Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Παροιμίας (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στα κεφάλαια ΙΖ΄ έως ΙΘ΄: Φιλία, αυτομεμψία και η παιδαγωγία του Κυρίου

Ερμηνεία χωρίων που αφορούν τη δοκιμασία των δικαίων, την αληθινή φιλία, τη θεραπεία της ψυχής μέσω των έργων και την αποδοχή της θείας παιδείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 9

ΚΕΦΑΛ. ΙΖʹ. Κρείσσων ψωμὸς μεθ᾽ ἡδονῆς ἐν εἰρήνῃ, κ. τ. λ. Τοῦ ἄνωθεν ἄρτου μερικὴ γνῶσις ἀμείνων, εἰρήνην παρέχουσα μετὰ τέρψεως, ἢ τὸ πλουτεῖν ἐν γνώσει ψευδωνύμων δογμάτων. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων. Ἢ τοῦτό φησιν, ὅτι καὶ αὐτὸς μεταξὺ τῶν ἀδελφῶν ἔσται, καὶ ὡς ἀδελφός. Ἢ ὅτι ὡς πατὴρ αὐτῶν δυνήσεται εἶναι δεσπόζων, οὐχ ὡς δεσπότης μόνον. Ἢ ἐπὶ τοῦ ἐξ ἐθνῶν λαοῦ, ὡς δοῦλος ὢν, Χριστὸς γὰρ αὐτὸν ἐξηγόρασε, τῶν εὐγενῶν καὶ δεσποτῶν Ἰουδαίων ἐκράτησεν. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός. [Cod. f. 73 b.] Δι᾽ ἀρετῆς ἀνάδειξιν, οἱ δίκαιοι προσομιλοῦσι τοῖς λυπηροῖς, καὶ διὰ κάθαρσιν τελείαν. Κακὸς ὑπακούει γλώσσης παρανόμων. Οὐκ ἄρα τὸ φθέγξασθαι, ἀλλὰ καὶ τὸ ὑπακούειν, παρανομίας καὶ πονηρίας ἐσχάτης.

Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. [Ibid.] Τίνος ἕνεκεν; Ὅτι ὁ Θεὸς ἐποίησε πτωχὸν αὐτόν. Τίς δὲ οὕτως ὠμὸς, τίς οὕτως ἀπάνθρωπος, ὃς ἡνίκα κάμπτεσθαι δέει, τότε γελᾷν; Ἄρα καὶ αὐτὸς ὑπεύθυνός ἐστι τῇ τιμωρίᾳ· καί τοι ἀπόλλυται ὡς εἰς τὴν τοῦ Θεοῦ μεγάλην καὶ σοφὴν διοίκησιν ἁμαρτάνων. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Εἴτε τῷ ἐκπεσόντι θείας γνώσεως, εἴτε τῷ ἀποθνήσκοντι. Στέφανος γερόντων τέκνα τέκνων. Πάλιν τὰ φυσικὰ δεικνὺς, ὅτι ἀρετῆς ἐστι τῶν πατέρων τοῦτο, οὐχ ἁπλῶς τὰ τέκνα, ἀλλὰ τὰ χρηστά. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου, οὐδὲ ὀβολός. Ὁ πιστὸς μὴ σπεύδων ἐπὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν.

Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις. [Cod. f. 73 b.] Ἡ ἠθικὴ παίδευσις, μισθὸς ἀρετῶν· τοῦτο γὰρ τῶν χαρίτων. Ὁ τοίνυν κατορθῶν τὰς ἀρετὰς ἤθει πεπαιδευμένῳ, αὐτὴν ἕξει τέλος τὴν παίδευσιν. Ἢ ὁ προῃρημένος τὴν ἀρετὴν, μισθὸν καὶ χάριν ἐκ Θεοῦ, τὴν τούτων ἔχει κατόρθωσιν.

