Ἐλθοῦσαι γὰρ ἔκρουον, Λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ὢ τῆς ἐσχάτης ἀποφάσεως· κἂν οὔτε δι᾽ ἀγγέλου, ἀλλὰ δι᾽ ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν· ἵνα τῆς φωνῆς ἀκούσασαι, καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι, μείζονα τὴν βάσανον ὑπομείνωσιν. Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐκ οἶδας ἡμᾶς, Δέσποτα; ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤῥίφημεν, ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν, τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν, οὐ προυδώκαμεν τὰ μέλη τοῖς πάθεσι, στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσαμεν δέξασθαι· καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς. Διὰ τί, ὦ Δέσποτα; Ὁ Δεσπότης· Διὰ τί; Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἤλθετε πρός με. Ἐγγράφως διεστειλάμην ὑμῖν, λέγων· Ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μικρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε. Αἱ δὲ εἶπον· Μάτην οὖν, Δέσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν; μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν; μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι, τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν;