Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Καλάνδας

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των κοσμικών εορτασμών και η αληθινή πνευματική εορτή

Στηλίτευση των εθίμων των Καλανδών, της μέθης, της ματαιοδοξίας και των δεισιδαιμονιών. Προβάλλεται η καθαρή συνείδηση ως η πραγματική, διαρκής εορτή των Χριστιανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια, ἀλλ᾽ ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστῶτας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφελεῖν δύναται. Θαῤῥοῦντες τοίνυν ἐπὶ τὴν μάχην χωρῶμεν. Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ᾽ ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς.

Αἱ γὰρ διαβολικαὶ παννυχίδες αἱ γινόμεναι τήμερον, καὶ τὰ σκώμματα, καὶ αἱ λοιδορίαι, καὶ αἱ χορεῖαι αἱ νυκτεριναὶ, καὶ ἡ καταγέλαστος αὕτη κωμῳδία, παντὸς πολεμίου χαλεπώτερον τὴν πόλιν ἡμῶν ἐξῃχμαλώτισαν, καὶ δέον ἐπὶ τούτοις κατεστάλθαι, πενθεῖν, καταδύεσθαι, καὶ τοὺς ἡμαρτηκότας, καὶ τοὺς οὐχ ἡμαρτηκότας, τοὺς μὲν ὑπὲρ ὧν ἐπλημμέλησαν, τοὺς δὲ ὑπὲρ ὧν τοὺς ἀδελφοὺς εἶδον ἀσχημονήσαντας· περιχαρὴς ἡμῖν ἡ πόλις γέγονε καὶ φαιδρὰ, καὶ ἐστεφάνωται, καὶ καθάπερ γυνὴ φιλόκοσμος καὶ πολυτελὴς, οὕτως ἡ ἀγορὰ φιλοτίμως ἐκαλλωπίσατο σήμερον, χρυσία περιθεμένη, καὶ ἱμάτια πολυτελῆ, καὶ ὑποδήματα, καὶ ἕτερά τινα τοιαῦτα, τῶν ἐν τοῖς ἐργαστηρίοις ἑκάστου τῇ τῶν οἰκείων ἔργων ἐπιδείξει τὸν ὁμότεχνον παραδραμεῖν φιλονεικοῦντος. Ἀλλ᾽ αὕτη μὲν ἡ φιλοτιμία, εἰ καὶ παιδικῆς ἐστι διανοίας, καὶ ψυχῆς οὐδὲν μέγα οὐδὲ ὑψηλὸν φανταζομένης, ἀλλ᾽ ὅμως οὐ τοσαύτην ἐπισύρεται βλάβην, ἀλλ᾽ ἀνόητός τίς ἐστι μόνον σπουδὴ, γέλωτα καταχέουσα τῶν περὶ ταῦτα ἐσπουδακότων.

Εἰ γὰρ καλλωπίζειν βούλει, μὴ τὸ ἐργαστήριον, ἀλλὰ τὴν σαυτοῦ ψυχήν· μὴ τὴν ἀγορὰν, ἀλλὰ τὴν διάνοιαν· ἵνα ἄγγελοι θαυμάσωσι, καὶ ἀρχάγγελοι τὸ γινόμενον ἀποδέξωνται, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης ἀμείψηταί σε ταῖς παρ᾽ ἑαυτοῦ δωρεαῖς· ὡς αὕτη γε ἡ ἐπίδειξις, ἡ νῦν γινομένη, καὶ γέλωτα καὶ βασκανίαν φέρει, παρὰ μὲν τῶν ὑψηλοτέρων τὴν διάνοιαν γέλωτα, παρὰ δὲ τῶν τὰ αὐτὰ νοσούντων βασκανίαν καὶ φθόνον πολύν.

βʹ. Ἀλλ᾽, ὅπερ ἔφην, οὐ τοσούτων ἐγκλημάτων ἀξία αὕτη ἡ φιλοτιμία· οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς· ἀσεβείας μὲν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦντες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμηνίαν τοῦ μηνὸς τούτου μεθ᾽ ἡδονῆς καὶ εὐφροσύνης ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν· ἀσωτίας δὲ, ὅτι ὑπὸ τὴν ἕω γυναῖκες καὶ ἄνδρες φιάλας καὶ ποτήρια πληρώσαντες μετὰ πολλῆς τῆς ἀσωτίας τὸν ἄκρατον πίνουσι. Ταῦτα ἀνάξια τῆς ἡμετέρας φιλοσοφίας, κἂν ὑμεῖς ποιῆτε, κἂν ἑτέρους ποιοῦντας περιίδητε, κἂν οἰκέτας, κἂν φίλους, κἂν γείτονας. Οὐκ ἤκουσας Παύλου λέγοντος· Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.

