Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνεια

Ἰωάννης ὁ Χρυσόστομος

Η προσέλευση του Χριστού και η ομολογία αναξιότητας του Ιωάννη

Η άκρα συγκατάβαση του Δημιουργού, η μαρτυρία του Προδρόμου και η διστακτικότητά του μπροστά στο μεγαλείο της θεϊκής φύσης συγκριτικά με την ανθρώπινη φθορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ὅθεν καὶ ὁ Ἰωάννης δεικνὺς ἐξ ὕδατος καὶ πνεύματος γεγενῆσθαι τὴν κτίσιν ἐβόα πρὸς τοὺς βαπτιζομένους ὑπ’ αὐτοῦ· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ἔρχεται δὲ ὀπίσω μου οὗ οὔκ εἰμι ἱκανὸς βαστάσαι τὰ ὑποδήματα. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Ὅταν ἴδητε,» φησίν, «τὸ πνεῦμα τὸ ἅγιον κατερχόμενον, τὸν βαπτιζόμενον Χριστὸν θεὸν ὁμολογήσετε· ἐπιφθέγγεται ἡμῖν ἡ βίβλος τῆς Γενέσεως ὅτι πνεῦμα θεοῦ ἐπιλάμπει τοῖς ὕδασι<ν>.» Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.

Ὢ παραδόξων θαυμάτων. Ὁ ἥλιος πρὸς βραχεῖαν ἀκτῖνα παραγίνεται· ὁ μόνος ἀναμάρτητος τρέχει πρὸς τὸν πταίσαντα· ὁ ζωῆς [καὶ θανάτου] δεσπόζων τὸν θνητὸν ἐπεσπάσατο· ὁ πέμψας τὴν ἀπόφασιν ἦλθεν πρὸς τὸν κατάδικον· ὁ τὰ σύμπαντα κτίσας προστρέχει τῷ κτίσματι· ὁ πλάστης τῇ τοῦ πλάσματος παλάμῃ ὑπεισέρχεται· ὁ κλίνας οὐρανοὺς τοῦ ἐκ γῆς ὑποκλίνεται· ὁ σκέπων τὰ σεραφὶμ χεῖρα δούλου κορυφοῦται· ὁ βαστάζων τὴν ἴασιν προστρέχει τῷ νοσοῦντι.

Τί δὲ ὁ Ἰωάννης; Διεκώλυεν αὐτὸν λέγων· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι ὁ τὸ φῶς ἀπολέσας, καὶ σὺ ἔρχῃ πρός με; Ἐγὼ χρείαν ἔχω ὁ τοῦ ᾅδου ὑπεύθυνος· ἐγὼ χρείαν ἔχω ὁ ἑαυτῷ καθ’ ἑαυτοῦ κλείσας τὸν παράδεισον· ἐγὼ χρείαν ἔχω ὁ διὰ μιᾶς βρώσεως καταπιὼν τὸν θάνατον· ἐγὼ χρείαν ἔχω ὁ διὰ μιᾶς πλευρᾶς ὅλος γενόμενος νεκρός· ἐγὼ χρείαν ἔχω ὁ δι’ ἑνὸς ξύλου πῦρ γεέννης ἀνάψας· ἐγὼ χρείαν ἔχω ὁ ἐν ἱδρῶτι καὶ μόχθῳ ἐσθίων τὸν ἄρτον μου· ἐγὼ χρείαν ἔχω ὁ ἀναγκάσας σε γενέσθαι δι’ ἐμὲ ὅ πέρ εἰμι· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;

Πρὸς τὴν γῆν ἡ πηγὴ ἔρχεται; Ὁ γεωργὸς πρὸς τὸ φυτόν; Ὁ κεραμεὺς πρὸς τὸ σκεῦος; Ὁ βασιλεὺς πρὸς τὸν αἰχμάλωτον; Τί ποιεῖς ὧδε, δέσποτα; Σὺ ἔρχῃ πρός με, οὗ τὴν φωνὴν δειλιάσας ἐκρύβην ἐν παραδείσῳ; Σὺ ἔρχῃ πρός με, ὁ κατοικῶν ἐν τῷ πατρὶ καὶ γεννηθεὶς ἐκ παρθένου;

Σὺ ἔρχῃ πρός με, ὁ ὢν ἐν τῷ πατρὶ ὃν οὐχ ὁρᾷ τὰ χερουβὶμ καὶ θεωρεῖ ὁ πλανηθείς; Σὺ ἔρχῃ πρός με, ὃν κατιδοῦσα κάμινος παισὶ γέγονε πηγή; Σὺ ἔρχῃ πρός με, ὁ φυγαδεύσας τὴν θάλασσαν; Σὺ δέ, ὦ θάλασσα, τί ἰδοῦσα ἔφυγες θεὸν ὑπὸ ἰδίου βαπτιζόμενον πλάσματος;