Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων

Ἰωάννης ὁ Χρυσόστομος

Η Απολογία και το Μαρτύριο του Πρωτομάρτυρα Στεφάνου (Ομιλίες ΙΕ'-ΙΗ')

Ο ιερός πατήρ αναπτύσσει την απολογία του Στεφάνου ενώπιον του συνεδρίου με ιστορικές αναφορές στον Αβραάμ, τον Ιωσήφ και τον Μωυσή, και σχολιάζει το μαρτύριό του και τη διασπορά των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 21

ΟΜΙΛΙΑ ΙΕʹ. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. αʹ. Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ πρωτεῖα εἶχεν. Εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ, ἀλλ᾽ ὅμως οὗτος ἐπεσπάσατο χάριν πλείονα. Πρὸ τούτου δὲ οὐκ ἐποίει σημεῖα, ἀλλ᾽ ὅτε δῆλος γέγονεν, ἵνα δειχθῇ, ὅτι οὐκ ἀρκεῖ μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας· ὥστε προσθήκη Πνεύματος ἐγένετο. Εἰ δὲ καὶ πρὸ τούτου πλήρεις Πνεύματος ἦσαν, ἀλλὰ τοῦ ἀπὸ τοῦ λουτροῦ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. Ὅρα καὶ ἐνταῦθα πολὺ τὸ πλῆθος· μᾶλλον δὲ πῶς ἕτερον τῆς κατηγορίας τὸ σχῆμα.

Ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν. Ἀνέστησαν δέ τινες, φησὶ, τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει.

Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν, Ἵνα τὴν κατηγορίαν συστήσωσι, Κατὰ τοῦ Θεοῦ, φησὶ, καὶ κατὰ Μωσέως λαλεῖ. Διὰ τοῦτο καὶ συνεζήτουν, ἵνα ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν. Ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο, καὶ τὴν παῦλαν ἴσως ἔλεγε τοῦ νόμου μόνον· ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑποβλητῶν ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων. Διάφοροι δὲ αἱ συναγωγαὶ ἦσαν Λιβερτίνων καὶ Κυρηναίων. Ἀλλὰ Κυρηναῖοι μὲν οἱ ἐπέκεινα Ἀλεξανδρείας εἰσὶν, οἳ καὶ ἐκεῖ κατὰ τὰ ἔθνη εἶχον συναγωγάς· ἴσως δὲ καὶ ἐκεῖ ἔμενον, ἵνα μὴ ἀναγκάζωνται συνεχῶς ἀποδημεῖν.

Λιβερτῖνοι δὲ οἱ Ῥωμαίων ἀπελεύθεροι οὕτω καλοῦνται. Ὥσπερ δὲ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι. Σὺ δέ μοι σκόπει, πῶς καὶ οὗτος ἀναγκαζόμενος διδάσκειν ἐπιχειρεῖ, κἀκεῖνοι πάλιν διὰ τὰ σημεῖα εἰς φθόνον οὐ μόνον κινοῦνται, ἀλλ᾽ ἐπεὶ καὶ λόγῳ ἐκράτει, καὶ ἀφόρητος ἦν αὐτοῖς, ψευδομάρτυρας συνιστῶσιν. Οὐκ ἐβούλοντο γὰρ ἁπλῶς ἀναιρεῖν, ἀλλὰ μετὰ ψήφου, ἵνα καὶ τὴν δόξαν αὐτῶν βλάψωσι· καὶ ἐκείνους ἀφέντες ἐπὶ τούτους ἔρχονται, ὡς ταύτῃ καταπληξόμενοι κἀκείνους· οἳ καὶ οὐκ εἶπον, ὅτι Λαλεῖ, ἀλλ᾽, Οὐ παύεται λαλῶν, αὔξοντες τὴν κατηγορίαν. Συνεκίνησάν τε τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου. Οὐ παύεται, φασὶν, ὡς ἔργον αὐτοῦ ποιουμένου διὰ τούτου δηλοῦντες. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Ἰησοῦς, φασὶν, ὁ Ναζωραῖος, καὶ ὀνειδιστικῶς, καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη. Τοῦτο καὶ τοῦ Χριστοῦ κατηγοροῦντες ἔλεγον· Ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ.

Πολλὴ γὰρ ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις, περί τε τὸ ὄνομα Μωϋσέως. Καὶ ὅρα, πῶς διπλῆ ἡ κατηγορία.

Καταλύσει, φασὶ, τὸν τόπον, καὶ ἀλλάξει τὰ ἔθη Οὐ μόνον δὲ διπλῆ, ἀλλὰ καὶ πικρὰ, καὶ κινδύνων γέμουσα. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντας βαθμῷ λάμπειν. Τί γὰρ, εἰπέ μοι, τῶν ἀποστόλων οὗτος ἔλαττον ἔσχεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐ πολλὴν ἐπεδείξατο τὴν παῤῥησίαν;

Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, φησί. Τοῦτο ἄρα ἡ χάρις ἦν, τοῦτο καὶ ἡ δόξα Μωϋσέως ἦν. Ἐπίχαριν δὲ αὐτὸν δοκεῖ μοι ποιῆσαι τὸν Θεὸν, τάχα ἐπεὶ ἔμελλέ τινα ἐρεῖν, καὶ ἵνα εὐθέως τῇ προσόψει καταπλήξῃ αὐτούς. Ἔστι γὰρ, ἔστι καὶ πρόσωπα χάριτος γέμοντα πνευματικῆς, ἐπέραστα τοῖς ποθοῦσιν εἶναι, καὶ αἰδέσιμα τοῖς μισοῦσι καὶ φοβερά. Ἢ καὶ ὡς αἰτίαν τοῦτο εἶπε, δι᾽ ἢν ἠνέσχοντο τῆς δημηγορίας αὐτοῦ. Τί δαὶ ὁ ἀρχιερεύς;

Εἰ ἄρα, φησὶ, ταῦτα οὕτως ἔχει; Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας ἡ ἐρώτησις, καὶ οὐδὲν τέως φορτικὸν ἔχουσα; Διὰ τοῦτο Καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καί φησιν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι᾽ ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος, καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει. Ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν καὶ ἀποδεικνύουσαν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω.

βʹ. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραὰμ, καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν. Καὶ τί δήποτε ἀρχόμενος τὸν Θεὸν, τῆς δόξης Θεὸν ἐκάλεσεν; Ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε· καὶ ἵνα διδάξῃ, ὅτι εἰ ἐκείνους ἐδόξασε, πολλῷ μᾶλλον αὐτούς. Ὁρᾷς, πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν, καὶ ἀπὸ τοῦ τόπου πρῶτον, ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν; Ὁ Θεὸς τῆς δόξης.

Εἰ δόξης Θεὸς, εὔδηλον, ὅτι οὐ δεῖται τῆς παρ᾽ ἡμῶν δόξης, οὐδὲ τῆς διὰ τοῦ ναοῦ· αὐτὸς γάρ ἐστιν ἡ τῆς δόξης πηγή. Μὴ τοίνυν νομίσητε ταύτῃ δοξάζειν αὐτόν. Καὶ πῶς, φησὶν, ἡ Γραφὴ τοῦτο λέγει περὶ τοῦ πατρὸς Ἀβραάμ; Ὅτι οὐκ ἔστι πρὸς τὰ μὴ σφόδρα ἀναγκαῖα περιττή. Ὃ μὲν γὰρ ἦν χρήσιμον μαθεῖν, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι ἀπὸ τῆς ὄψεως τοῦ υἱοῦ συνεξῆλθεν αὐτῷ· τὸ δὲ πλέον τούτου παρέλιπεν ἀδιήγητον, διὰ τὸ θᾶττον ἀποθανεῖν μετὰ τὸ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν· Ἔξελθε ἐκ τῆς συγγενείας σου. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραάμ. Πῶς; Ὅτι ἐκεῖνος πειθήνιος ἦν, οὗτοι δὲ ἀπειθεῖς· μᾶλλον δὲ ἐξ ὧν ποιεῖ κελευόμενος μανθάνομεν, ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, οὗτοι δὲ τοὺς καρποὺς δρέπονται, καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχίᾳ. Καὶ ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαῤῥάν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός. Ὅρα, πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει. Οὐ γὰρ εἶπεν, Δώσει, ἀλλ᾽, Οὐκ ἔδωκε, δηλῶν, ὅτι πάντα παρ᾽ ἐκείνου καὶ οὐδὲν παρ᾽ αὐτῶν. Ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα. Διὰ τί οὖν οὐκ ἔδωκεν; Ὅτι τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν αὐτῷ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει;

Οὐκ ἔδωκεν αὐτῷ, φησί. Καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου. Πάλιν τὸ δυνατὸν ἐντεῦθεν δείκνυται τοῦ Θεοῦ καὶ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν. Τὸν γὰρ ἐν Περσίδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα.

Ἀτενίσαντες εἰς αὐτὸν, φησὶν, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Πόθεν ἡ χάρις τῷ Στεφάνῳ ἐπήνθει; ἆρ᾽ οὐκ ἀπὸ τῆς πίστεως; Εὔδηλον ὅτι· ἐμαρτύρησε γὰρ αὐτῷ ἄνω, ὅτι πλήρης πίστεως ἦν. Ἔστι δὲ χάριν ἔχειν καὶ οὐκ ἐν ἰάσεσι· διὸ καὶ ὁ Ἀπόστολος, ᾯ μὲν χάρις δίδοται, φησὶν, ἰαμάτων, ἄλλῳ δὲ λόγος σοφίας. Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐπίχαριν αὐτὸν εἶναι αἰνίττεσθαι τῷ λέγειν· Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου· ὃ καὶ Βαρνάβας μαρτυρεῖται. Ὅθεν τοὺς ἀπλάστους τε καὶ ἀπονήρους μάλιστα ἴσμεν θαυμαζομένους, καὶ τούτους μᾶλλον ἐπιχάριτας ὄντας. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα. Ἐπὶ μὲν τῶν ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπέῤῥει· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο. Ὢ τῆς ἀνοίας! ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο, καὶ τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων (ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν), καὶ ἀεὶ εἰς λόγους αὑτοὺς ἐνέβαλλον.

Ἁρπάσαι γὰρ αὐτοὺς ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ ὅρα, πῶς οὐδὲ αὐτοὶ οἱ δικάζοντες μαρτυροῦσιν· ἠλέγχθησαν γὰρ ἄν· ἀλλ᾽ ἁπλῶς ἑτέρους μισθοῦνται, ἵνα μὴ δόξῃ ἐπηρείας εἶναι τὸ πρᾶγμα. Τὸ αὐτὸ γεγονὸς ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ.

Εἶδες τοῦ κηρύγματος τὴν δύναμιν, καὶ πῶς οὐχὶ μαστιζομένων μόνον, ἀλλὰ καὶ λιθαζομένων κρατεῖ, οὐδὲ εἰς δικαστήριον ἀγομένων, ἀλλὰ καὶ ἐλαυνομένων πάντοθεν; Ἐντεῦθεν, καὶ ψευδομαρτυρούντων αὐτῶν, οὐ μόνον οὐκ ἐκράτουν, ἀλλ᾽ οὐδὲ ἀντιστῆναι ἴσχυον, καίτοι σφόδρα ἀναίσχυντοι ὄντες· οὕτως αὐτοὺς κατὰ κράτος εἷλε, καὶ ταῦτα πολλὰ πράττοντας ἀπίθανα (ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ), οἳ καὶ πάντα πρὸς θάνατον ἔπραττον τὸν αὐτοῦ, ὡς λοιπὸν δῆλον γενέσθαι πᾶσιν, ὅτι οὐκ ἦν ἀνθρωπίνη ἡ μάχη, ἀλλὰ Θεοῦ πρὸς ἀνθρώπους. Σκόπει δὲ καὶ τί φασιν οἱ συστάντες ψευδομάρτυρες ὑπὸ τῶν φονικῶς συναρπασάντων αὐτὸν εἰς τὸ συνέδριον. Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν. Ὦ ἀναίσχυντοι· πράγματα ποιεῖτε βλάσφημα εἰς τὸν Θεὸν, καὶ οὐ φροντίζετε· καὶ Μωσέως φροντίζειν προσποιεῖσθε; Διὰ τοῦτο πρόσκειται Μωσῆς, ἐπειδὴ τὰ τοῦ Θεοῦ οὐ σφόδρα αὐτοῖς ἔμελε, καὶ ἄνω καὶ κάτω Μωσέως μέμνηνται, Ὁ Μωσῆς, λέγοντες, οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς, τὸ εὐρίπιστον τοῦ ὄχλου ἀνερεθίζοντες. Καίτοι πῶς ἄνθρωπος βλάσφημος ἂν περιεγένετο; πῶς δὲ καὶ ὁ οὕτω βλάσφημος σημεῖα ἐποίει τοιαῦτα ἐν τῷ λαῷ; Ἀλλὰ τοιοῦτον ἡ βασκανία, ἔκφρονας τοὺς ἁλόντας ποιοῦσα, ὡς μηδὲ ἃ φθέγγονται συνορᾷν.

