Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁλύσεις τοῦ ἁγίου Πέτρου

Ἰωάννης ὁ Χρυσόστομος

Η μάχαιρα του Πέτρου, η συμβολική της σημασία και η διαφύλαξή της

Αναφορά στο επεισόδιο της αποκοπής του ωτίου, η ερμηνεία της μαχαίρας ως υπόμνησης του εκούσιου Πάθους και η διατήρησή της ως ιερού κειμηλίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ταύτην γὰρ βλέποντες, ἐκεῖνον νοητῶς κατοπτεύομεν καὶ ταύτῃ προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Τί δὲ ἡ μάχαιρα; οὐ δὲ γὰρ ταύτην παροπτέον, ὅτι καὶ αὐτὴ χειρὶ σπωμένη ἀποστολικῇ, ὅλην ἐκεῖθεν τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπλούτησε, μεθ᾽ ἧς καὶ κατὰ τὸν τοῦ πάθους καιρὸν παίσας τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ τὸ τούτου ἀποτεμὼν ὠτίον, ἔδειξε μὲν τὸ θερμὸν τῆς πρὸς τὸν διδάσκαλον πίστεως· ἔδρασε δέ τι μεῖζον καὶ ὑπὲρ ἄνθρωπον, οὐκ αὐτὸς, ἀλλὰ πρὸς τὸ τοῦ διδασκάλου δυνατὸν ἀφορῶν, δι᾽ οὗ τὸ τιμηθὲν αὖθις τῷ πεπληγότι ἀποκαθίστατο.

Ἵνα τί γένηται; Ἱν᾽ ἐντεῦθεν [f. 171 ro] τὸ μεμηνὸς ἐκεῖνο πλῆθος κατ᾽ αὐτοῦ τῶν Ἰουδαίων τῇ θεραπείᾳ τοῦ τμηθέντος μορίου σωφρονισθὲν καὶ τῆς κατὰ Χριστὸν λύσσης ἀπαλλαγὲν τῆς προδοσίας ἀπόσχοιτο, καὶ γνῷ διὰ τῆς πείρας τοῦ προδιδομένου τὸ παντοδύναμον καὶ τὸ τῆς αὐτοῦ θεότητος μέγεθος. Διδάσκοιτο δὲ καὶ ὁ ἀρχιερεὺς παρ᾽ αὐτοῦ τοῦ θαύματος ἐναργέστερον καὶ γνοίη ὡς οὐκ ἂν οὕτω ταχείας ἠξίωτο θεραπείας ὁ πεπονθώς, εἰ μὴ Θεὸς ἦν ἀληθὴς ὁ παρ᾽ αὐτοῦ ἐταζόμενος καὶ κρινόμενος.

Παρῆν δὲ τῷ ἀποστόλῳ ἡ μάχαιρα, οὐχ ὡς ἄν τις φαίη χρείαις ἰδίαις ὑπηρετησαμένη καὶ πρὸς ἔργα χειρῶν ἀντιληψομένη. Πῶς γάρ; Ὅς γε ταῖς τοῦ Διδασκάλου πειθόμενος παραινέσεσι, μὴ πήραν, μὴ ζώνην, μὴ μάχαιραν. ἐπιφέρεσθαι, ἀπέριττός τε καὶ ἄσκευος καὶ τῶν βιωτικῶν πάντη ἀπηλλαγμένος, τοῖς ὑποδεχομένοις τὸ κήρυγμα ἐγνωρίζετο.

Ἀλλ᾽ ἐπειδήπερ ὁ τοῦ πάθους ἠλπίζετο καιρὸς, ἔτι τε τοῖς μαθηταῖς οἱ λογισμοὶ περὶ αὐτὸν ἐκυμαίνοντό τε καὶ ἐσαλεύοντο ἐν μεταιχμίῳ οὖσιν ἀπιστίας καὶ πίστεως, μήτε δι᾽ ἐκείνης πρὸς ὑψηλοτέρας ἐννοίας ἀνελθεῖν συγχωρούμενοι, μήτε διὰ ταύτης πρὸς ταπεινοτέρας κατελθεῖν ἀφιέμενοι. [f. 172 ro] Καὶ καθαρῶς μὲν τὰ τοῦ πάθους προσημάναι οὐκ ἦν ἀκίνδυνον ἀτελεστέροις οὖσιν· ἐδεδίει δ᾽ αὖθις ἐκφαντικώτερον τοῦτο προσθεῖναι, τὸ δειλὸν αὐτῶν ὑποπτεύων καὶ ἔμφοβον αἰνιγματωδῶς ἐντίθησι τὴν τοῦ πάθους ὑπόμνησιν.

Τί φάσκων; Καὶ »Ὅσα μὴ ἔχετε μαχαίρας, ἀγοράσατε«. Ἀκατάλληδα τὰ ῥήματα. Ὁ πρὸ μικροῦ διδάσκων μὴ πήραν μὴ μάχαιραν κτᾶσθαι, νῦν κελεύει μαχαίρας ὠνεῖσθαι. Ναὶ, φησὶν, ὅτι τότε μὲν τὰ τῆς ἀκτημοσύνης αὐτοῖς ἐντιθεὶς σπέρματα καὶ κούφους καὶ εὐσταλεῖς πρὸς τὸν τοῦ Εὐαγγελίου δρόμον ἀποτελῶν, καὶ μαχαιρῶν καὶ τῶν ἄλλων ὑλῶν ἀπηγόρευε τὴν κτῆσιν. Ἐνταῦθα δὲ, καιροῦ καλοῦντος, ἐν ᾧ τὸ σωτήριον πάθος ἔμελλεν ἐνεργεῖσθαι ἠρέμα καὶ κρυφιομύστως τοῦτο ὑποσημαίνειν βούλεται, ὡς οὐ χρὴ καθεύδειν καὶ ἀναπεπτωκέναι, ἀλλὰ πρὸς Ἰουδαίους ἀνθοπλίζεσθαι πρὸς φονευτὰς ἀντιπαρατάσσεσθαι, πρὸς θεοκτόνους ἀνταγωνίζεσθαι, πρὸς τοὺς τὸν ἐμὸν διψῶντας θάνατον (ἀντιπολεμεῖν καὶ) ἀντιμάχεσθαι.

Οὐκ ἔτι καιρὸς διδασκαλίας, οὐκ ἔτι θεραπείας ἀρρωστούντων, οὐ θαυμάτων ἐπιδείξεως· ὅπλων χρεία, μαχαιρῶν καὶ τῶν ὁμοίων τούτοις ἀμυντηρίων, οἷς οἱ μιαιφόνοι πρὸς τὴν ἐμὴν ἀφαίρεσιν [f. 172 vo] χρήσονται. Κατὰ τοῦτον δὴ τὸν τρόπον Πέτρος τὴν μάχαιραν ἐπεφέρετο, εἰδότος μὲν τοῦ Ἰησοῦ τὸ τοῦ μαθητοῦ θερμὸν καὶ διάπυρον, καὶ ὡς διὰ ταύτης, τὴν ἐκτομὴν ποιήσαιτο τοῦ ὠτὸς, οὐ μὴν ἀπείρξαντος, ἵνα καὶ τὸ διακαὲς αὐτοῦ πρὸς τὸν διδάσκαλον παραγυμνωθῇ καὶ τὸ τῆς ἰάσεως ἔργον εἰς ἔλεγχον τῶν θεοκτόνων ἀποφανθῇ· καὶ ὅτι οὐ πρὸς ἄμυναν τὴν τῶν μαχαιρῶν κτῆσιν τοῖς μαθηταῖς διωρίζετο, ἀλλὰ πρὸς σημασίαν τοῦ πάθους τοῖς εὐαγγελικοῖς πιστώθητι ῥήμασι· »Βάλε, φησὶν, τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς«.

Οὐ γὰρ διὰ ταῦτα ὑμῖν παρεκελευσάμην μαχαίρας κτήσασθαι, ὥςτε δι᾽ αὐτῶν τοὺς ἐπιόντας ἀμύνασθαι. Οὐκ ἔστι παρ᾽ ἐμὸν τοῦτο στεργότερον. Εἰ γὰρ προσῆκον ἦν καὶ βουλητὸν ἐμοὶ ἀντιμάχεσθαι, εἶχον ἂν παρακαλέσαι τὸν Πατέρα μου καὶ παρέστησεν ἄν μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων.

Ἀλλ᾽ ἐπεὶ ἑκουσίως αὐτὸν πρὸς τοὺς θεοκτόνους ἐκδέδωκα, διὰ τοῦτο καὶ τὴν τῶν μαχαιρῶν κτῆσιν πρὸς σημασίαν τοῦ πάθους ὑπῃνιξάμην. Εἰ γὰρ καὶ μικρόν σοι παρεχώρησα χρήσασθαι τῇ μαχαίρᾳ δι᾽ ἃς προέφην αἰτίας, καὶ τὸ τοὺς μαθητὰς φιλοκινδύνους ἐργάσασθαι, ἀλλ᾽ οὖν ἀπόστρεψον αὐτὴν εἰς τὴν θήκην αὐτῆς, ὡς οὐ θεμιτὸν ἐμοὶ μαχαίραις [f. 173 ro] καὶ ξίφεσι τὴν ἐκ τοῦ πάθους ζητεῖν ἀπολύτρωσιν.