Ἄλλως δὲ καὶ τῆς ἐσχάτης ἀνοίας ἂν εἴη ἀπὸ τῆς μιᾶς ἡμέρας, εἰ δεξιὰ γένοιτο, καὶ τοῦ παντὸς τοῦτο προσδοκᾷν ἐνιαυτοῦ· οὐκ ἀνοίας δὲ μόνον, ἀλλὰ καὶ διαβολικῆς ἐνεργείας ἡ κρίσις αὕτη, μὴ τῇ οἰκείᾳ σπουδῇ καὶ προθυμίᾳ, ἀλλὰ ταῖς τῶν ἡμερῶν περιόδοις τὰ κατὰ τὸν βίον ἐπιτρέπειν τὸν ἡμέτερον. Δεξιὸς ὁ ἐνιαυτὸς ἔσται σοι δι᾽ ὅλου, οὐκ ἐὰν ἐν νουμηνίᾳ μεθύῃς, ἀλλ᾽ ἐὰν καὶ ἐν νουμηνίᾳ, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὰ τῷ Θεῷ δοκοῦντα ποιῇς. Πονηρὰ γὰρ ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ῥᾳθυμίαν. Ἂν δικαιοσύνην ἐργάσῃ, χρηστή σοι γέγονεν ἡ ἡμέρα· ἂν ἁμαρτίαν ἐργάσῃ, πονηρὰ καὶ κολάσεως γέμουσα. Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτὸν, εὐχὰς, ἐλεημοσύνας καθ᾽ ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν· ἂν δὲ τῆς μὲν κατὰ σαυτὸν ἀρετῆς ἀμελῇς, ἀρχαῖς δὲ μηνῶν καὶ ἀριθμοῖς ἡμερῶν ἐμπιστεύσῃς σου τῆς ψυχῆς τὴν εὐφροσύνην, πάντων ἔρημος ἔσῃ τῶν κατὰ σαυτὸν ἀγαθῶν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνιδὼν, καὶ σπουδάζων ἡμῶν ἐκλῦσαι τοὺς περὶ τὴν ἀρετὴν πόνους, καὶ τῆς ψυχῆς σβέσαι τὴν προθυμίαν, ταῖς ἡμέραις ἐπιγράφειν ἐπαίδευσεν τὰς εὐπραγίας καὶ τὰς κακοπραγίας.

Ὁ γὰρ πείσας ἑαυτὸν ὅτι ἡμέρα ἐστὶ κακὴ καὶ ἀγαθὴ, οὔτε ἐν τῇ κακῇ τῶν ἀγαθῶν ἔργων ἐπιμελήσεται, ὡς εἰκῆ πάντα ποιῶν, καὶ οὐδὲν ὠφελῶν διὰ τὴν τῆς ἡμέρας ἀνάγκην· οὔτε ἐν τῇ ἀγαθῇ πάλιν τοῦτο ἐργάσεται, ὡς οὐδὲν ἐκ τῆς οἰκείας παραβλαπτόμενος ῥᾳθυμίας, διὰ τὴν τῆς πάλιν ἡμέρας εὐκληρίαν· καὶ οὕτως ἑκατέρωθεν τὴν ἑαυτοῦ προδώσει σωτηρίαν· καὶ ποτὲ μὲν ὡς ἀνόνητα πονῶν, ποτὲ δὲ ὡς περιττὰ, ἐν ἀργίᾳ καὶ πονηρίᾳ βιώσεται. Ὅπερ οὖν εἰδότας φεύγειν δεῖ τοῦ διαβόλου τὰς μεθοδείας, καὶ ταύτην ἐκβαλεῖν τῆς διανοίας τὴν ψῆφον, καὶ μὴ παρατηρεῖν ἡμέρας, μηδὲ τὴν μὲν μισεῖν, τὴν δὲ φιλεῖν.

Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλῃ μόνον, ἀλλ᾽ ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνος σκευωρεῖ, καὶ εἰς ἀσέβειαν ὁμοῦ καὶ εἰς ῥᾳθυμίαν τὰς ἡμετέρας καθελκύσαι βουλόμενος ψυχάς.

Ἀλλ᾽ ἡμᾶς ἀποπηδᾷν χρὴ, καὶ σαφῶς εἰδέναι ὅτι οὐδὲν κακὸν, ἀλλ᾽ ἁμαρτία μόνον, καὶ οὐδὲν ἀγαθὸν, ἀλλ᾽ ἀρετὴ μόνον, καὶ τὸ διὰ πάντων ἀρέσκειν Θεῷ. Οὐ ποιεῖ μέθη εὐφροσύνην, ἀλλ᾽ εὐχὴ πνευματική· οὐκ οἶνος, ἀλλὰ λόγος διδασκαλικός. Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται· ἐκεῖνος θόρυβον ἐπεισάγει, οὗτος ταραχὴν ἐκβάλλει· ἐκεῖνος σκοτοῖ τὴν διάνοιαν, οὗτος ἐσκοτισμένην φωτίζει· ἐκεῖνος ἀθυμίας τὰς οὐκ οὔσας ἐμβάλλει, οὗτος τὰς οὔσας ἀπελαύνει. Οὐδὲν γὰρ οὕτως εὐθυμίαν καὶ εὐφροσύνην ποιεῖν εἴωθεν, ὡς τὰ περὶ φιλοσοφίας δόγματα, τὸ τῶν παρόντων ὑπερορᾷν πραγμάτων, τὸ πρὸς τὰ μέλλοντα κεχηνέναι, τὸ μηδὲν τῶν ἀνθρωπίνων βέβαιον εἶναι νομίζειν, μὴ πλοῦτον, μὴ δυναστείαν, μὴ τιμὰς, μὴ θεραπείας. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, κἂν πλουτοῦντα θεάσῃ τινὰ, οὐ δηχθήσῃ φθόνῳ, κἂν εἰς πενίαν καταπέσῃς, οὐ ταπεινωθήσῃ τῇ πτωχείᾳ· οὕτω διαπαντὸς ἑορτάζειν δύνασαι. Τὸν γὰρ Χριστιανὸν οὐχὶ μῆνας, οὐδὲ νουμηνίας, οὐδὲ κυριακὰς ἑορτάζειν χρὴ, ἀλλὰ διὰ παντὸς τοῦ βίου τὴν αὐτῷ πρέπουσαν ἑορτὴν ἄγειν. Τίς δ᾽ αὐτῷ πρέπουσα ἑορτή; Ἀκούσωμεν Παύλου λέγοντος· Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

Ἂν τοίνυν καθαρὸν ἔχῃς τὸ συνειδὸς, ἑορτὴν ἔχεις διαπαντὸς, χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ ἐντρυφῶν τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκίᾳ· ὥσπερ οὖν ἂν ἀπαῤῥησίαστον ἔχῃς, καὶ ἁμαρτημάτων πολλῶν ὑπεύθυνος ᾖς, κἂν μυρίαι ὦσιν ἑορταὶ καὶ πανηγύρεις, τῶν πενθούντων οὐδὲν ἄμεινον διακείσῃ. Τί γὰρ ὄφελός μοι λαμπρᾶς ἡμέρας, τῆς ψυχῆς ἐσκοτισμένης μοι τῷ συνειδότι; Εἰ δὲ ἄρα τι καὶ καρπώσασθαι ἀπὸ νουμηνίας βούλει, ἐκεῖνο ποίησον. Ὅταν ἴδῃς ἐνιαυτὸν πληρωθέντα, εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι σε εἰσήγαγεν εἰς τὴν περίοδον ταύτην τῶν ἐνιαυτῶν· κατάνυξόν σου τὴν καρδίαν, ἀναρίθμησαί σου τὸν χρόνον τῆς ζωῆς, εἰπὲ πρὸς ἑαυτόν· Αἱ ἡμέραι τρέχουσι καὶ παρέρχονται, οἱ ἐνιαυτοὶ πληροῦνται, πολὺ τῆς ὁδοῦ προεκόψαμεν· ἆρα τί ἡμῖν εἴργασται καλόν; ἆρα μὴ κενοὶ καὶ ἔρημοι δικαιοσύνης ἁπάσης ἐντεῦθεν ἀπελευσόμεθα, τὸ δικαστήριον ἐπὶ θύραις, πρὸς γῆρας ἡμῶν ἐπείγεται λοιπὸν ἡ ζωή.