Ἀκηκόαμεν αὐτοῦ, φασὶ, λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν· καὶ πάλιν, Οὗτος ὁ ἄνθρωπος οὐ παύεται ῥήματα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου, καὶ μετὰ προσθήκης, Ἃ παρέδωκεν ἡμῖν Μωσῆς· οὐκέτι ὁ Θεός.

γʹ. Ὁρᾷς, πῶς ἐπὶ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγοροῦσιν; Ὅτι δὲ οὐκ ἦν τοῦ τοιούτου τοιαῦτα λέγειν καὶ θρασέως, παντί που δῆλον· οὕτως ἥμερος καὶ ἀπὸ τοῦ προσώπου ἦν. Ἔνθα μὲν οὖν οὐκ ἐσυκοφαντοῦντο, οὐδὲν τοιοῦτόν φησιν ἡ Γραφή· ἐπεὶ δὲ τὸ πᾶν ἐνταῦθα συκοφαντία ἐστὶν, εἰκότως αὐτὴν διορθοῦται ὁ Θεὸς καὶ δι᾽ αὐτῆς τῆς ὄψεως. Ἄρα οἱ ἀπόστολοι οὐκ ἐσυκοφαντοῦντο, ἀλλ᾽ ἐκωλύοντο· οὗτος δὲ συκοφαντεῖται· διά τοι τοῦτο καὶ πρὸ πάντων ἡ ὄψις ἀπολογεῖται. Τάχα τοῦτο καὶ τὸν ἱερέα ἐνέτρεψεν.

Εἰπὼν δὲ, ὅτι Ἐπηγγείλατο, δείκνυσι τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγενημένην, πρὸ τῆς περιτομῆς, πρὸ θυσίας, πρὸ τοῦ ναοῦ, καὶ ὅτι οὐ κατ᾽ ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνης μισθὸς ἦν ἡ γῆ. Ἀλλ᾽ οὐδὲ τῆς περιτομῆς δοθείσης, ἡ ἐπαγγελία πληροῦται. Καὶ ὅτι τύποι ἦσαν, καὶ τὸ τὴν πατρίδα ἀφεῖναι, τοῦ Θεοῦ κελεύσαντος, καὶ συγγένειαν (ἐκείνη γὰρ πατρὶς, ἔνθα ἂν ἡγῆται Θεὸς), καὶ τὸ κληρονομίαν ἐνταῦθα μὴ λαβεῖν· καὶ ὅτι, εἴ τις ἀκριβῶς ἐξετάζοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι χωρὶς σημείων πείθεσθαι δεῖ τῷ Θεῷ λέγοντι, κἂν δεινά τινα συμβαίνῃ· ἐπεὶ καὶ ὁ πατριάρχης καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ. Εἰ δὲ ὁ τούτου πατὴρ οὐκ ἐκοινώνησεν αὐτῷ τῆς ἐπὶ Παλαιστίνην ἀποδημίας, τῷ ἄπιστος εἶναι· πολλῷ μᾶλλον τὰ παιδία οὐ κοινωνήσουσι, κἂν ἐπὶ πολὺ ἔλθωσι τῆς ὁδοῦ, τὴν τοῦ πατρὸς μὴ ζηλώσαντα ἀρετήν. Καὶ ἐπηγγείλατο αὐτὴν δοῦναι αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ, φησὶ, μετ᾽ αὐτόν. Πολλὴ ἐνταῦθα καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία δείκνυται, καὶ τοῦ Ἀβραὰμ ἡ πίστις. Τὸ γὰρ, Οὐκ ὄντος αὐτῷ τέκνου, πείθεσθαι, τοῦτο δείκνυσι καὶ τὴν ὑπακοὴν καὶ τὴν πίστιν· καίτοι γε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον, μετὰ τὸ ἐλθεῖν οὐκ εἶχε βῆμα ποδὸς, παῖδα οὐκ εἶχεν, ἅπερ ἐναντία ἦν τῇ πίστει.

Ταῦτα δὴ κατανοοῦντες καὶ ἡμεῖς, ἅπερ ἂν ἐπαγγέλληται ὁ Θεὸς, δεχώμεθα, κἄν που ἐναντία ᾖ τὰ γινόμενα· καίτοι ἐφ᾽ ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα. Ἔνθα μὲν γὰρ ἂν ὦσιν ὑποσχέσεις, ὅταν τὰ ἐναντία γένηται, ἐναντία ἐστὶν ὄντως· ἐφ᾽ ἡμῶν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν. Τί συγχέομεν τοὺς καιρούς; τί τὰ ἄνω κάτω ποιοῦμεν; Θλίβῃ, εἰπέ μοι, ὅτι ἐν πενίᾳ διάγεις, καὶ θορυβῇ διὰ τοῦτο; Μὴ θορυβοῦ· θορύβου γὰρ ἄξιον, εἰ ἐκεῖ μέλλοις θλίβεσθαι· αὕτη γὰρ ἡ θλῖψις, ἀνέσεως αἰτία. Ἡ ἀσθένεια αὕτη, φησὶν, οὐκ ἔστι πρὸς θάνατον. Ἐκείνη ἡ θλῖψις, κόλασις· αὕτη, παιδεία καὶ διόρθωσις. Ἀγών ἐστιν ὁ παρὼν καιρός· οὐκοῦν τοῦ πυκτεύειν χρεία· πόλεμός ἐστι καὶ μάχη. Οὐδεὶς ἐν πολέμῳ ζητεῖ ἄνεσιν, οὐδεὶς ἐν πολέμῳ ζητεῖ τρυφὴν, οὐδεὶς ὑπὲρ χρημάτων μεριμνᾷ, ὑπὲρ γυναικὸς οὐδεὶς φροντίζει, ἀλλ᾽ εἰς ἓν ὁρᾷ μόνον, ὅπως περιγένοιτο τῶν ἐχθρῶν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· καὶ ἂν περιγενώμεθα καὶ ἐπανέλθωμεν μετὰ τροπαίων, πάντα ἡμῖν ὁ Θεὸς δώσει.

Τοῦτο μόνον ἡμῖν σπουδαζέσθω, πῶς περιγενώμεθα τοῦ διαβόλου· μᾶλλον δὲ οὐ τῆς ἡμετέρας τὸ πρᾶγμα σπουδῆς, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὸ πᾶν. Ἓν ἡμῖν σπουδαζέσθω, ὅπως ἐπισπασώμεθα αὐτοῦ τὴν χάριν, ὅπως ἑλκύσωμεν πρὸς ἑαυτοὺς τὴν ῥοπὴν ἐκείνην. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν, φησίν; Ἓν μόνον σπουδάζωμεν, ὅπως οὗτος ἡμῖν μὴ ἐχθρὸς γένηται, ὅπως ἡμᾶς μὴ ἀποστραφῇ.

δʹ. Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κακόν. Ἡ χαλεπὴ θλῖψις τοῦτό ἐστι, κἂν ἐν τρυφῇ διάγωμεν· οὐ λέγω ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ ἐν τῷ παρόντι. Πῶς γὰρ οἴει τὸ συνειδὸς ἡμῶν δάκνεσθαι; ποίας βασάνου οὐκ εἶναι χεῖρον; Ἐβουλόμην μετὰ ἀκριβείας ἐρωτῆσαι τοὺς ἐν τοῖς κακοῖς ζῶντας, εἰ μηδέποτε εἰς ἔννοιαν ἔρχονται τῶν οἰκείων ἁμαρτημάτων, εἰ μὴ τρέμουσιν, εἰ μὴ δεδοίκασιν, εἰ μὴ ὀδυνῶνται, εἰ μὴ μακαρίζουσι τοὺς ἐν νηστείᾳ, τοὺς ἐν ὄρεσι, τοὺς ἐν φιλοσοφίᾳ ζῶντας Βούλει ἄνεσιν εὑρεῖν ἐκεῖ; Θλίβηθι ἐνταῦθα διὰ τὸν Χριστόν· οὐδὲν ταύτης τῆς ἀνέσεως ἴσον. Ἔχαιρον οἱ ἀπόστολοι μαστιζόμενοι.

Παῦλος τοῦτο παραινεῖ λέγων· Χαίρετε ἐν Κυρίῳ. Καὶ πῶς ἔνι χαίρειν, φησὶν ἔνθα δεσμὰ, ἔνθα βάσανοι, ἔνθα δικαστήρια; Μάλιστα ἐνταῦθα χαίρειν ἔνι. Πῶς δὲ ἔνι χαίρειν, ἔνθα ταῦτα, μάνθανε. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς, μέγα πως ἡσθήσεται, ὥστε, ὅσῳ ἂν εἴπῃς τὴν θλῖψιν, τοσούτῳ λέγεις τὴν ἡδονήν.

Εἰπὲ γάρ μοι, ὁ μυρία τραύματα λαβὼν στρατιώτης καὶ ἐπανιὼν, ἆρ᾽ οὐχὶ μετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, παῤῥησίας ὑπόθεσιν ἔχων τὰ τραύματα, λαμπρότητός τε καὶ εὐδοκιμήσεως; Καὶ σὺ ἂν δυνηθῇς ῥῆξαι τὴν φωνὴν ἐκείνην, ἣν Παῦλος, ὅτι Τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζω, δυνήσῃ μέγας γενέσθαι καὶ λαμπρὸς καὶ εὐδόκιμος. Ἀλλ᾽ οὐκ ἔστι διωγμός;

Στῆθι πρὸς δόξαν· κἂν εἴπῃ τις ἐναντίον τι, μὴ φοβηθῇς ἀκοῦσαι κακῶς διὰ Χριστόν· στῆθι πρὸς τύφου τυραννίδα, στῆθι πρὸς θυμοῦ μάχην, στῆθι πρὸς ἐπιθυμίας βάσανον. Καὶ ταῦτα στίγματά ἐστι, καὶ αὗται βάσανοι. Εἰπὲ γάρ μοι, τί τὸ δεινότατον τῶν βασάνων; ἆρ᾽ οὐχ ὅτι ἡ ψυχὴ ἀλγεῖ καὶ καίεται; Ἐκεῖ μὲν γὰρ κἂν τὸ σῶμα μερίζεται· ἐνταῦθα δὲ τὸ πᾶν αὐτῆς ἐστι. Περὶ αὐτὴν ἡ ὀδύνη, ὅταν ὀργίζηται, ὅταν βασκαίνῃ, ὅταν τι τοιοῦτον ποιῇ, μᾶλλον δὲ ὅταν πάσχῃ. Οὐ γὰρ ποιεῖν τοῦτό ἐστιν, ἀλλὰ πάσχειν, τὸ ὀργίζεσθαι, τὸ φθόνον ἔχειν· διὰ τοῦτο καὶ πάθη καλεῖται ψυχῆς, καὶ τραύματα, καὶ ὠτειλαί. Ὄντως γὰρ πάθος ἐστὶ, καὶ πάθους χαλεπώτερον.