Ὅπου γὰρ ἡ ἐπιστροφὴ αὐτῆς, ἐκεῖ καὶ ἡ εὐωδία. Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν. Τὸ φιλίαν ποιοῦν ἐστι, τὸ μὴ ἐκπομπεύειν ἡμᾶς μηδὲ δημοσιεύειν τὰ ἁμαρτήματα. Ὁ γὰρ διὰ τῶν ἀρετῶν κρύπτων τὰς κακίας, φίλος γίνεται Θεῷ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἔνι μὴ ἁμαρτάνειν, ἑτέραν ὁδὸν ἔδωκε δι᾽ ἧς τὰ ἁμαρτήματα λύσομεν, καὶ τὴν ἀπ᾽ αὐτῶν ἀναιρήσομεν βλάβην. Ἢ διὰ μετανοίας ὁ κρύψας τὰ ἄδικα, ζητεῖ φιλίαν τὴν πρὸς τὸν Θεόν.

Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; [Cod. f. 74 b.] Οὐκ ἄρα καλὸν ὁ πλοῦτος, σοφίας μὴ οὔσης· ὥσπερ εἴ τις ἵππον ἔχων, ἡνιοχεύειν οὐκ ἐπιστάμενος. Τοῦτο δὲ οὐκ ἐγκαλοῦντός ἐστιν, ἀλλ᾽ ἀπάγοντος τῆς σπουδῆς. Τίνος ἕνεκεν σπουδάζεις; δέον ἐκεῖνο πρότερον κτήσασθαι, ὥστε εἰδέναι ὡς δέον αὐτοῖς χρήσασθαι. Ὥσπερ ἄν τις ἰδὼν τινὰ πλοῖον κατασκευάζοντα λέγῃ· Διὰ τί τόδε τὸ πλοῖον; οὐκ ἐγκαλοῦντος ἐστίν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Τουτέστιν οὐκ ἐν εὐφροσύνῃ μόνον ἐπιτήδειος, ἀλλὰ καὶ ἐν θλίψει, καὶ ἐν ἱλαροῖς, καὶ ἐν δυσχερέσι· καὶ τοῦτο μᾶλλον ἢ ἄλλο. Ἢ τοῦτό φησιν· Εἰ ποιεῖς φίλους, τοιούτους ποίησαι, ὡς εἰς πάντα καιρὸν ὑπάρχειν. Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. [Cod. f. 75 a.] Οὐκ ἀπὸ τῆς φύσεως δεῖ μόνης τὸν ἀδελφὸν δοκιμάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας καὶ τῆς διαγωγῆς, καὶ τοῦ παρεστάναι μυριάκις.

Διὰ τοῦτο γὰρ γεννῶνται, φησὶν, ἵνα κοινωνήσωσί σοι συμφορᾶς· ὥστε ὁ μὴ τοῦτο ποιῶν, οὐδὲ τῆς προσηγορίας ἐπάξιος. Οἱ τοῦ αὐτοῦ πνεύματος κοινωνοὶ, ἀνάγκαις τοῦ ὁμογενοῦς ἀντιλαμβανέσθωσαν. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ· ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. [Cod. f. 75 b.] Ὁ ἑτέρῳ ἐπιχαίρων, ἑαυτῷ ἐπιχαίρει· χαλεπώτερον τὸν δικαστὴν ποιεῖ. Καὶ τούτου μειζόνως ὁ ἐγγυώμενος. Ὁρᾶς; Οὐχ ἁπλῶς φησιν, ἀλλὰ τοὺς ἑαυτοῦ φίλους, οὐ τοὺς ἐχθρούς.

Τίνος δὲ ἕνεκεν παρακελεύεται; Οὔπω ἦσαν ἱκανοὶ ἀκούειν, ὅτι καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν δεῖ· ἵν᾽ οὖν μὴ παράβασις ᾖ τοῦ νόμου, ἐν τῇ φιλίᾳ μετρεῖ τὸ πρᾶγμα. Ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Διὰ τί; Ὡς μέλλων συσκιάζειν αὐτοῦ τὰ δεινά.

