρις, συγχώρησις· ὅπου δὲ συγχώρησις, τόπος διαβόλῳ οὐκ ἔνι. Ἑκατέρωθεν ἀπείλημμαι.» Κατηγορεῖ ὁ νόμος, καὶ κατηγοροῦσι προφῆται· κατηγορεῖ ὁ διάβολος. Καὶ τί χάρις ἐστίν; Ὅπου δὲ χάρις, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων οὐκ ἔνι δικαιωθῆναι, οὐκέτι ὁ νόμος ἔχει κατηγορίαν.

Κατηγορεῖ ὁ νόμος, καὶ κατηγοροῦσι προφῆται· κατηγορεῖ καὶ ὁ θάνατος. Ἀλλὰ χάρις ἐστὶν ἡ πάντα λύουσα συγχώρησις, ἄφεσις. Διὰ τοῦτο ἔκραζεν· «Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.» Αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Τὸ πνεῦμα πῦρ ἐκάλεσεν, ἵνα μάθῃς αὐτοῦ τὴν δύναμιν. Διὰ τί αὐτὸ πῦρ ἐκάλεσεν; Ἀπὸ τῶν γνωρίμων λέξεων τὰ ὑπερβαίνοντά σου νοήματα [τὴν διάνοιαν] παραστῆσαι βούλομαι, ὅτι ὥσπερ τὸ πῦρ δαπανᾷ τὰς ἀκάνθας, οὕτως τὸ πνεῦμα ἐπελθὸν ἀναιρεῖ τὰ ἁμαρτήματα, καὶ ὥσπερ τὸ πῦρ τὴν μεταλλικὴν γῆν χρυσὸν ἐργάζεται, οὕτως τὸ πνεῦμα ἐμπῖπτον εἰς τὸ βάπτισμα καὶ εἰς τὴν κολυμβήθραν τοῦ ὕδατος τὸν μοιχὸν δίκαιον ποιεῖ, τὸν λῃστὴν υἱὸν θεοῦ κατασκευάζει. Καὶ μή μοι εἴπῃς, πῶς· ἐπεὶ κἀγὼ ἐρωτῶ σε· «Πῶς τὸ πῦρ τὴν γὴν λαμβάνον χρυσὸν ποιεῖ;» Καὶ οὐκ οἶδας εἰπεῖν. Τέχνῃ ὁμοδούλου παραχωρεῖς· καὶ φιλανθρωπίᾳ δεσπότου οὐ παραχωρεῖς; Τὸ πῦρ καὶ ἀπὸ τῆς γῆς χρυσὸν ποιεῖ, καὶ πάλιν ἀνδριάντα ἰωθέντα χωνεύει καὶ ἀποσμήχει, καὶ καθαρὸν ἐργάζεται, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἀπὸ κατηχουμένων πιστοὺς ἐργάζεται, καὶ ἀπὸ ἁμαρτωλοῦ πιστοῦ δίκαιον κατασκευάζει. Διὰ τοῦτο λέγει ὁ Δαυίδ· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Μέσος δὲ ὑμῶν ἕστηκεν οὗ οὔκ εἰμι ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος.

Αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται ὁ Ἰησοῦς βαπτισθῆναι ὑπὸ τοῦ Ἰωάννου. Καὶ λέγει αὐτῷ ὁ Ἰωάννης· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρός με;» Εὐγνώμων οἰκέτης ἐπιγιγνώσκων τοῦ δεσπότου τὴν φιλανθρωπίαν. Τί τοῦτο τὸ καινὸν καὶ παράδοξον; «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρός με;» Πάλιν ὁ Χριστός· «Ἄφες ἄρτι. Οὐ βλέπεις σύ, ὃ ἐγὼ βλέπω· οὐκ οἶδας, τίς εἱστήκει ὧδε. Ὁ ἐχθρός, ὁ διάβολος. Σίγα, μὴ αἴσθηται οὗτος. Παλαῖσαι αὐτῷ ἦλθον. Γυμνῇ τῇ θεότητι, διὰ τοῦτο οὐ παραγέγονα· διὰ τοῦτο περιεβαλόμην ὑμῶν τὴν σάρκα, ἵνα μή, ἰδών με γυμνόν, φύγῃ. Σαγήνην ἥπλωσα. Μὴ σοβήσῃς τὴν θήραν. Δίκτυα ἐπέτασα.