Ἐννοήσατε, οἱ ὀργιζόμενοι, ὅτι πάθει ταῦτα ποιεῖτε. Οὐκοῦν ὁ μὴ ὀργιζόμενος οὐ πάσχει, Ὁρᾷς, ὅτι ὁ ὑβριζόμενος οὐ πάσχει, ἀλλ᾽ ὁ ὑβρίζων, ὅπερ ἔφην καὶ ἤδη; Ὅτι γὰρ πάσχει, δῆλον μὲν καὶ ἀπὸ τοῦ πάθος καλεῖσθαι τὸ τοιοῦτον, δῆλον δὲ καὶ ἐκ τοῦ σώματος· ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀμβλυωπία, παραπληξία, καὶ μυρία ἕτερα.

Ἀλλὰ τὸν παῖδα ὕβρισε, φησὶν, ἀλλὰ τὸν οἰκέτην. Μὴ νομίσῃς εἶναι ἀσθένειαν τὸ μὴ καὶ αὐτὸς τοῦτο ποιῆσαι. Εἰπὲ γάρ μοι, καλῶς γέγονεν; Οὐκ οἶμαι εἰπεῖν· οὐκοῦν μὴ ποιήσῃς τὸ μὴ καλῶς γινόμενον. Οἶδα οἷαι ἐν τοῖς τοιούτοις αἱ ὀργαὶ τίκτονται. Τί οὖν, ἂν καταφρονῇ, φησὶν, ἂν πάλιν εἴπῃ; Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· πραότητι ὀργὴ λύεται· προσελθὼν ἐγκάλεσον. Ὑπὲρ μὲν γὰρ τῶν εἰς ἡμᾶς οὐδὲ τοῦτο ποιεῖν χρὴ, ὑπὲρ δὲ τῶν ἄλλων, καὶ ἀνάγκη τοῦτο δὴ ποιεῖν. Μὴ ἰδίαν ὕβριν νομίσῃς τὸ τὸν παῖδα ὑβρισθῆναι· κἂν ἀλγῇς ὑπὲρ ἐκείνου, μὴ ὡς αὐτὸς ὑβρισθείς· οὐ γὰρ ἐπειδὴ ὁ παῖς κακῶς ἔπαθεν, ὑβρίσθης σὺ, ἀλλ᾽ ὁ ποιήσας κακῶς. Σβέσον τὴν μάχαιραν τὴν ὀξεῖαν, ἐν τῇ θήκῃ κείσθω. Ἂν ἔχωμεν αὐτὴν γυμνὴν, πολλάκις καὶ οὐκ ὄντος καιροῦ χρησόμεθα, ἐφελκόμενοι ὑπ᾽ αὐτῆς· ἂν δὲ ᾖ κεκρυμμένη, κἂν χρεία γένηται, σβεσθήσεται ἡ ὀργή. Ὑπὲρ αὑτοῦ οὐ βούλεται ἡμᾶς ὀργίζεσθαι ὁ Χριστὸς (ἄκουσον γὰρ τί φησι πρὸς τὸν Πέτρον· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην)· καὶ σὺ ὑπὲρ παιδὸς ὀργίζῃ;

Δίδαξον καὶ τὸν παῖδα φιλοσοφεῖν· εἰπὲ αὐτῷ τὰ τοῦ Δεσπότου παθήματα· μίμησαί σου τὸν Διδάσκαλον. Ὅτε ἔμελλον καὶ αὐτοὶ ἀτιμάζεσθαι, οὐκ εἶπεν, ὅτι Ἐκδικήσω· ἀλλὰ τί; Ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.

Οὐκοῦν φέρετε γενναίως· οὐ γὰρ ἐμοῦ βελτίους ὑμεῖς. Ταῦτα καὶ σὺ πρὸς τὸν υἱὸν καὶ τὸν παῖδα εἰπέ· Οὐκ εἶ τοῦ Δεσπότου σου βελτίων. Ἀλλὰ χήρας εἶναι δοκεῖ τὰ ῥήματα τῆς φιλοσοφίας. Οἴμοι, ὅτι λόγῳ παραστῆσαι οὐκ ἔνι, ὡς ὑπὸ τῆς πείρας αὐτῆς διδαχθῆναι ἔνεστι. Καὶ ἵνα μάθῃς, ἐν μέσῳ δύο ἑστὼς διαμαχομένων, γενοῦ τῆς μερίδος τῶν ἀδικουμένων, καὶ μὴ τῶν ἀδικούντων, ἂν μὴ παρὰ σαυτῷ τὰ νικητήρια ἴδῃς, ἂν μὴ λαμπροὺς λάβῃς στεφάνους. Ὅρα, πῶς ὑβρίζεται ὁ Θεὸς, καὶ πῶς ἀποκρίνεται πράως καὶ ἡμέρως. Ποῦ ἔστι, φησὶν, Ἄβελ ὁ ἀδελφός σου; Καὶ τί ἐκεῖνος; Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Τί αὐθαδέστερον τούτου; κἂν παρά γε υἱοῦ ἤκουσεν ἄν τις; εἰ γὰρ παρὰ ἀδελφοῦ, οὐχ ὕβριν ἂν ἡγήσατο τὸ πρᾶγμα; Ἀλλ᾽ ὁ Θεὸς πάλιν ἡμέρως ἀποκρίνεται· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου, φησὶ, βοᾷ πρός με. Ἀλλ᾽ ὁ Θεὸς ἀνώτερός ἐστιν ὀργῆς, φησίν. Ἀλλὰ διὰ τοῦτο κατῆλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα σὲ θεὸν ποιήσῃ κατὰ δύναμιν τὴν ἀνθρωπίνην.

Ἀλλ᾽ οὐ δύναμαι, φησὶν, ἄνθρωπος ὤν. Οὐκοῦν φέρε ἀνθρώπους σοι παραγάγωμεν. Καὶ μή με νομίσῃς Παῦλον ἐρεῖν μηδὲ Πέτρον, ἀλλά τινας τῶν ἐλαττόνων καὶ σφόδρα κατωτέρω. Τὸ παιδάριον Ἠλεὶ τὴν Ἄνναν ὕβρισε λέγον· Περιελοῦ τὸν οἶνόν σου. Τί τούτου ὑβριστικώτερον; Τί οὖν ἐκείνη; Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι. Οὐδὲν ὄντως θλίψεως ἴσον· φιλοσοφίας μήτηρ ἐστίν. Ἡ αὐτὴ δὲ αὕτη καὶ τὴν ἀντίζηλον αὐτῆς ἔχουσα, οὐχ ὕβρισεν αὐτήν· ἀλλὰ τί; Πρὸς τὸν Θεὸν καταφεύγει, καὶ εὐχομένη οὐδὲ μέμνηται αὐτῆς, οὐδὲ λέγει, Ἐπειδὴ ὀνειδίζει με ἡ δεῖνα, ἐπάμυνόν μοι· οὕτω φιλόσοφος ἦν ἡ γυνὴ (αἰσχυνθῶμεν οἱ ἄνδρες)· καίτοι ἴστε, ὅτι ζήλου ἴσον οὐδέν.

εʹ. Ὁ τελώνης ὑβρισθεὶς παρὰ τοῦ Φαρισαίου, οὐκ ἀνθύβρισε, καίτοι γε, εἰ ἐβούλετο, ἠδύνατο· ἀλλὰ φιλοσόφως ἤνεγκε λέγων· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ὁ Μεμφιβάαλ ὑπὸ τοῦ δούλου κατηγορηθεὶς καὶ συκοφαντηθεὶς, οὐδὲν οὔτε εἶπεν, οὔτε ἔπραξεν εἰς αὐτόν τι πονηρὸν, οὐδὲ ἐπὶ τοῦ βασιλέως αὐτοῦ.

Βούλει καὶ πόρνης ἀκοῦσαι φιλοσοφίαν; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος, ἡνίκα ταῖς θριξὶν αὐτῆς τοὺς πόδας ἀπέμασσε· Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν. Εἶδες αὐτὴν ἑστῶσαν καὶ δακρύουσαν, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἀπολουομένην;

Ὅρα, πῶς καὶ πρὸς τὸν Φαρισαῖον οὐκ ὠργίσθη ὀνειδιζομένη· εἰ ᾔδει γὰρ, φησὶν, ὅτι ἁμαρτωλός ἐστιν αὕτη ἡ γυνὴ, οὐκ ἂν εἴασεν αὐτήν. Καὶ οὐκ εἶπε πρὸς αὐτόν· Τί γάρ; εἰπέ μοι· σὺ καθαρὸς ἀπὸ ἁμαρτημάτων εἶ; ἀλλὰ πλέον ἔπασχε, πλέον ὠδύρετο καὶ θερμότερα τὰ δάκρυα ἠφίει. Εἰ δὲ γυναῖκες καὶ τελῶναι καὶ πόρναι φιλοσοφοῦσι, καὶ ταῦτα πρὸ τῆς χάριτος, τίνος ἐσόμεθα ἡμεῖς ἄξιοι συγγνώμης, μετὰ τὴν τοσαύτην χάριν θηρίων μᾶλλον ἐκπολεμούμενοι, δάκνοντες καὶ λακτίζοντες;

Οὐδὲν αἰσχρότερον θυμοῦ, οὐδὲν ἀτιμότερον, οὐδὲν δεινότερον, οὐδὲν ἀηδέστερον, οὐδὲν βλαβερώτερον. Ταῦτα λέγω, οὐχ ἵνα πρὸς ἄνδρας ὦμεν ἥμεροι μόνον, ἀλλὰ κἂν γυνὴ λάλος ᾖ, ἵνα φέρῃς· ἔστω σοι παλαίστρα καὶ γυμνάσιον ἡ γυνή. Πῶς γὰρ οὐκ ἄτοπον, γυμνάσια μὲν ἀναδέχεσθαι οὐδὲν κέρδος ἔχοντα, ἔνθα θλίβομεν τὸ σῶμα· γυμνάσια δὲ μὴ ποιεῖν οἴκαδε, καὶ πρὸ τῶν ἀγώνων στέφανον ἡμῖν παρέχοντα;

Ὑβρίζει ἡ γυνή; Μὴ γένῃ σὺ γυνή· γυναικῶδες γὰρ τὸ ὑβρίζειν· νόσος ἐστὶ ψυχῆς, ἐλάττωμά ἐστι. Μὴ νομίσῃς ἀνάξιόν σου εἶναι, ὅταν ἡ γυνὴ ὑβρίσῃ. Ἀνάξιον, ὅταν σὺ μὲν ὑβρίζῃς, ἐκείνη δὲ φιλοσοφῇ· τότε ἀσχημονεῖς, τότε ὑβρίσθης· ἂν δὲ ὑβρισθεὶς ἐνέγκῃς, τῆς ἰσχύος τῆς σῆς πολλὴ ἡ ἐπίδειξις.