Ἀνὴρ εὐμετάβολος γλώσσῃ. Ὥστε κακὸν τὸ μὴ πεπηγέναι, μήδε ἐστηρίχθαι. Οὐκ εὐφραίνεται πατὴρ ἐφ᾽ υἱῷ ἀπαιδεύτῳ. Τί οὖν; Οὐχ ὁρῶμεν πολλοὺς εὐφραινομένους; Οὐχί. Οὐκ ἔχει τὸ πρᾶγμα φύσιν. Οὐδὲν ἄρα φύσις, ἀλλ᾽ ἡ σοφία· εἰ γὰρ υἱὸς οὐκ εὐφραίνει, δηλονότι διὰ τὸ μὴ μετέχειν σοφίας, ὁ δὲ φρόνιμος εὐφραίνει, οὐκ ἄρα τῆς φύσεως.

Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ. [Cod. f. 76 b.] Πολλὴν ὑπὲρ τούτου ποιεῖται σπουδήν· καὶ γὰρ τοῦτο κακία, ἡ βαρυθυμία. Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί. Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα, οὐ κατευοδοῦνται αἱ ὁδοί. Τὰ γὰρ ἐμπαθῆ καὶ αἴσχιστα νοήματα τὰ παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα, δῶρα ἐκάλεσε. Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ᾽ ἄκρα τῆς γῆς. Ὁρᾷς πῶς ἐκεῖνο δείκνυσι ἐν θυμῷ φυλαττόμενον, τοῦτο δὲ ἐπτοημένον καὶ κεχηνὸς, πάντα περιβλεπόμενον; Ἢ ὅτι ὁ μὲν ὁρᾷ μετὰ συνέσεως, ὁ δὲ μὴ ἀρκούμενος τοῖς ἐν ποσὶ, πανταχοῦ τὴν διάνοιαν ῥέπει ῥεμβόμενος. Οὐ διὰ τοῦτο ἔχομεν ὀφθαλμοὺς, ἵνα πᾶσιν αὐτοὺς τοῖς πονηροῖς σώμασιν δεικνύωμεν, ἀλλ᾽ ἵνα αὐτοὺς χαλινώσωμεν, ἵνα αὐτοῖς ὅρον θῶμεν καὶ μέτρον· ἐπ᾽ ἄκρα δὲ γῆς, ἀντὶ τοῦ, ἐν ἄκρᾳ κακίᾳ.

Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλόν. [Cod. f. 76 b.] Ἐπειδὴ μάλιστα ἐκεῖνοι τοῦτο πάσχουσι· τοῖς δὲ ἄλλοις, δίκαιον οὔ· τὸν δὲ ἄδικον χρὴ ζημιοῦν καὶ σφόδρα. Οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ἔστι καὶ δυνάστην εἶναι δίκαιον.

Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπιγνώμων. [Ibid.] Ῥῆμα σκληρὸν ὠνόμασε τὸν λογισμὸν τὸν κινοῦντα τὸν θυμὸν, ἢ λόγον τὸν εἰς τοῦτο κινητικόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται. Ὅταν ἀμαθὴς καὶ ἄπειρος, περὶ σοφῶν λόγων ἐρωτᾷ ἢ πραγμάτων, νομίζεται σοφὸς, κἂν ἀνόητός τις ἐξ ἀμαθίας γένηται· οὐκ ἀρκεῖ τοῦτο εἰς σοφίαν αὐτῷ λογισθῆναι.