γʹ. Ταῦτα ἀπὸ νουμηνίας φιλοσόφει, ταῦτα ἀπὸ τῆς περιόδου τῶν ἐνιαυτῶν ἀναμιμνήσκου· τῆς μελλούσης ἡμέρας ἀναλογιζώμεθα, μήποτε καὶ πρὸς ἡμᾶς εἴπῃ τις ἐκεῖνο, τὸ πρὸς τοὺς Ἰουδαίους εἰρημένον τῷ προφήτῃ· Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ταύτην τὴν ἑορτὴν ἣν εἶπον ἐγὼ, τὴν διηνεκῆ, καὶ περιόδους ἐτῶν οὐκ ἀναμένουσαν, οὐδὲ περιγραφομένην ἡμέραις, καὶ πλούσιος καὶ πένης ἄγειν δυνήσεται ὁμοίως· οὐ γὰρ χρημάτων ἐνταῦθα χρεία, οὐδ᾽ εὐπορίας, ἀλλ᾽ ἀρετῆς μόνης. Οὐκ ἔχεις χρήματα; ἀλλ᾽ ἔχεις τοῦ Θεοῦ τὸν φόβον, πάντων χρημάτων εὐπορώτερον θησαυρὸν, οὐκ ἀναλισκόμενον, οὐ μεταβαλλόμενον, οὐ δαπανώμενον. Ἴδε εἰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, τὴν γῆν, τὴν θάλασσαν, τὸν ἀέρα, τὰ γένη τῶν ζώων, τὰ παντοδαπὰ φυτὰ, τὴν φύσιν τῶν ἀνθρώπων ἅπασαν· ἐννόησον ἀγγέλους, ἀρχαγγέλους, τὰς ἀνωτέρας δυνάμεις· ἀναμνήσθητι ὅτι ταῦτα πάντα τοῦ Δεσπότου σου ἐστὶ κτήματα.

Οὐκ ἔστι δὲ οὕτως εὐπόρου Δεσπότου δοῦλον πένητα εἶναι, ἐὰν ἵλεω τὸν ἑαυτοῦ Κύριον ἔχῃ. Τὸ παρατηρεῖν ἡμέρας οὐ Χριστιανικῆς φιλοσοφίας, ἀλλ᾽ Ἑλληνικῆς πλάνης ἐστίν. Εἰς τὴν ἄνω πόλιν ἀπεγράψω, εἰς τὴν ἐκεῖ πολιτείαν τελεῖς, ἀγγέλοις σαυτὸν ἀναμίξας· οὗ οὐκ ἔστι φῶς εἰς σκότος λῆγον, οὐθ᾽ ἡμέρα εἰς νύκτα τελευτῶσα, ἀλλὰ διαπαντὸς ἡμέρα, διαποντὸς φῶς. Πρὸς ἐκεῖνα τοίνυν βλέπωμεν διαπαντός.

Τὰ ἄνω γὰρ, φησὶ, ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Οὐδὲν ἔχεις κοινὸν πρὸς τὴν γῆν, ἔνθα ἡλίου δρόμοι, καὶ περίοδοι, καὶ ἡμέραι· ἀλλ᾽ ἐὰν ὀρθῶς ζῇς, ἡ νὺξ ἡμέρα σοι γίνεται· ὥσπερ οὖν τοῖς ἐν ἀσελγείᾳ καὶ μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα αὐτῶν πρὸς τὸ τῆς νυκτὸς μεταφέρεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας τῇ μέθῃ σκοτιζομένης. Τὸ πρὸς ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονὴν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγορᾶς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν. Σὺ δὲ ταύτης ἀπήλλαξαι τῆς ἀσθενείας, καὶ εἰς ἄνδρας τελεῖς, καὶ εἰς τὴν τῶν οὐρανῶν ἐνεγράφης πολιτείαν.

Μὴ τοίνυν ἐπὶ τῆς ἀγορᾶς ἀνακαύσῃς πῦρ αἰσθητὸν, ἀλλ᾽ ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.