Οὐ τὰς γυναῖκας ἐνάγων εἰς ὕβρεις, ταῦτα λέγω· μὴ γένοιτο· ἀλλ᾽ εἴ που καὶ συμβαίη κατὰ σατανικὴν περίστασιν, ἵνα φέρητε. Ἀνδρῶν ἐστι τὸ φέρειν τῶν ἰσχυρῶν τοὺς ἀσθενεῖς. Κἂν οἰκέτης ἀντείπῃ, φιλοσόφησον σύ· μὴ, τί ἐκεῖνος ἄξιός ἐστιν ἀκοῦσαι, εἴπῃς ἢ πράξῃς, ἀλλὰ τί δεῖ σε καὶ ποιῆσαι καὶ εἰπεῖν. Μηδέποτε κόρην ὑβρίζων, αἰσχρὸν ῥῆμα ἐκβάλῃς· μηδέποτε οἰκέτην μιαρὸν εἴπῃς. Ἐκεῖνος οὐχ ὑβρίσθη, ἀλλὰ σύ. Οὐκ ἔστιν ἐν ἑαυτῷ εἶναι τὸν ὀργιζόμενον, ὥσπερ οὐδὲ πέλαγος κυμαινόμενον, ἢ πηγὴν μένειν καθαρὰν, βορβόρου ποθὲν ἐμπεσόντος αὐτῇ· οὕτω πάντα ἀναμὶξ, μᾶλλον δὲ οὕτω πάντα ἄνω καὶ κάτω γίνεται. Κἂν τυπτήσῃς, κἂν διαῤῥήξῃς τὸν χιτωνίσκον, σὺ μείζονα τὴν βλάβην ὑπέμεινας· ἐκείνῳ μὲν γὰρ περὶ τὸ σῶμα καὶ περὶ τὴν ἐσθῆτα ἡ πληγὴ, σοὶ δὲ περὶ τὴν ψυχήν. Ἐκείνην διέτεμες, ἐκείνην ἔτρωσας, τὸν ἡνίοχον ἔβαλες ἀπὸ τῶν ἵππων κάτω, ὕπτιον σύρεσθαι παρεσκεύασας· καὶ ταυτὸν γίνεται, οἷον ἐὰν ἡνίοχος ἑτέρῳ ὀργιζόμενος ἕλοιτ᾽ ἂν σύρεσθαι. Κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, κἂν ὁτιοῦν ποιῇς, ὀργῆς χωρὶς καὶ θυμοῦ. Εἰ γὰρ ὁ ἐπιπλήττων ἰατρός ἐστι τοῦ ἁμαρτάνοντος, πῶς ἂν δύναιτο θεραπεῦσαι ἕτερον, ἑαυτὸν πρότερον κακώσας, ἑαυτὸν μὴ θεραπεύων;

Εἴ τις, εἰπέ μοι, ἰατρὸς πορεύοιτο ἕτερον θεραπεύειν, πρότερον τὴν χεῖρα τραυματίσας τὴν ἑαυτοῦ, πρότερον τοὺς ὀφθαλμοὺς πηρώσας, οὕτω ποιεῖται ἐκείνου τὴν ἰατρείαν;

Οὐχὶ, φησίν. Οὕτω καὶ σὺ κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, καθαρὰ βλεπέτωσάν σου οἱ ὀφθαλμοί. Μὴ θολώσῃς τὸν νοῦν, ἐπεὶ πῶς ἡ θεραπεία γενήσεται; Οὐκ ἔστιν ἐν τῇ αὐτῇ γαλήνῃ εἶναι, ἀόργητον ὄντα καὶ ὀργιζόμενον. Τί τὸν διδάσκαλον ἀπὸ τοῦ θρόνου καταστρέψας, οὕτω διαλέγῃ τῷ χαμαὶ κειμένῳ; Οὐχ ὁρᾷς τοὺς δικάζοντας, οἳ ὅταν μέλλωσι κρίνειν, καθέζονται ἐπὶ τοῦ θρόνου, καὶ ἐν σχήματι τῷ προσήκοντι;

Οὕτω καὶ σὺ ποίησον· κόσμησον τὴν ψυχὴν ἐσθῆτι δικαστικῇ (αὕτη δέ ἐστιν ἡ ἐπιείκεια), καὶ τότε ἐπὶ τοῦ θρόνου δικαστὴς κάθισον. Ἀλλ᾽ οὐ φοβηθήσεται, φησί. Μᾶλλον φοβηθήσεται Τότε κἂν δίκαια λέγῃς, τῷ θυμῷ λογιεῖται ὁ οἰκέτης· ἂν δὲ μετὰ ἐπιεικείας, ἑαυτοῦ καταγνώσεται, τὸ δὲ προηγούμενον, ἀποδέξεταί σε ὁ Θεὸς, καὶ οὕτω δυνήσῃ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιϛʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.

αʹ. Ὅρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία καὶ ὁ τῆς ἐπαγγελίας τρόπος, καὶ οὐδαμοῦ θυσία, οὐδαμοῦ περιτομή. Ἐνταῦθα δείκνυσιν, ὅτι αὐτὸς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καὶ ὅτι οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός. Ὁρᾷς; ὁ ἐπαγγειλάμενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν, εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλ᾽ ἀφίησιν ἐγγυμνάζεσθαι τοῖς πειρασμοῖς. Εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἡ ἐλευθερία, τί θαυμαστὸν, ἐπὶ τῆς βασιλείας εἰ τὸ αὐτὸ γίνεται; Ὅμως γοῦν ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος ὡς ψευδῆ ἐλέγξαι τὸν λόγον, καίτοι οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν. Οὐ μὴν οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων ἔστη, ἀλλὰ καὶ αὐτοῖς χρηστὰ ἐπαγγέλλεται. Ἐμοὶ δὲ δοκεῖ διὰ τούτων αὐτοὺς καὶ ἀναμιμνήσκειν τῆς εὐεργεσίας, ἧς ἔτυχον. Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς, καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ. Ἐνταῦθα λοιπὸν καθυφίησι. Καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε· καὶ γὰρ αὐτοῦ τύπος ὁ Ἰωσήφ· διὸ καὶ αἰνιττόμενος, τὴν ἱστορίαν δι᾽ ὅλου ἐπέξεισιν. Οὐδὲν γὰρ ἔχοντες ἐγκαλεῖν, ἀλλ᾽ ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν, κακῶς διέθηκαν.

Καὶ ὅρα, ὅτι καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ, καὶ ὅμως τέλος λαμβάνει. Καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ· τοῦτο καὶ ὑπὲρ αὐτῶν. Καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰδότες συνέπραττον τῇ προφητείᾳ, καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγίνοντο, καὶ τὰ κακὰ εἰς αὐτοὺς περιετρέπετο. Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἔναντι Φαραὼ βασιλέως Αἰγύπτου.

Χάριν ἔδωκε, καὶ ταῦτα ἐπὶ βαρβάρου ἀνδρὸς, τῷ δούλῳ καὶ αἰχμαλώτῳ· ὃν οἱ μὲν ἀδελφοὶ ἀπέδοντο, ἐκεῖνος δὲ ἐτίμησεν. Ἐγένετο δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ. Κατῆλθον ὠνησόμενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατέστησαν. Τί οὖν αὐτός; Οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ Φαραὼ ἐγνώρισε, καὶ αὐτοὺς κατήγαγε. Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. Ἀποστείλας δὲ Ἰωσὴφ, μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ, καὶ πᾶσαν τὴν συγγένειαν ἐν ἑβδομήκοντα καὶ πέντε ψυχαῖς. Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν. Καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ. Καθὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας, ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Πάλιν ἄλλη ἀνελπιστία· πρώτη μὲν ὁ λιμὸς, δευτέρα τὸ ἐμπεσεῖν εἰς χεῖρας τοῦ ἀδελφοῦ, καὶ τρίτη τὸ ἀναιρεῖσθαι ψῆφον δοθῆναι ὑπὸ τοῦ βασιλέως· καὶ ὅμως διεσώθησαν τούτων ἁπάντων.

Εἶτα τὸ εὐμήχανον δεικνὺς τοῦ Θεοῦ, φησίν· Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Εἰ ἐκεῖνο θαυμαστὸν, ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἀλλὰ τοῦτο θαυμαστότερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαιρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι.

Ὁρᾷς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν; Καίτοι οὐκ ἔστιν ἴσον αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ ἀπὸ προαιρέσεως ἀνθρωπίνης τι γενέσθαι. Ταῦτα γοῦν οὐκ ἀπὸ προαιρέσεως ἀνθρωπίνης ἦν. Καὶ ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ. Τοῦτο εἶπε, κἀκεῖνον σωτῆρα καὶ τούτους περὶ τὸν εὐεργέτην ἀγνώμονας δεικνύς. Καθάπερ οὖν τότε ὑπὸ τοῦ κακῶς παθόντος τοῦ Ἰωσὴφ ἐσώθησαν· οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, τοῦ Μωϋσέως λέγω. Τί γὰρ, εἰ μὴ ἀνεῖλον αὐτὸν τῷ πράγματι;

Τῷ λόγῳ ἀνεῖλον ὥσπερ κἀκεῖνοι. Καὶ ἐκεῖνοι μὲν ἐκ τῆς αὐτῶν εἰς ἀλλοδαπὴν καὶ ξένην ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι· καὶ ἐκεῖ μὲν τροφὴν ἀποφέροντα, ἐνταῦθα δὲ συμβουλεύοντα δι᾽ ὧν ἔσονται μετὰ Θεοῦ. Οὕτως ἀληθὲς καὶ ἐκ τῶν νῦν οἰκονομουμένων ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον, ὅτι Ἐὰν ᾖ ἐκ τοῦ Θεοῦ, οὐ δύνασθε καταλῦσαι αὐτό. Σὺ δὲ τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους μανθάνων, ἐκπλάγηθι τοῦ Θεοῦ τὸ εὐμήχανον καὶ τὴν σύνεσιν· εἰ μὴ γὰρ ἐκεῖνοι ἐπεβουλεύθησαν, οὐκ ἂν οὗτοι ἐσώζοντο. Λιμὸς ἦν, καὶ οὐκ ἀνάλωσεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δι᾽ ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπολωλέναι. Πρόσταγμα βασιλικὸν, καὶ οὐκ ἠφάνισεν αὐτούς· ἀλλὰ τότε μᾶλλον ηὔξετο τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς. Τὸν σωτῆρα αὐτῶν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν.

βʹ. Ὁρᾷς, ὅτι δι᾽ ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, διὰ τούτων ηὔξετο; Τοῦτο καὶ αὐτοὺς ἥρμοττε τότε εἰπεῖν, ὅτι εὐμήχανός ἐστιν ὁ Θεὸς καὶ ἀναγαγεῖν ἡμᾶς δυνατὸς ἐντεῦθεν. Τὸ γὰρ εὐμήχανον τοῦ Θεοῦ μάλιστα τοῦτο [ἦν], ὅτι καὶ ἐν τῇ ἀποστροφῇ ηὔξετο τὸ ἔθνος, δουλούμενον, καὶ κακούμενον, καὶ ἀναιρούμενον. Τὸ μέγα τῆς ἐπαγγελίας τοῦτό ἐστιν. Εἰ γὰρ ἐπὶ τῆς αὐτῶν ηὔξετο, οὐχ οὕτω θαυμαστὸν ἦν. Καὶ οὐδὲ μικρὸν χρόνον ἐπὶ τῆς ἀλλοτρίας ἦσαν, ἀλλὰ τετρακόσια ἔτη. Ἐντεῦθεν μανθάνομεν, ὡς φιλοσοφίαν ἐπεδείξαντο μεγάλην Καὶ γὰρ οὐχ ὡς δεσπόται δούλοις αὐτοῖς ἐχρῶντο, ἀλλ᾽ ὡς ἐχθροὶ καὶ τύραννοι. Διὸ καὶ προεῖπεν, ὅτι ἐν ἐλευθερίᾳ ἔσονται μεγάλῃ· τοῦτο γάρ ἐστι τὸ, Λατρεύσουσί μοι· καὶ ὅτι ἐνταῦθα ἐπανελεύσονται, καὶ οὐκ ἀτιμωρητί. Καὶ ὅρα, πῶς δοκεῖ μέν τι χαρίζεσθαι τῇ περιτομῇ, οὐδὲν δὲ δίδωσιν· εἴ γε ἡ μὲν ἐπαγγελία πρὸ ταύτης, αὕτη δὲ μετὰ ταῦτα. Καὶ οἱ πατριάρχαι, φησὶ, ζηλώσαντες. Ἔνθα οὐ βλάπτει, χαρίζεται αὐτοῖς. Πατριάρχας δέ φησι τοὺς προγόνους, ἐπειδὴ καὶ ἐν τούτοις μέγα ἐφρόνουν. Ἄλλως δὲ καὶ δείκνυσιν, ὅτι οἱ ἅγιοι οὐχὶ ἐκτὸς ἦσαν θλίψεως, ἀλλὰ καὶ ἐν αὐταῖς ὄντες μέσαις ταῖς θλίψεσι βοηθείας ἐτύγχανον. Οἱ δὲ οὐ μόνον οὐκ ἔλυον, ἀλλὰ καὶ συνέπραττον τοῖς θλίβουσιν, ὀφείλοντες μᾶλλον αὐτὰς διακόπτειν.

Ὥσπερ οὖν οὗτοι τὸν Ἰωσὴφ ἐνδοξότερον ἐποίησαν ἀποδόμενοι, οὕτως ὁ βασιλεὺς τὸν Μωϋσῆν, κελεύσας ἀναιρεῖσθαι τὰ παιδία· εἰ μὴ γὰρ ἐκέλευσεν, οὐκ ἂν τοῦτο ἐγίνετο.