ΚΕΦΑΛ. ΙΗʹ. Ὕδωρ βαθὺ, λόγος ἐν καρδίᾳ ἀνδρός· ποταμὸς δὲ ἀναπηδῶν, πηγὴ ζωῆς. [Cod. f. 77 a.] Τὸ βαθὺ, ἀντὶ τοῦ, πολύ· καὶ δύναται πολλάκις καὶ ποταμοὺς ἀνενεγκεῖν ἀνθ᾽ ἑνός· ἢ τοῦτό φησιν, ὅτι φυλάττει ἑαυτὸν καὶ ἐν βάθει κατέχει. Ὡς γὰρ ἄμετρον ὕδωρ, οὕτως ἐν καρδίᾳ ἀνδρὸς τοῦ κατὰ Θεὸν λόγος ἀκατάληπτος. Λόγον δὲ νῦν, τὴν γνῶσίν φησιν. Ὁ γὰρ τοιοῦτος τοὺς Ἰησοῦ λόγους ἀκούει, οὗ ἐν τῇ καρδίᾳ γίνεται πηγὴ ὕδατος ἁλλομένου. Ἀναπηδῶν δὲ ἀντὶ τοῦ ἀνομβρῶν, ἄρδων τὰ ὑποκείμενα, καὶ εἰς καρποφορίαν προκαλούμενος.

Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. [Cod. f. 77. b.] Κἂν ἐν ἀξιώματι ᾖ, κἂν πιθανότητι λόγων κρύπτῃ τὸ δίκαιον. Θαυμάζει πρόσωπον ἀσεβοῦς, καὶ ὁ τὴν ἐνυπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος. Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται. [Ibid.] Λογισμοὶ ἄφρονος, καὶ λόγοι ἄγουσιν αὐτὸν εἰς κακὰ ψυχῆς τε καὶ σώματος. Εἰ δὲ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ἄρα ὁ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς. Ἡ γὰρ θρασύτης ἡμᾶς ὄντως χωρίζει ἀπὸ τοῦ εἰπόντος, ἐγώ εἰμι ἡ ζωή· καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή. Ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραΰτης. Ὀκνηροὺς καταβάλλει φόβος· ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. Τῶν ὀκνηρῶν καὶ ἀνάνδρων· ψυχαὶ δὲ ἀνδρογύνων τῶν ἐκκεχυμένων, τῶν μαλακῶν. Ὁ μὴ ἰώμενος αὑτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, κ. τ. λ. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐκ τῶν ἁμαρτιῶν αὑτοῦ ἐν τοῖς ἔργοις τοῖς παρὰ Χριστοῦ δοθεῖσιν αὐτῷ, ἀδελφός ἐστι τοῦ διαβόλου τοῦ γινώσκοντος τὰς κολάσεις καὶ λυμαινομένου ἑαυτὸν εἰς αὐτάς. Καὶ ὁ Παῦλός φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος χρήσιμον τῷ Δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος φανερὸν τὸ ὄνομα Κυρίου, κ. τ. λ. Τουτέστι δήλη αὐτοῦ ἡ γνῶσις. Οὐ χρεία διδασκαλίας, φανερὸν τὸ ὄνομα Κυρίου, τοῦ Θεοῦ ἡ δύναμις. Καὶ δῆλον κἀντεῦθεν, ἐκ τοῦ τοὺς προστρέχοντας αὐτῷ ὑψοῦν.