Μὴ ποιήσῃς φυγεῖν τὴν ἄγραν.» Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν υἱὸν αὑτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. «Διὰ τοῦτο ἐγεννήθην ἀπὸ γυναικός· σάρκα περιβέβλημαι. Ἄνθρωπον ὁρᾷς με· καὶ λέγεις· «Χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι»; Ἀποδέχομαί σου τὴν εὐγνωμοσύνην, ἀλλ’ οὐκ ἔστι καιρὸς ἀνακαλύψαι τὰ ἀπόρρητα τῶν μυστηρίων· πόλεμος πάρεστιν ἰχνηλατῶν. Ἄφες ἄρτι· ἔσται καιρός, ὅταν με ἀνακηρύξῃς. Νῦν τὴν οἰκονομίαν πλήρωσον. Κἂν σὺ ἀπέλθῃς ἀποτεμνόμενος, ἀλλὰ τὸ αἷμά σου φωνὴν ἀφήσει. Ἄφες ἄρτι· πέμψω ὁμώνυμόν σου λέγοντα· «Ἐν ἀρχῇ ἦν ὁ λόγος.» Ἀλλὰ νῦν, οὐ καιρὸς τῶν ῥημάτων τούτων· νῦν καταβάσεως χρεία, οἰκονομίας χρεία, συγκαταβάσεως, καλύμματος, ἵνα θηρεύσωμεν τὸ θήραμα, ἵνα ὀλέσωμεν, ἵνα ἀποπνίξωμεν. Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.» Τότε ἀφίησιν αὐτὸν ὁ εὐγνώμων οἰκέτης, καὶ ὑπακούει, πρὸς ἀμφότερα τὴν ὑπακοὴν πληρῶν. «Τοῦτό σοι δοκεῖ;», οὐ περιειργάσατο. Διὰ τί; Ἀκουέτωσαν οἱ αἱρετικοὶ τοῦ εὐαγγελιστοῦ. Οὐκ ἀπῄτησεν εὐθύνας. «„Τοῦτό σοι δοκεῖ;“, οὐ περιεργάζομαι.» Οὕτω καὶ τῷ Ἀβραάμ· «Σφάξον τὸν υἱόν σου.» Ἐναντία τὰ ῥήματα, ἀλλ’ ὁ εὐγνώμων οἰκέτης ὑπακούει. Οὕτω καὶ οὗτος λέγει· «Οὐ βαπτίζω»· ὁ δὲ Ἰησοῦς πρὸς αὐτόν· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.»

Τότε ἀφίησιν αὐτόν, καὶ κατέβη εἰς τὰ ὕδατα καὶ ἐβάπτισεν αὐτόν.

Καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβη, καὶ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤνεγκεν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Βαβαί. Ὁ Ἰωάννης ὅτε εἶδεν αὐτόν, οὐκ εἶπεν· «Οὗτός ἐστιν ὁ υἱός», ἀλλ’ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ὁ πατὴρ ἄνωθεν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Ἄνθρωπος καὶ θεὸς μερίζονται τὸ κήρυγμα· ἐπειδὴ γὰρ κάτωθεν ὁ δοῦλος κηρύττει, ἄνωθεν ὁ δεσπότης. Θεὸς καὶ ἄνθρωπος κηρύττει. Ἐπειδήπερ καὶ ὁ φαινόμενος—θεὸς καὶ ἄνθρωπος ἦν, μερίζονται τὸ κήρυγμα· καὶ ἕκαστος τὸ ἑαυτοῦ λαμβάνει, ὁ πατὴρ τὴν θεότητα, ὁ ἄνθρωπος τὴν ἀνθρωπότητα. Ὁ ἄνθρωπος λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ», ὃ ἦν τῆς σαρκός· ὁ θεὸς λέγει· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα,» ὃ ἦν τῆς θεότητος.