Καὶ σκόπει Θεοῦ κηδεμονίαν. Ἐκεῖνος φυγαδεύει τὸν Μωϋσῆν· ὁ δὲ οὐ κωλύει, τὸ μέλλον οἰκονομῶν, ἵνα ἐκεῖ τῆς ὄψεως τύχῃ ἄξιος γενόμενος. Οὕτω καὶ τὸν δοῦλον τὸν πραθέντα ποιεῖ ἐκεῖ βασιλέα, ἔνθα ἐνομίζετο δοῦλος εἶναι. Ὥσπερ δὲ οὗτος ἐκεῖ βασιλεύει, ἔνθα αὐτὸν ἐπώλησαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῷ θανάτῳ τὴν δύναμιν ἐπιδείκνυται. Τοῦτο οὐχὶ τιμῆς μόνον ἦν, ἀλλὰ καὶ τοῦ θαῤῥεῖν τῇ οἰκείᾳ δυνάμει.

Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. Ὅρα διὰ λιμὸν οἷα κατασκευάζει. Ἐν ἑβδομήκοντα καὶ πέντε ψυχαῖς κατέβη, φησὶν, Ἰακὼβ εἰς Αἴγυπτον. Καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν. Καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ. Δείκνυσιν, ὅτι οὐδὲ μέχρι ταφῆς κύριοι ἦσαν. Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Ὅρα, ὅτι οὐδὲ ἐν τοῖς τοσούτοις ἔτεσιν αὐτοὺς αὔξει, ἀλλ᾽ ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετταρακόσια ἔτη ἦν παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν.

Οὗτος, φησὶ, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι. Κατασοφισάμενος εἶπεν, αἰνιττόμενος τὴν λάθρα ἀναίρεσιν· οὐ γὰρ ἐβούλετο φανερῶς αὐτοὺς ἀναιρεῖν· διὸ καὶ ἐπήγαγε τοῦτο δηλῶν· Ποιεῖν ἔκθετα τὰ βρέφη.

Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου, ἀλλ᾽ ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται. Καὶ ἀνατρέφεται μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.

Ὅτε τοίνυν τὰ ἀνθρώπινα ἀπηλπίσθη καὶ ἔῤῥιψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ οἰκονομία ἐδείχθη διαλάμπουσα. Ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. Οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία, τοσούτων οἰκονομιῶν γενομένων. Καὶ ἀνετράφη ἐν οἴκῳ βαρβαρικῷ. Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις. Ἐμοὶ θαυμάζειν ἐπέρχεται, πῶς τεσσαράκοντα ἔτη ἦν ἐκεῖ, καὶ οὐχ ἑάλω ἐκ τῆς περιτομῆς· μᾶλλον δὲ, πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὑτῶν παρορῶσι καὶ οὗτος καὶ ὁ Ἰωσὴφ, ἵνα καὶ ἑτέρους σώσωσιν. Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο, καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον. Ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.

Ὅρα, πῶς τέως οὐ δοκεῖ φορτικὸς, ἀλλὰ τοσαῦτα δημηγορεῖ, καὶ ἀκούειν ἀνέχονται· οὕτως αὐτοὺς τῇ τοῦ προσώπου χάριτι εἷλεν. Ἐνόμιζε, φησὶ, συνιέναι τοὺς ἀδελφούς. Καίτοι διὰ τῶν ἔργων ἡ προστασία ἐγένετο, καὶ οὐκ ἦν συνέσεως ἐνταῦθα χρεία· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως συνίεσαν. Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας διαλέγεται, καὶ πῶς δείξας τὸν θυμὸν ἐπ᾽ ἐκείνου, δείκνυσι τὸ ἥμερον ἐπὶ τούτου; Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών· Ἄνδρες, ἀδελφοί ἐστε, ἱνατί ἀδικεῖτε ἀλλήλους; Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν, εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;

Ἀπὸ τῆς αὐτῆς γνώμης τὰ αὐτὰ καὶ πρὸς τὸν Χριστὸν φαίνονται λέγοντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Οὕτως ἔθος ἀεὶ ποιεῖν Ἰουδαίοις καὶ εὐεργετουμένοις. Εἶδες ἄνοιαν; τὸν μέλλοντα σώζειν αὐτοὺς διαβάλλουσι, δι᾽ ὧν φασιν, Ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον. Καὶ ἔφυγε Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ· καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιὰμ, οὗ ἐγέννησεν υἱοὺς δύο. Φεύγει, καὶ οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονομίαν, ὥσπερ οὖν οὐδὲ ὁ θάνατος. Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.

γʹ. Ὁρᾷς, πῶς οὐδὲ χρόνῳ διακόπτεται ἡ οἰκονομία; Ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποίηκεν, ὡς καὶ παῖδας ποιῆσαι δύο, ὅτε οὐκέτι προσεδόκησεν ἀναστρέφειν, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται. Τὸν Υἱὸν τοῦ Θεοῦ ἄγγελον καλεῖ, καθάπερ καὶ ἄνθρωπον. Καὶ ποῦ φαίνεται; Ἐν τῇ ἐρήμῳ, οὐκ ἐν ναῷ. Ὁρᾷς, πόσα γίνεται θαύματα, καὶ οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία; Καὶ οὐδὲ ἐνταῦθα ἐν τῇ ἐρήμῳ ἁπλῶς, ἀλλ᾽ ἐν τῇ βάτῳ. Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη. Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Οὐ μόνον ἐνταῦθα δείκνυσιν, ὅτι ὁ ὀφθεὶς αὐτῷ ἄγγελος ἦν ὁ μεγάλης βουλῆς Ἄγγελος· ἀλλὰ δείκνυσι καὶ τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεὸς διὰ τῆς ἐπιφανείας. Ἔντρομος δὲ γενόμενος Μωϋσῆς, οὐκ ἐτόλμα κατανοῆσαι. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπιφανείᾳ καὶ ἐνεργείᾳ τοῦ Χριστοῦ. Πολλῷ θαυμασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐφάνη οὕτως ὁ Θεὸς, οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς. Εἶδες τὴν φιλανθρωπίαν; Ὅρα λοιπὸν καὶ τὴν κηδεμονίαν.

Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, φησὶ, τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς.

Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ δι᾽ εὐεργεσιῶν, καὶ διὰ κολάσεων καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν. Οὕτως ἐντεῦθεν μανθάνομεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεός. Ταῦτα ἀκούοντες, καὶ ἡμεῖς ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν. Καὶ τοῦ στεναγμοῦ γὰρ αὐτῶν, φησὶν, ἤκουσα. Οὐχ ἁπλῶς εἶπεν, Ἤκουσα, ἀλλὰ, διὰ τὰς συμφοράς. Εἰ δέ τις λέγοι, Καὶ τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι οὕτως; ἀκουέτω, ὅτι μάλιστα μὲν οὖν παντὶ δικαίῳ αἱ κακώσεις αἴτιαι μισθῶν γίνονται· ἢ καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκε κακοῦσθαι, ἵνα τὴν αὐτοῦ δύναμιν καὶ ἐντεῦθεν δείξῃ διαλάμπουσαν, κἀκείνους δι᾽ ὧν ἐκακοῦντο εἰς πάντα παιδεύσῃ φιλοσοφεῖν. Ὅρα γοῦν, ὅτε ἦσαν ἐν τῇ ἐρήμῳ, οὐ μόνον ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀλλὰ καὶ ἐγκατέλιπον τὸν Θεόν. Πανταχοῦ γὰρ ἡ ἄνεσις, ἀγαπητὲ, κακόν. Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἵνα τοίνυν ἐκ τῆς πολλῆς κακώσεως εἰς ἄνεσιν ἐλθόντες μὴ ὑβρίσωσι, θλίβεσθαι αὐτοὺς συγχωρεῖ· μέγα γὰρ ἡ θλῖψις ἀγαθόν.

Καὶ ὅτι ἀγαθὸν, ἄκουε τοῦ Δαυῒδ λέγοντος· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι μέγα ἡ θλῖψις, πολλῷ μᾶλλον ἡμῖν. Εἰ βούλεσθε δὲ, καὶ αὐτὴν ἐφ᾽ ἑαυτῆς τὴν θλῖψιν ἐξετάσωμεν. Ἔστω τις χαίρων σφόδρα καὶ γεγηθὼς καὶ διαχεόμενος· τί ἀσχημονέστερον, τί ἀνοητότερον τούτου; Ἔστω τις ἀλγῶν καὶ ἀθυμῶν· τί τούτου φιλοσοφώτερον; Διὰ τοῦτο καὶ ὁ σοφὸς παραινεῖ λέγων· Κρεῖττον εἰς οἰκίαν πένθους εἰσελθεῖν, ἢ εἰς οἰκίαν γέλωτος. Τάχα καὶ διαμωκᾶσθε τὰ λεγόμενα. Πλὴν ἴδωμεν, οἷος ἦν ὁ Ἀδὰμ ἐν παραδείσῳ, καὶ οἷος μετὰ ταῦτα ἦν· οἷος ἦν ὁ Κάϊν πρὸ τούτου, καὶ οἷος ἦν μετὰ ταῦτα. Οὐχ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἕδρας ἡ ψυχὴ, ἀλλ᾽ ὥσπερ ὑπό τινος πνεύματος αἴρεται τῆς ἡδονῆς καὶ κουφίζεται, οὐδὲν ἔχουσα βέβαιον. Καὶ γὰρ καὶ πρὸς ἐπαγγελίας ἐστὶν εὔκολος, καὶ πρὸς ὑποσχέσεις πρόχειρος, καὶ πολὺς ὁ σάλος τῶν λογισμῶν. Ἐντεῦθεν ἄκαιρος γέλως, φαιδρότης οὐκ ἔχουσα λόγον, ῥημάτων ὕθλος πολὺς καὶ περιττός. Καὶ τί λέγω τοὺς ἄλλους; Τῶν ἁγίων ἕνα προχειρισώμεθα, καὶ ἴδωμεν τίς μὲν ἦν ἐν ἡδονῇ ζῶν, τίς δὲ πάλιν ἐν ἀθυμίᾳ.

Βούλεσθε οὖν τὸν Δαυῒδ ἴδωμεν; Ὅτε τοίνυν οὗτος ἐν ἡδονῇ ἦν καὶ ἐν χαρᾷ ἀπὸ τῶν πολλῶν τροπαίων, ἀπὸ τῆς νίκης, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῆς τρυφῆς, ἀπὸ τοῦ θαῤῥεῖν, ὅρα, οἷα καὶ εἶπε καὶ ἔπραξεν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ δὲ ἐν θλίψει γέγονεν, ἄκουσον τί λέγει· Καὶ ἐὰν εἴπῃ μοι· οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.

Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων; Ὅ τι ἂν ᾖ τῷ Θεῷ, φησὶ, φίλον, ταύτῃ ἔστω. Καὶ πάλιν τῷ Σαοὺλ, ἔλεγεν· Εἰ δὲ Κύριος ἐπισείει σε ἐπ᾽ ἐμὲ, ὀσφρανθείη ἡ θυσία σου. Καὶ τότε μὲν ἐν θλίψει ὢν, καὶ ἐχθρῶν ἐφείδετο· μετὰ δὲ ταῦτα οὐδὲ φίλων, οὐδὲ τῶν ἠδικηκότων οὐδέν. Πάλιν ὁ Ἰακῶβ, ὅτε ἐν θλίψει γέγονεν, ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Καὶ ὁ τοῦ Νῶε υἱὸς πρὸ μὲν τούτου οὐδὲν τοιοῦτον ἐποίησεν· ἐπειδὴ δὲ ἐθάῤῥησεν ὑπὲρ τῆς σωτηρίας, ἀκούεις οἷος γέγονεν ὑβριστής. Καὶ ὁ Ἐζεκίας ὅτε μὲν ἦν ἐν θλίψει, ὅρα οἷα ἐποίει ὑπὲρ τῆς σωτηρίας· σάκκον γὰρ περιεβάλετο, καὶ εἰς γῆν ἐκάθισεν· ἐπειδὴ δὲ γέγονεν ἐν ἡδονῇ, ἔπεσεν ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ. Διὰ τοῦτο καὶ Μωϋσῆς παραινεῖ λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος ὁ τῆς τρυφῆς, καὶ λήθην τοῦ Θεοῦ ἐμποιεῖ. Ὅτε ἐθλίβοντο οἱ Ἰσραηλῖται, πολλῷ πλείους ἐγίνοντο· ἐπειδὴ δὲ αὐτοὺς εἴασε, τότε πάντες ἀπώλοντο. Καὶ τί λέγω ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα; Ἴδωμεν ἀφ᾽ ἡμῶν, εἰ δοκεῖ. Ἡμῶν ὅταν ἐν εὐπραγίᾳ ὦσιν οἱ πλείους, τετυφωμένοι γίνονται, πᾶσιν ἐχθροὶ, ὀργίλοι τῆς ἐξουσίας παρούσης· ἀφαιρεθείσης δὲ, ἥμεροι, ταπεινοὶ, πρᾶοι, τῆς οἰκείας φύσεως εἰς ἔννοιαν ἔρχονται.