Ὕπαρξις πλουσίου ἀνδρὸς, πόλις ἰσχυρά. [Cod. f. 56 b.] Ὃ λέγει, τοιοῦτον ἔστιν· Οὐκ ἀρκεῖ ὁ πλοῦτος αὐτοῦ καθ᾽ ἑαυτὸν σῶσαι τὸν ἔχοντα, ἀλλὰ δεῖ πόλεως ἰσχυρᾶς καὶ δόξαν ἐχούσης· ἐν γὰρ ἀσφαλείᾳ καθίστησι καὶ ἡ δόξα. Ἢ οὕτως· Ἡ ὕπαρξις τῶν δικαίων, καὶ πᾶς ὁ θησαυρὸς αὐτῶν, ἡ ἄνω Ἱερουσαλήμ· ἐκεῖ γὰρ θησαυρίζουσι τὰ νῦν ἔργα αὐτῶν. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός. Ὁρᾷς πῶς ἡ δόξα φορτικὸν, καὶ καλὸν ἡ συντριβή; Ὥσπερ, φησὶ, τῇ ὑπερηφανίᾳ ἕπεται ἡ συντριβὴ, οὕτω τῇ ταπεινώσει δόξα· οὐ δυνατὸν γὰρ πεσεῖν τὸν μὴ ὑψηλοφρονήσαντα· ἐπεὶ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; Τοῦτό φησιν, ὅτι θυμοῦ χείρων ἡ ὀλιγοψυχία. Ἐκεῖνον γὰρ καὶ οἰκέτης, ὁ παῤῥησίαν οὐκ ἔχων ἐξουσίας, δύναται παραμυθήσασθαι· τοῦτον δὲ οὐχί. Ἢ ὥσπερ πάρδαλις ἀπορουμένη λέγεται ὁ Κύριος πρὸς τοὺς ἁμαρτάνοντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτως καὶ ὀλιγόψυχος ἐπὶ τοῖς πλημμελοῦσιν.

Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν. [Cod. f. 79 a.] Ὅτι ἐὰν καὶ οὗτος ἱλαρὸς ᾖ πρὸς τὸ διδόναι, καὶ ἐκεῖνος μὴ πρόχειρος ᾖ πρὸς τὸ λαβεῖν, οὐδὲν ἔσται δεινόν. Ἢ, οὐ στενοχωρηθήσεται ὁ διδοὺς πένησιν, ὡς εἷς δὲ τῶν δυναστῶν ἔσται.

Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Προήρπασεν, φησὶν, αὑτοῦ τὴν πρᾶξιν, ᾠκειώσατο τὸν δικαστήν· οὐδὲν γὰρ οὕτως ὡς ἄρνησις παροξύνειν εἴωθεν. Οὐ μετὰ τοῦ αὐτοῦ σχήματος ἐρεῖ. Ὥστε καὶ τῷ προφθάσαι ὁμολογῆσαι, καὶ τῷ μετὰ τοῦ οἰκείου συνειδότος αὐτὰ ἀπαγγεῖλαι, ᾠκειώσατο.

Ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει πράγματα. Ἢ τοῦτο φησίν· Καὶ ἐν αὐτοῖς τοῖς δυνάσταις ἰσχὺν ἔχει τὰ χρήματα. Τοῦτο γὰρ κλῆρος. Ἢ ὅτι καὶ οἱ ἄρχοντες οὐκ ἔχοντες τὸν δικάζοντα, κλήρῳ πείθονται τῷ διακληροῦντι αὐτοῖς τὰ πατρῷα· καὶ τὴν προσδοκωμένην δὲ ἀντιλογίαν ὁ Ματθαίου κλῆρος ἔπαυσε, καὶ δυνατοῖς ἐπέταξε τοῖς ἀποστόλοις.

Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. [Cod. f. 79 b.] Ὁμοφρονοῦντες οἱ Χριστοῦ μαθηταὶ, ἀδελφοὶ ἦσαν, καὶ ὡς μυρίοις ἕρκεσιν ἠσφαλισμένον βασίλειον ὀχυροὶ ἦσαν· εἷς ὑφ᾽ ἑνὸς βοηθούμενος· ἦσαν γὰρ ὁμοφροσύνη· καὶ τὸ ἕνα ὑφ᾽ ἑνὸς βοηθεῖσθαι, ὀχυρωτέρους αὐτοὺς ἀπεργάζεται.

Ἀπὸ καρπῶν στόματος ἀνὴρ ἐμπίμπλησι κοιλίαν. Λόγων αἰσθητῶν μὴ πληρούντων κοιλίαν, ἀνάγκη τῶν πνευματικῶν τροφῶν τὸ δοχεῖον νοεῖν· ἣν οὐκ ἄνθρωπος ἁπλῶς, ἀλλ᾽ ἀνὴρ πληροῖ. Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης. Θάνατος δὲ γλώσσης, ὅτε φθέγγεται τὰ κακὰ, ἀφιεῖσα τὸν τοῦ Θεοῦ νόμον, ζωὴ δὲ πάλιν ὅτε ὀρθὰ προφέρει τὰ δόγματα.