Οὗτός ἐστιν. —Οὗτος· ποῖος; εἰπέ μοι. Ἄδηλος γὰρ ἡ φωνή. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Ὁ ποταμὸς ἔρρει, τὸ θέατρον περιειστήκει, ὁ Ἰωάννης τῷ ῥείθρῳ παρίστατο, ὁ Ἰησοῦς ἐν τοῖς ὕδασι κατήρχετο. Ὢ χειρὸς ἁγίας, οἵας κατηξιώθη κεφαλῆς ἅψασθαι. Ἐμοὶ δοκεῖ καὶ τῶν ἀγγέλων τὸ θέατρον τότε διακύψαι, ἵνα ἴδωσιν αὐτὸν ὑπὸ δούλου βαπτιζόμενον, τὸ καινὸν τοῦτο καὶ παράδοξον θέαμα. Καὶ εἱστήκει ὁ Ἰωάννης καὶ τὴν χεῖρα ἐπὶ τὴν ἁγίαν ἤγαγε κεφαλήν. Ὢ μακαρίας χειρὸς μυσταγωγία. Ὢ ῥεῖθρον, οἵαν ὑπεδέξατο τελετήν. Δεσπότης ὑπὸ δούλου βαπτίζεται, καὶ καταβαίνει εἰς τὰ ὕδατα.

Εἶτα φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· «Οὗτός ἐστιν.» —Οὗτος· ποῖος; Οὐκ οἴδαμεν, τίνα λέγεις. Τὸ γὰρ σχῆμα τὸν Ἰωάννην ὑποπτεύειν παρασκευάζει—Πρόσεχε, παρακαλῶ—· ἐπειδὴ γὰρ ὁ βαπτίζων τοῦ βαπτιζομένου μείζων κατὰ τὴν ἀκολουθίαν τὴν ἀνθρωπίνην· ἐβάπτιζεν [δὲ] ὁ Ἰωάννης, ἐβαπτίζετο δὲ ὁ Χριστός. Καὶ ἦλθε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἵνα μὴ νομίσωσιν οἱ Ἰουδαῖοι ὅτι περὶ Ἰωάννου εἴρηται τοῦ βαπτιστοῦ, ἀλλὰ μάθωσιν ὅτι περὶ Ἰησοῦ τοῦ βαπτιζομένου, ἰδοὺ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς εἵλκυσε τὴν φωνὴν ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ.

Ἄκουε, αἱρετικέ, εὐγένειαν λέξεως. Οὐκ εἶπεν· «Οὗτος ὁ υἱός μου ἐποιήθη», ἀλλ’ «ἔστιν»· {οὐκ εἶπεν· «ἐδημιουργήθη», ἀλλ’ «ἔστιν».} Οὐδαμοῦ τὸ τοῦ κτίσματος ὄνομα, ἀλλὰ τὸ τῆς γεννήσεως· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε.» Τί οὖν αὐτὸς λέγει; «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα μου. Αὐτοῦ ἀκούετε.» Τότε ἀνῆλθεν ὁ Ἰησοῦς ὑπὸ τοῦ πνεύματος μετὰ τὸ βάπτισμα πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ὁρᾷς ὅτι ἐκεῖ ἦν ὁ διάβολος; Καὶ βλέπε, τί ποιεῖ ὁ Χριστός. Ἀνέρχεται λοιπὸν εἰς τὰ παλαίσματα, ἵνα μάθῃς τὸ ἀποστολικὸν ἐκεῖνο τὸ λέγον· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, πέμψας ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.