Καὶ ὅτι οὕτως ἔχει, δείκνυσι καὶ ὁ Δαυῒδ λέγων· Ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ταῦτα δή μοι εἴρηται, ἵνα μὴ ἐκ παντὸς τρόπου τὴν χαρὰν ζητῶμεν. Καὶ πῶς, φησὶν, ὁ Παῦλος λέγει, Χαίρετε πάντοτε; Οὐχ ἁπλῶς εἶπε, Χαίρετε, ἀλλὰ προσέθηκεν, Ἐν Κυρίῳ.

δʹ. Αὕτη μεγίστη χαρά· τοιαύτην καὶ οἱ ἀπόστολοι ἔχαιρον· χαρὰ κέρδος φέρουσα, ἡ ἀπὸ δεσμωτηρίων, ἡ ἀπὸ μαστίγων, ἡ ἀπὸ διωγμῶν, ἡ ἀπὸ τοῦ κακῶς ἀκούειν, ἡ ἀπὸ τῶν λυπηρῶν πάντως ἔχουσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν· ὅθεν καὶ εἰς χρηστὸν ἀπαντᾷ τέλος. Ἡ δὲ τοῦ κόσμου τοὐναντίον, ἄρχεται μὲν ἀπὸ τῶν ἡδέων, τελευτᾷ δὲ εἰς τὰ λυπηρά. Οὐδὲ ἐγὼ κωλύω χαίρειν κατὰ Κύριον, ἀλλὰ καὶ σφόδρα παραινῶ. Ἐμαστίζοντο οἱ ἀπόστολοι, καὶ ἔχαιρον· ἐδέδεντο, καὶ εὐχαρίστουν· ἐλιθάζοντο, καὶ ἐκήρυττον. Ταύτην καὶ ἐγὼ βούλομαι τὴν χαράν· ἀπ᾽ οὐδενὸς σωματικοῦ τὴν ἀρχὴν ἔχει, ἀλλ᾽ ἀπὸ πραγμάτων πνευματικῶν. Οὐκ ἔστι τὸν κατὰ κόσμον χαίροντα ὁμοῦ καὶ κατὰ Θεὸν χαίρειν· πᾶς γὰρ ὁ κατὰ κόσμον χαίρων, ἐπὶ πλούτῳ χαίρει, ἐπὶ τρυφῇ, ἐπὶ δόξῃ καὶ δυναστείᾳ, ἐπὶ ἀλαζονείᾳ· ὁ δὲ κατὰ Θεὸν, ἐπὶ ἀτιμίᾳ τῇ δι᾽ αὐτὸν, ἐπὶ πενίᾳ, ἐπὶ ἀκτημοσύνῃ, ἐπὶ νηστείᾳ, ἐπὶ ταπεινοφροσύνῃ.

Ὁρᾷς, ὅτι ἐναντίαι αἱ ὑποθέσεις; Ὅσοι ἔξω χαρᾶς εἰσιν ἐνταῦθα, καὶ λύπης· καὶ ὅσοι ἔξω λύπης ἐνταῦθα, καὶ ἡδονῆς. Καὶ ὄντως ταῦτά ἐστι τὰ ποιοῦντα ἀληθῆ χαρὰν, ἐπεὶ ἐκεῖνα ὄνομα μόνον ἔχει χαρᾶς, τὸ δὲ πᾶν ἐν λύπῃ κεῖται. Πόσην ἀνίαν ὁ ἀλαζὼν ἔχει! πῶς διακόπτεται ἐν αὐτῷ τῷ ἀλαζονεύεσθαι, μυρίας ἑαυτῷ μηχανώμενος ὕβρεις, πολὺ τὸ μῖσος, μεγάλην τὴν ἀπέχθειαν, πολὺν τὸν φθόνον, πολλὴν τὴν βασκανίαν! κἂν γὰρ παρὰ τῶν μειζόνων ὑβρισθῇ, ἀλγεῖ· κἂν μὴ πάντων κατεξαναστῇ, δάκνεται. Ὁ δὲ ταπεινὸς ἐν πολλῇ ἐστι τῇ ἡδονῇ, παρ᾽ οὐδενὸς προσδοκῶν τιμήν· ἂν μὲν οὖν τιμηθῇ, ἥσθη, ἂν δὲ μὴ τιμηθῇ, οὐκ ἤλγησεν, ἀλλ᾽ ἀγαπᾷ, ὅτι οὐκ ἐτιμήθη. Ἄρ᾽ οὖν ἐκ τοῦ μὴ ζητεῖν τιμὴν καὶ τιμᾶσθαι, πολλὴ ἡ ἡδονή. Ἐκεῖ δὲ τοὐναντίον, καὶ ζητεῖ τιμὴν, καὶ οὐ τιμᾶται. Οὐχ ὁμοίως δὲ ἥδεται τιμὴν ὁ ζητῶν, καὶ ὁ μὴ ζητῶν.

Οὗτος ὅσον ἂν λάβη, οὐδὲν ἡγεῖται εἰληφέναι· ἐκεῖνος κἂν τὸ μικρὸν δῷς, ὡς τὸ πᾶν εἰληφὼς δέχεται. Πάλιν ὁ τρυφῶν μυρία πράγματα ἔχει, κἂν ἐξ εὐκολίας καὶ ὥσπερ ἀπὸ πηγῶν αὐτῷ τὰ τῶν προσόδων ἐπιῤῥέῃ, τὰ ἀπὸ τῆς τρυφῆς δεινὰ δέδοικε, καὶ τὸ ἄδηλον τοῦ μέλλοντος· οὗτος δὲ ἀεὶ ἐν ἀσφαλείᾳ ἐστὶ καὶ ἐν ἡδονῇ, ἐθίσας ἑαυτὸν ἐν λιτότητι διαίτης.

Οὐ γὰρ οὕτως ἑαυτὸν ταλανίζει, ὅτι μὴ μετέχει τραπέζης πολυτελοῦς, ὡς τρυφᾷ, τὸ τοῦ μέλλοντος ἄδηλον μὴ δεδοικώς. Τὰ δὲ ἐκ τῆς τρυφῆς ὅσα δεινὰ, οὐδεὶς ἀγνοεῖ· ἀναγκαῖον δὲ καὶ νῦν εἰπεῖν. Διπλοῦς ὁ πόλεμος, τοῦ σώματος, λέγω, καὶ τῆς ψυχῆς· διπλοῦς ὁ χειμὼν, διπλᾶ τὰ νοσήματα· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ ἀνίατα· καὶ μεγάλας φέρουσι ταῦτα τὰς συμφοράς. Ἀλλ᾽ οὐχ ἡ εὐτέλεια τοιοῦτον, ἀλλὰ διπλῆ ἡ ὑγεία, διπλᾶ τὰ ἀγαθά. Ὕπνος ὑγείας, φησὶν, ἐν ἐντέρῳ μετρίῳ. Πανταχοῦ γὰρ τὸ μὲν σύμμετρον ποθεινὸν, τὸ δὲ ἄμετρον οὐκέτι.

Ὅρα γάρ· Σπινθῆρι μικρῷ πολὺν ξύλων ἐπίθες φορυτὸν, καὶ οὐκέτι πῦρ τὸ λάμπον, ἀλλὰ καπνὸν ὄψει σφόδρα ἀηδῆ. Ἀνδρὶ λίαν ἰσχυρῷ καὶ μεγάλῳ φορτίον ἐπίθες τὸ τὴν ἰσχὺν ὑπερβαῖνον, καὶ ὄψει μετὰ τοῦ φορτίου χαμαὶ κείμενον καὶ ἐῤῥιμμένον. Πολὺν τὸν φόρτον ἔμβαλε τῷ πλοίῳ, καὶ χαλεπὸν εἰργάσω τὸ ναυάγιον.

Τοιοῦτο δή τι καὶ ἡ τρυφή ἐστι. Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ μὲν ἄνωθεν ῥιπτούντων εἰς τὸ πέλαγος, τὰ δὲ κάτωθεν· οὕτω δὴ καὶ ἐνταῦθα, τὰ μὲν ἄνωθεν ἐμοῦντες, τὰ δὲ κάτωθεν, καὶ ἑαυτοὺς διαφθείροντες, ἀπόλλυνται. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, ὅτι αὐτὸ τὸ στόμα τὴν χρῆσιν ἀναλαμβάνει τῶν ὄπισθεν μορίων, καὶ γίνεται ἐκείνων ἀτιμότερον. Εἰ δὲ ἐν τῷ στόματι τοσαύτη ἀσχημοσύνη, ἐννόησον ἐν τῇ ψυχῇ. Καὶ γὰρ ἐκεῖ πάντα γνόφος, πάντα θύελλα, πάντα σκότος, πολλὴ τῶν λογισμῶν σύγχυσις, πιεζομένων, θλιβομένων, τῆς ψυχῆς αὐτῆς τὴν ἐπήρειαν βοώσης. Ἐντεῦθεν καὶ αὐτοὶ οἱ γαστριζόμενοι ἀλλήλους αἰτιῶνται, δυσχεραίνουσι, σπεύδουσι τὴν ἔνδον ἀποῤῥίψασθαι κόπρον. Ὅμως καὶ μετὰ τὸ ῥιφῆναι, οὐδὲ οὕτως ὁ σάλος παύεται· ἀλλὰ καὶ πυρετοὶ ἐντεῦθεν καὶ νόσοι. Ναὶ, φησὶ, νοσοῦσι καὶ ἀσχημονοῦσι· λόγος εἰκῆ ταῦτα διεξιὼν, καὶ νόσους ἡμῖν καταλέγων· νοσῶ γὰρ ἐγὼ, καὶ σπῶμαι ἐγὼ, καὶ ἀσχημονῶ ἐγὼ, ὁ μὴ ἔχων φαγεῖν· τούτους δὲ τοὺς τρυφῶντας ἔστιν εὐπαθοῦντας ἰδεῖν, σφριγῶντας, χαίροντας, φερομένους ἐφ᾽ ἵππων. Οἴμοι! θρήνων γὰρ ἄξια ταῦτα τὰ ῥήματα. Τοὺς δὲ ποδαλγοῦντας, τοὺς ἐπὶ δίφρων φερομένους, τοὺς καταδεσμουμένους, πόθεν ὁρῶμεν, εἰπέ μοι;

Καὶ εἰ μὴ τὸ πρᾶγμα ὕβριν ἐνόμιζον, καὶ ὀνειδιστικῶς με ταῦτα λέγειν ἡγοῦντο, ἤδη ἂν καὶ ὀνομαστὶ παρήγαγον αὐτούς. Ἀλλ᾽ εἰσί τινες, οἳ καὶ ὑγιαίνουσι, φησίν.