ΚΕΦΑΛ. ΙΘʹ. Πλοῦτος προστίθησι φίλους πολλούς. [Cod. f. 80. b.] Ἢ πλούσιον ἐνταῦθα τὸν συνετόν φησι, πένητα δὲ τὸν ἐναντίον. Ἢ εἰ μὴ τοῦτο, συμβαῖνον πρᾶγμα λέγει οὐκ ἐπαινῶν, οὐδὲ ἀποδεχόμενος, ἀλλ᾽ ἀρκούμενος τῇ κατηγορίᾳ ταύτῃ, ὡς αὐτόθεν ὄντος δήλου. Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων. Ἐνταῦθα παιδεύει, καὶ ἀπάγει τοὺς θεραπευομένους μὴ θεραπεύεσθαι ὑπὸ πονηρῶν.

Ὄνειδος δὲ ἐπ᾽ αὐτῷ ἔσται, φησί· κἂν χρήματα δῷ, μόνον θεραπεύει· κἂν ἀργύριον ἐπιδῷ, ἐπονείδιστος ἔσται. Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. Εἰ γὰρ ἔνθα ἡ φύσις ἐκέλευσεν οὐ πείθεται, πολλῷ μᾶλλον ἐπ᾽ ἄλλων μακρὰν φιλίας. Ὃς δὲ ἐρεθίσει λόγους, οὐ σωθήσεται. [Cod. f. 81 a.] Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς πᾶν εἶδος κακίας, τοῦ μὴ σωθῆναι τὸν ἄνθρωπον. Ὁ κτώμενος φρόνησιν, ἀγαπᾷ ἑαυτόν. Ὁ κτώμενος φρόνησιν, ἀγαπᾶσθαι ἑαυτὸν ποιεῖ ὑπὸ Θεοῦ καὶ τῶν ἀγγέλων.

Ὃς δὲ φυλάσσει εἰς τέλος τὴν φρόνησιν, εὑρήσει ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καθά φησι Παῦλος. Οὐδεὶς γὰρ ἐγκληθήσεται ἀγαθὸς, μὴ εὑρὼν ταῦτα ἀγαθά.

Ἐλεήμων ἀνὴρ, μακρόθυμος, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. [Cod. f. 84 b.] Ἢ τοῦτό φησιν, ὅτι μακροθυμοῦντος, καυχῶνται οἱ παράνομοι· ἢ ὅτι καθ᾽ ἑαυτῶν καυχῶνται οὗτοι· οὐδενὸς γὰρ ἑτέρου ἔστιν κατακαυχᾶσθαι, ἢ τῶν παρανόμων τοῦ μακροθύμου. Τῷ θέλειν γὰρ παράκειται ἐνεργεῖν. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. [Ibid.] Ἀπὸ κακῆς αἰτίας οὐ δέχεται προσφορά· καὶ ψυχῆς ἀκαθάρτου ἡ κατάστασις, ἀπρόσδεκτος· Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. [Cod. f. 82 a.] Ἢ τοῦτό φησιν, ὅτι τοῦ Θεοῦ ἐστι τὸ καταστῆσαι τὸν γάμον· πολλῷ γὰρ μεῖζον τοῦτο ἐκείνου, χρημάτων λέγω· ἢ αὐτὸν τὸν γάμον φησὶ καὶ τὸ πρᾶγμα, ἢ μέγα δεῖξαι βουλόμενος τὸ γυναικὸς ἐπιτυχεῖν ἀγαθῆς. Ὃς φυλάσσει ἐντολήν. Ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν αἱ ἐντολαὶ, λέγονται μαρτύρια. Διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς, ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ, οὐκ ἀτιμώρητος ἔσται.

Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν. [Ibid.] Κἂν γὰρ μὴ εὐθέως ἀπολάβῃς, μὴ θορυβοῦ. Ὅσον ἀναβάλλεται, τοσοῦτον τὸν τόκον αὔξει· κατὰ δὲ τὸ δόμα αὐτοῦ, οἷον ἐὰν πολὺ ᾖ, πολύ· ἐὰν ὀλίγον, ὀλίγον. Τὸ δὲ πολὺ καὶ ὀλίγον, οὐ τῷ μέτρῳ τῶν διδομένων ὁρίζεται. Ἢ Θεῷ δανείζει ὡς οἰκειουμένου Θεοῦ τὰ εἰς ἐκεῖνον διδόμενα. Κατὰ δὲ τὸ δόμα, οἷον κατὰ τὴν διάθεσιν τοῦ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· οὐ γὰρ τὰ διδόμενα, ἀλλὰ τὴν διάθεσιν· Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται. Ζημιωθήσεται αἴσθησιν καὶ γνῶσιν. Ὁ δὲ τῆς κακίας ἑτέροις μεταδιδοὺς, καὶ τὴν φυσικὴν παρὰ Θεοῦ ἔννοιαν ζημιωθῇ, εἰς ἀλογίαν καταπεσών.

Ἄκουε, υἱὲ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ᾽ ἐσχάτων σου. [Cod. f. 82 b.] Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· παιδείαν δὲ τὴν πρὸς τὰς ἐντολὰς αὐτοῦ πολιτείαν καὶ ἐπίγνωσιν δηλοῖ. Τὸ δὲ, ἐπ᾽ ἐσχάτων, οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Καρπὸς ἀνδρὸς ἐλεημοσύνη. [Cod. f. 83 a.] Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον, ἢ γνῶσιν ἐψευσμένην. Αὐλισθήσεται ἐν τόποις.

Τουτέστι περιιὼν πανταχοῦ, τοιοῦτον ἕξει τόπον. Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὑτοῦ χεῖρας ἀδίκως. Τουτέστιν ὁ ἁρπάζων καὶ κλέπτων, ἄκαρπος ἔσται· ἀλλὰ καὶ ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως. Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἔχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπ᾽ οὐρανῶν· οὐ δύναται οὖν οὐδὲ τὴν ἀρχὴν, οὔτε ὠφεληθῆναι ὀκνηρὸς ὤν. Ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον. Ἐλέγχει δέ τις φρόνιμον ἢ ἐπιτιμῶν, ἢ τῶν λόγων προσφέρων τὰς ἀποδείξεις.

Οὐδὲ τῷ στόματι οὐ μὴ προσενείκῃ αὐτάς. Ὅρα αὐτοῦ τοῦ σχήματος τὸ ἀκαταγέλαστον. Ὁ ἀτιμάζων πατέρα, ἐπονείδιστος ἔσται. [Ibid.] Ἀκαθάρτους ἐν ψυχῇ γεννᾷ λογισμοὺς, ὁ μὴ τὰς ἐντολὰς τηρῶν τοῦ ἐπὶ πάντων πατρὸς, ἀλλ᾽ ἀπολιπὼν ἑαυτὸν ἐξ αὐτῶν. Ὁ ἐγγυώμενος παῖδα ἄφρονα, καθυβρίσει δικαίωμα· τὴν ἐγγύην δικαίωμα καλῶν, ἢ τὴν φιλανθρωπίαν αὐτήν· ἢ ἀντὶ τοῦ, εἰς τὸν νόμον αὐτὸν ἐμπαροινεῖ. Στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. Εἰσὶ γὰρ αὐτοκατάκριτοι μὴ ἔχοντες ἀπολογίαν δι᾽ ἣν ἥμαρτον· καταπίνουσι κρίσεις καὶ οἱ φάσκοντες μὴ εἶναι κρίσιν.