Τὸ δ᾽ αὐτὸ τοῦτο καὶ ἀλλαχόθι προαινιττόμενος εἰ ἔστι παρὰ τοῖς μαθηταῖς μάχαιρα ᾔρετο, τῶν δὲ φησάντων μίαν εἶναι παρ᾽ αὐτοῖς, ἀρκεῖσθαι ταύτην προσεπειπεῖν τὸν Διδάσκαλον. Τί διὰ τῆς ἐρωτήσεως κατασκευάζων; μὴ μακρὰν ἔσεσθαι τὸ ἑαυτοῦ πάθος ὑποδηλῶν, ἀλλὰ καὶ ταῖς μαχαίραις χρῆσθαι τῶν ἐπιόντων εἰς ἄμυναν· εἴτε τὴν τοῦ νομικοῦ Πάσχα προσαγορεύων μετάληψιν καὶ τὸν ἐν αὐτῷ διὰ μαχαίρας ἀμνὸν τυθησόμενον, οὕτω τῆς μαχαίρας ἐπικτηθείσης τῷ Πέτρῳ ἐπεφέρετο ταύτην κἂν τῷ κηρύγματι ἅμα μὲν, εἴπου δεήσειε ταύτῃ χρησόμενος· τὸ δὲ πρόδηλον πρὸς μνήμην δι᾽ αὐτῆς ἐναγόμενος τῆς τοῦ διδασκάλου παραινέσεως καὶ διὰ ταύτης τὸν τοῦ πάθους καιρὸν ἀναλογιζόμενος καὶ ὅσα τοῦ πάθους, τὸν φθόνον, τὸ μῖσος, τὴν ἐπιβουλὴν, τὴν προδοσίαν, τὴν ἄδικον κρίσιν, τὴν ἀδικωτέραν τοῦ θανάτου ψῆφον, τὸν σταυρὸν, τὴν ταφὴν, καὶ ὅσα ἐξῆν δρᾶσαι τοῖς μιαιφόνοις.

Ταῦτα διὰ μαχαίρας προενωπτρίζετο. Ταῦτα κατὰ διάνοιαν ἀνιστόρει καὶ ἔστρεφεν. Ταῦτα τῇ διανοίᾳ ἀνελογίζετο, τῆς μαχαίρας πρὸς ὑπόμνησιν τοῦτον διεγειρούσης καὶ θερμότερον ἀποτελούσης περὶ τὸ κήρυγμα. Αὕτη [f. 173 vo] καὶ πρὸς πάντα μὲν κίνδυνον τὸν ὑπὲρ Χριστοῦ τοῦτον ἐπήλειψε καὶ ἐπέρρωσεν· οὐχ᾽ ἥκιστα δὲ καὶ πρὸς τὸ τὰς ἱερὰς περιθέσθαι ἁλύσεις καὶ τὴν κατάδικον οἰκῆσαι εἱρκτήν, καὶ τέλος τὴν διὰ σταυροῦ τελείωσιν δέξασθαι.

Ὅθεν καὶ ὡς τιμία καὶ πάνσεπτος καὶ ταῖς ἀποστολικαῖς χερσὶν καὶ ὑπουργήσασα καὶ προσψαύσασα καὶ πρὸς ἰσότητα τῶν παντίμων ἁλύσεων καὶ τιμωμένη καὶ σεβομένη, τῆς ἐν βασιλείοις ἔλαχε καταθέσεως, ἐν οἷς τέμενος ἱερὸν τῷ ἀποστόλῳ ἀνιδρυμένον ὡς θησαυρὸν ἱερὸν καὶ οὐράνιον ταύτην ἔνδον ἐνεκολπώσατό τε καὶ περιέστειλε. Καὶ νῦν βασιλεῦσι πιστοῖς καὶ θεραπείᾳ βασιλέων, καὶ πλήθεσι πάντων πιστῶν ἁγιασμοῦ πηγὴ, χαρίτων οὐρανίων παροχὴ, ἰαμάτων παντοίων ἐπιρροὴ, προσκυνούντων σωτήριος φυλακὴ καὶ τῶν ἀσπαζομένων ἀνόρθωσις ψυχική. Εἰ δὲ καὶ βραχεῖα τις ὁρᾶται καὶ ἄμορφος οὐ διὰ τοῦτο παρορατέον· τὴν γὰρ ἀποστολικὴν ἐν αὐτῇ περιέχει τῶν τεραστίων ἰσχύν τε καὶ δύναμιν. Ταύτην καὶ ὡς δυνατοῦ ῥομφαίαν ἐκέκτητο καὶ ὡς δίστομον ἐγνώριζε μάχαιραν. Ἐπεὶ καὶ τἄλλα τῶν ἀποστολικῶν ἐσθημάτων τε καὶ περιβλημάτων πολλῆς γέμει τῆς εὐτελείας καὶ ταπεινότητος, ἀλλὰ πρὸς τὴν νοητὴν εὐπρέπειαν καὶ μεγαλειότητά [f. 174 ro] τις ἀπιδὼν εὑρήσει ταῦτα πεπληρωμένα θεϊκῆς καὶ οὐρανίου χάριτος καὶ τῶν ἀποστολικῶν τερατουργημάτων κατὰ μηδὲν ἐλλείποντα, ἀλλ᾽ αὐτὸν ἐκεῖνόν τε εἰπεῖν καὶ τούτων ἐπιμνησθῆναι.