Ἐπειδὴ μὴ μόνον τρυφῇ προσανέχουσιν, ἀλλὰ καὶ πόνοις. Ἐπεὶ δός μοι ἄνθρωπον διαπαντὸς πιαινόμενον, ἀνενέργητον κείμενον, μηδὲν πονοῦντα, ἰδεῖν ὑγιαίνοντα. Ἀλλ᾽ οὐκ ἂν εὕροις. Κἂν γὰρ μυρίων ἰατρῶν πλῆθος συνέλθῃ, ἐξελεῖν αὐτὸν οὐ μὴ δυνηθῇ τῶν νοσημάτων, διηνεκῶς γαστριζόμενον· οὐδὲ γὰρ ἔχει τὸ πρᾶγμα φύσιν. Ἐγὼ δὲ καὶ ἰατρικὸν ὑμῖν ἐρῶ λόγον· Τῶν εἰς τὴν γαστέρα καταβαλλομένων, οὐ τὸ πᾶν γίνεται τροφή· ἐπεὶ μηδὲ ἐν αὐτῇ τῇ τῆς τροφῆς φύσει τὸ πᾶν ἐστι τρόφιμον, ἀλλ᾽ ἔστι τὸ μὲν αὐτῆς εἰς διαχώρησιν μεριζόμενον, τὸ δὲ εἰς τροφήν. Ἂν μὲν οὖν σύμμετρα δοὺς τέλεον κατεργασθῇ, τοῦτο γίνεται, καὶ τὴν οἰκείαν ἔλαβε χώραν, καὶ τὸ μὲν ὑγιὲς καὶ χρηστὸν εἰς τὸν οἰκεῖον ἀνέδραμε τόπον, τὸ δὲ περιττὸν καὶ ἄχρηστον ὑπεξῆλθε καὶ ἐξεχώρησεν· ἂν δὲ πλῆθος, καὶ ὅσον αὐτοῦ τρόφιμον, καὶ τοῦτο γίνεται βλαβερόν. Ὡς ἐπὶ ὑποδείγματος δὲ τοιοῦτον ἐρῶ, ἵνα σαφέστερον, ὃ λέγω, ὑμῖν γένηται· Τοῦ σίτου τὸ μέν ἐστι σεμίδαλις, τὸ δὲ ἄλευρον, τὸ δὲ πίτυρον. Ἂν μὲν οὖν ἡ μύλη λάβῃ, ἃ δύναται ἀλεῖν, ἀπέκρινε ταῦτα πάντα· ἂν δὲ πλέον ἐπιβάλῃς, πάντα συγκέχυται.

Πάλιν ὁ οἶνος ἂν τῆς προσηκούσης κατεργασίας τύχῃ, καὶ τῆς τῶν ὡρῶν κράσεως, πρότερον μὲν πάντα ὁμοῦ γίνεται, μετὰ δὲ ταῦτα τὸ μὲν αὐτοῦ εἰς τρύγα ὑφιζάνει, τὸ δὲ εἰς ἀφρὸν ἀνατρέχει, τὸ δὲ μένει ἀπόλαυσις τῶν μετεχόντων, καὶ τοῦτό ἐστι τὸ χρηστὸν, καὶ οὐκ ἄν ποτε ταχέως τοῦτο τραπείη· πρότερον δὲ οὔτε οἶνός ἐστιν, οὔτε τρὺξ, πάντων μιχθέντων. Τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἴδοι τις ἂν, ὅταν ὑπερβολὴ χειμῶνος γένηται.

Καθάπερ οὖν τότε τοὺς ἰχθύας ὁρῶμεν νεκροὺς ἐπιπλέοντας τοὺς ὑπὸ τοῦ ψύχους εἰς τὸν βυθὸν δῦναι μὴ δυνηθέντας· οὕτω δὴ καὶ ἐφ᾽ ἡμῶν γίνεται. Ὅταν γὰρ πολὺς ἄνωθεν ἐπιῤῥεύσῃ τῆς λαιμαργίας ὁ ὑετὸς, πάντα ἀνακινήσας, νεκροὺς ἐπιπλέειν ποιεῖ τοὺς λογισμοὺς τοὺς τέως ὑγιαίνοντας, καὶ ἐν ἡμῖν ἠρεμοῦντας.

Ἐπεὶ οὖν ἐκ τοσούτων ὑποδειγμάτων ἡμῖν ἀποδέδεικται πολλὴ ἡ βλάβη, παυσώμεθα μακαρίζοντες τούτους, ἐφ᾽ οἷς ταλανίζειν ἐχρῆν, δακρύοντες δὲ αὐτοὺς, ἐφ᾽ οἷς μακαρίζειν ἔδει, καὶ τὴν αὐτάρκειαν ἀγαπῶμεν. Ἢ οὐκ ἀκούετε καὶ ἰατρῶν λεγόντων, ὅτι ἔνδεια μήτηρ ὑγείας; Ἐγὼ δὲ οὐχὶ τῆς σωματικῆς ὑγείας μητέρα τὴν ἔνδειαν εἶναι, ἀλλὰ καὶ τῆς ψυχικῆς λέγω. Ταῦτα καὶ Παῦλος βοᾷ ὁ ὄντως ἰατρὸς, Ἔχοντες, λέγων, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Πειθώμεθα τοίνυν αὐτῷ, ἵνα ὑγιαίνοντες πράττωμεν, ἃ δεῖ ποιεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΖʹ. Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. αʹ. Σφόδρα τοῦτο κατάλληλον πρὸς τὴν προκειμένην ὑπόθεσιν. Τοῦτον τὸν Μωϋσῆν, φησί. Τοῦτον, ποῖον; Τὸν κινδυνεύσαντα ἀπολέσθαι, τὸν ὑπ᾽ αὐτῶν ἐξουθενηθέντα, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα; καθάπερ καὶ τῷ Χριστῷ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ εἰπόντος αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ.

Ἐνταῦθα καὶ τὰ γενόμενα θαύματα, διὰ Χριστοῦ δείκνυσιν γεγενῆσθαι. Οὗτος, τουτέστιν, ὁ Μωϋσῆς (καὶ ὅρα, πῶς δείκνυσιν αὐτὸν λαμπρὸν), ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. Οὗτός ἐστι Μωΰσης, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· τουτέστιν ἐξουθενημένον. ἐπιβουλευθέντα. Καὶ γὰρ ἠβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος παιδίον ὢν ἐπιβεβούλευτο. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου, τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Πάλιν οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία. Μετὰ τοῦ ἀγγέλου, φησὶν, ἐδέξατο δοῦναι λόγια ζῶντα ἡμῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν, ὥσπερ ὁ Χριστός. Καθάπερ οὖν οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ τότε νομοθετεῖ· οὕτω δὴ καὶ ὁ Χριστός. Ἀλλ᾽ οὐκ ἤκουσαν αὐτοῦ, μαθόντες ἀεὶ ἀπειθεῖν, μετὰ τὰ σημεῖα, μετὰ τὰ θαύματα τὰ ἐν τεσσαράκοντα ἔτεσι.

Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὐναντίον ἐπεδείξαντο· ὃ καὶ δηλῶν ἐπήγαγεν· ᾯ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.

Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;

Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Τὸ, Παρέδωκεν, ἐνταῦθα, Εἴασεν ἐστίν. Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσεῖ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει. Καὶ σκηνῆς οὔσης, θυσίαι οὐκ ἦσαν. Ὅτι δὲ οὐκ ἦσαν, ὁ προφήτης δῆλον ποιεῖ, τοῦτο λέγων· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι; Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν, καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ᾽ ἀνηλίσκοντο. Οὔτε δὲ πρὸ τούτου αὐτοὺς τὰ σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι.

Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν. Ὁρᾷς, ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, ἔνθα ἂν ᾖ ὁ Θεός; Διὰ τοῦτο καὶ, Ἐν τῇ ἐρήμῳ, εἶπεν, ἵνα τόπον τόπῳ συγκρίνῃ. Εἶτα ἡ εὐεργεσία. Καὶ εἰσήγαγον, φησὶ, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυῒδ, ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. ᾘτήσατο οἰκοδομεῖν ὁ Δαυῒδ, καὶ οὐ λαμβάνει ὁ μέγας, ὁ θαυμαστός· ἀλλ᾽ οἰκοδομεῖ ὁ ἀπεῤῥιμμένος ὁ Σολομῶν. Διὰ τοῦτό φησι· Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον· ἀλλ᾽ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Ἐδείχθη μὲν τοῦτο καὶ διὰ τῶν ἤδη λεχθέντων· δείκνυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Καθὼς καὶ ὁ προφήτης λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Μὴ θαυμάζετε, φησὶν, εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴ γε καὶ ἐπὶ Μωϋσέως τοῦτο γέγονε. Καὶ γὰρ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλετο, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ διάγοντας.

Ὁρᾷς, ὅτι δι᾽ αὐτοὺς καὶ ἐκεῖνα τὰ σημεῖα; Ὁ τῷ Θεῷ οὖν διαλεχθεὶς, ὁ ἐκ παραδόξου σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνηθεὶς, δείκνυσιν, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται ἑαυτῷ. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Οὗτός ἐστι, φησὶ, Μωϋσῆς, ὁ εἰπών· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὡς ἐμέ. Πρὸς τοῦτο οἶμαι τὸν Χριστὸν εἰπεῖν ἀναφέροντα· Ἐκ τῶν Ἰουδαίων ἡ σωτηρία ἐστὶν, ἑαυτὸν αἰνιττόμενον. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ. Ἰδοὺ πάλιν αὐτὸν δείκνυσι τὸν νόμον δεδωκέναι, εἴ γε μετ᾽ αὐτοῦ ἦν ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ. Ἐνταῦθα δὲ καὶ θαύματος ὑπομιμνήσκει μεγάλου τοῦ ἐν τῷ ὄρει γεγενημένου. Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Πανταχοῦ θαυμαστὸς ὁ Μωϋσῆς, καὶ πλέον ὅτε νομοθετεῖν ἔδει. Τί ἐστι, Λόγια ζῶντα; Ἤτοι, ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο· ἤτοι τὰς προφητείας λέγει. Εἶτα τὸ ἔγκλημα τέως ἐπὶ τοὺς πατριάρχας, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, μετὰ τὸ λαβεῖν λόγια ζῶντα· ᾯ οὐκ ἠθέλησαν, φησὶν, ὑπήκοοι γενέσθαι. Καλῶς δὲ Λόγια ζῶντα εἶπεν, ἵνα δείξῃ, ὅτι εἰσὶ καὶ οὐ ζῶντα.

Περὶ ὧν καὶ Ἰεζεκιήλ φησιν, ὡς ὅταν λέγῃ· Καὶ ἔδωκα ὑμῖν προστάγματα οὐ καλά. Πρὸς τὰ τοιαῦτα οὖν εἶπε τὸ, Ζῶντα. Ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον· ἔνθα ἔστενον, ἔνθα ἐβόων, ὅθεν τὸν Θεὸν ἐκάλουν. Καὶ εἶπον τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν.

βʹ. Ὢ τῆς ἀνοίας! Ποίησον, φησὶν, ἵνα προπορεύσωνται ἡμῶν. Ποῦ; Εἰς Αἴγυπτον. Ὁρᾷς, πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν; Τί λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ ἀρνῇ τὴν εὐεργεσίαν, καὶ τὸν εὐεργέτην φεύγεις; Καὶ ὅρα, πῶς ὑβρίζουσιν. Ὁ γὰρ Μωϋσῆς οὗτος, φησὶν, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Οὐδαμοῦ Θεοῦ ὄνομα, ἀλλὰ πάντα τῷ Μωϋσεῖ ἐπέγραφον. Καὶ ἔνθα μὲν αὐτοὺς εὐχαριστεῖν ἦν, Μωϋσῆν φέρουσιν εἰς μέσον· ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκ ἔτι Μωϋσῆν ἄγουσι. Καὶ μὴν εἶπεν, ὅτι ἄνεισιν ὥστε λαβεῖν τὸν νόμον· οἱ δὲ οὐδὲ τεσσαράκοντα ἡμέρας ὑπέμειναν.

Ποίησον ἡμῖν θεούς. Οὐκ εἶπον, Θεὸν, ἀλλὰ, Θεούς· οὕτως ἀνεβακχεύθησαν, ὅτι οὐδὲ ἴσασιν, ἃ λέγουσι. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ. Εἶδες ἀνοίας ὑπερβολήν; Ἔνθα ἐφάνη Θεὸς τῷ Μωϋσεῖ, μοσχοποιοῦσιν οὗτοι καὶ θύουσι. Καὶ εὐφραίνοντο, φησὶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἐφ᾽ οἷς ἔδει ἐγκαλύπτεσθαι, ἔχαιρον. Καὶ τί θαυμαστὸν, εἴ γε ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα, καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; Οἱ δὲ οὐκ ἠγνόησαν μόνον, ἀλλὰ καὶ ὕβρισαν ἑτέρως, τῷ εἴδωλα ποιῆσαι. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα, ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτον ἐποίησαν θυσίας τοῖς εἰδώλοις. Τοῦτο καὶ Δαυῒδ ἐπισημαινόμενος λέγει· Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ.

Ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας ὄνομα, ἀλλὰ προστάγματα ζῶντα, καὶ λόγια ζῶντα· οὐδαμοῦ τελεταὶ, ἀλλὰ θαύματα καὶ σημείων ἐπίδειξις. Καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν. Ἐνταῦθα τὴν μαρτυρίαν οὐχ ἁπλῶς παρήγαγεν, ἀλλ᾽ ἵνα δείξῃ τὸ μὴ εἶναι χρείαν θυσιῶν. Καὶ ὅρα τί φησι· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς.

Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν κἀκείνοις ἐθύετε· καὶ ταῦτα ἐν τῇ ἐρήμῳ, ἔνθα μάλιστα αὐτῶν προειστήκει. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ. Ἡ αἰτία τῶν θυσιῶν αὕτη. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Οὕτω καὶ ἡ αἰχμαλωσία κατηγορία τῆς κακίας. Καὶ πῶς Ἡ σκηνὴ, φησὶν, ἦν τοῦ μαρτυρίου; Ἀλλὰ διὰ τοῦτο ἦν, ἵνα μάρτυρα τὸν Θεὸν ἔχωσιν. Οὐκοῦν εἰς τοῦτο μόνον ἦν. Κατὰ τὸν τύπον γὰρ, φησὶ, τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε· καὶ αὕτη δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κειμένη. Μαρτυρίου δὲ σκηνὴν, οὐκ ἄλλου τινὸς χάριν, ἢ τῶν θαυμάτων καὶ τῶν προσταγμάτων καλεῖ. Ὅμως γοῦν καὶ αὕτη καὶ ἐκεῖνοι οὐκ εἶχον ναόν. Ἄρα καὶ τὸν τύπον αὐτὸν αὐτὸς ὁ ἄγγελος ἔδωκεν. Ἕως τῶν ἡμερῶν, φησὶ, Δαυΐδ. Ὥστε οὐκ ἦν ναὸς ἄχρι τότε· καίτοι καὶ τὰ ἔθνη ἐξέωστο, περὶ ὧν φησιν· Ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν. Τοῦτο δὲ εἶπε, δεικνὺς πάλιν, ὅτι οὐκ ἦν τότε ναός. Τί λέγω; τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός; Οὕτω καὶ πρώτη ἡ σκηνὴ, καὶ οὐδαμοῦ ναός. Καὶ ᾔτησε εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ. ᾜτησε, καὶ οὐκ ᾠκοδόμησεν· οὕτως οὐκ ἦν μέγα τι ὁ ναὸς, εἰ καὶ ἐνόμισάν τινες μέγαν εἶναι τὸν Σολομῶντα τῷ τὸν ναὸν οἰκοδομῆσαι, οἳ διὰ τοῦτο καὶ τοῦ πατρὸς αὐτὸν προετίθεσαν.

Ὅτι δὲ οὐχὶ βελτίων ἦν τοῦ πατρὸς, ἀλλ᾽ οὐδὲ ἴσος, μόνον δὲ ἀπὸ τῆς τῶν πολλῶν ὑπολήψεως, δῆλον αὐτὸ ἐποίησεν ἐπαγαγών· Ἀλλ᾽ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης φησίν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Οὐδὲ γὰρ ταῦτα ἄξια Θεοῦ, εἴ γε ποιήματά ἐστιν, εἴ γε τῆς χειρὸς αὐτοῦ ἔργα. Ὅρα, πῶς αὐτοὺς κατὰ μικρὸν ἀνάγει. Δείκνυσι γὰρ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ταῦτα Θεοῦ ἄξια λέγειν. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐνταῦθα καταφορικῶς τῷ λόγῳ κέχρηται; Πολλὴ ἦν ἡ παῤῥησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καὶ τοῦτο οἶμαι αὐτὸν ἐξ ἀποκαλύψεως εἰδέναι.

Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ταῖς καρδίαις καὶ τοῖς ὠσί. Καὶ τοῦτο προφητικόν· οὐδὲν αὐτοῦ ἴδιον. Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑμεῖς ἐθύετε· ὅτε βούλεται, πάλιν οὐ θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑμῖν παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε.

Πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε. Ὅρα, οὐκ εἶπε, Τῷ Θεῷ ἀντιπίπτετε, ἀλλὰ, Τῷ Πνεύματι· οὕτως οὐδεμίαν οἶδε διαφοράν. Καὶ τὸ μεῖζον, Ὡς οἱ πατέρες ὑμῶν, φησὶν, καὶ ὑμεῖς.

Οὕτω καὶ ὁ Χριστὸς ὠνείδιζεν, ἐπειδὴ μεγάλα ἀεὶ ἐπὶ τοῖς πατράσιν ηὔχουν. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου. Ἔτι Τοῦ δικαίου λέγει, βουλόμενος αὐτοὺς καταστεῖλαι. Οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε. Δύο αὐτοῖς ἐγκαλεῖ, ὅτι τε ἠγνόησαν, καὶ ὅτι ἐφόνευσαν. Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

γʹ. Τί ἐστι τοῦτο; Τινές φασι, τὸν ὑπ᾽ ἀγγέλων λέγειν διαταχθέντα. Οὐκ ἔστι δέ· ποῦ γὰρ ἄγγελοι νόμον ἐφάνησαν διατάττοντες; ἀλλὰ διαταχθέντα νόμον λέγει, τὸν ἐγχειρισθέντα αὐτῷ δι᾽ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν;

Οὐδὲν οὖν θαυμαστὸν τούτους ἐκεῖνα ποιήσαντας, φησὶ, καὶ ταῦτα ποιῆσαι. Εἰ τοὺς καταγγείλαντας ἀνείλετε, πολλῷ μᾶλλον αὐτόν. Ἐνταῦθα καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας, καθὼς καὶ ἑτέρωθί φησιν ἡ Γραφή· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν.

Οἱ τοίνυν ἀντιποιούμενοι λόγῳ τοῦ νόμου, ἔλεγον· Εἰς Μωϋσῆν βλασφημεῖ. Ὁ δὲ δείκνυσιν, ὅτι αὐτοὶ βλασφημοῦσι μᾶλλον, οὐ μόνον εἰς Μωϋσῆν, ἀλλὰ καὶ εἰς Θεὸν, καὶ ὅτι αὐτοὶ ἄνωθεν τοιαῦτα ποιοῦσι, καὶ ὅτι αὐτοὶ τὰ ἔθη κατέλυσαν, καὶ ὅτι οὐ χρεία τούτων λοιπόν· καὶ ὅτι ἐγκαλοῦντες καὶ λέγοντες Μωϋσῇ ἐναντιοῦσθαι αὐτὸν, αὐτοὶ τῷ Πνεύματι ἠναντιοῦντο· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ φόνου· καὶ ἄνωθεν εἶχον τὴν ἔχθραν. Ὁρᾷς, ὅτι καὶ Μωϋσῇ καὶ πᾶσι δείκνυσιν ἐναντιουμένους αὐτοὺς, καὶ τὸν νόμον μὴ φυλάττοντας; Καίτοι γε Μωϋσῆς εἶπε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος· καὶ οἱ ἄλλοι δὲ τοῦτον ἐλεύσεσθαι προὔλεγον, καὶ ὁ προφήτης, λέγων· Ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα;

Τοῦτο παῤῥησία ἀνδρὸς τὸν σταυρὸν ἔχοντος. Μιμώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην, εἰ καὶ πολέμου οὐκ ἔστι καιρὸς, ἀλλὰ παῤῥησίας ἀεὶ καιρός ἐστιν. Ἐλάλουν γὰρ, φησὶν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Ἂν τοίνυν Ἕλλησι συμπλεκώμεθα, οὕτως αὐτοὺς ἐπιστομίζωμεν χωρὶς θυμοῦ, χωρὶς τραχύτητος. Ἂν μὲν γὰρ μετὰ θυμοῦ τοῦτο ποιῶμεν, οὐκ ἔτι παῤῥησία, ἀλλὰ πάθος εἶναι δοκεῖ· ἂν δὲ ἐπιεικῶς, ὄντως ἐστὶν αὕτη παῤῥησία. Οὐ γὰρ δυνατὸν ὁμοῦ κατὰ ταυτὸν καὶ κατόρθωμα εἶναι καὶ ἐλάττωμα. Ἡ παῤῥησία, κατόρθωμα· ὁ θυμὸς, ἐλάττωμα. Δεῖ τοίνυν ἡμᾶς, εἰ μέλλομεν παῤῥησίαν ἔχειν, καθαροὺς εἶναι τοῦ θυμοῦ, ἵνα μὴ ἐκείνῳ τις λογίσηται τὰ ῥήματα. Κἂν δίκαια λέγῃς μετὰ θυμοῦ, τὸ πᾶν ἀπώλεσας, κἂν παῤῥησιάζῃ, κἂν νουθετῇς, κἂν ὁτιοῦν πράττῃς. Ὅρα τὸν ἄνδρα τοῦτον οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ αὐτοὺς ἀνέμνησε λόγου. Ὅτι γὰρ οὐκ ἦν θυμοῦ, ἔδειξεν, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν εὐχόμενος καὶ λέγων· Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλὰ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος, ταῦτα ἐφθέγγετο· ἐπεὶ καὶ περὶ τῆς ὄψεως διὰ τοῦτο εἶπεν, ὅτι Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, ἵν᾽ αὐτοὺς ἐφελκύσηται. Καθαροὶ τοίνυν θυμοῦ ὦμεν.

Οὐ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα θυμός· ἐπικατάρατος ὁ θυμώδης. Οὐκ ἔστιν οὐδὲν ὑγιὲς προελθεῖν, ὅθεν θυμὸς ἔξεισι. Καθάπερ γὰρ ἐν χειμῶνι θαλαττίῳ πολὺς ὁ θόρυβος, μεγάλη ἡ κραυγὴ, καὶ οὐκ ἂν ἔχοι τις καιρὸν φιλοσοφεῖν· οὕτως οὐδὲ ἐν θυμῷ.

Ἀλλ᾽ εἰ μέλλει τι φιλόσοφον ἢ λέγειν ἢ παιδεύεσθαι ψυχὴ, ὀφείλει πρότερον ἐν λιμένι εἶναι. Οὐχ ὁρᾷς πῶς, ὅταν βουλώμεθα περί τινων ἀναγκαίων διαλεχθῆναι, τόπους θορύβου καθαροὺς παρατηροῦμεν, ἔνθα ἡσυχία, ἔνθα γαλήνη, ἵνα μὴ ἐκκρουώμεθα; Εἰ δὲ ὁ ἔξωθεν ἐκκρούει θόρυβος, πολλῷ μᾶλλον ἡ ἔνδον ταραχή. Κἂν εὔχηταί τις, εἰκῆ εὔχεται, μετὰ ὀργῆς καὶ θυμοῦ τοῦτο ποιῶν· κἂν φθέγγηται, καταγέλαστος ἔσται· κἂν σιγᾷ, πάλιν ὁμοίως· κἂν ἐσθίῃ, καὶ οὕτως ἐβλάβη· κἂν πίνῃ, κἂν μὴ πίνῃ, κἂν καθέζηται, κἂν στήκῃ, κἂν βαδίζῃ, κἂν καθεύδῃ· καὶ γὰρ ἐν τοῖς ὀνείροις τοιαῦτα φαντάζονται. Τί γὰρ τῶν τοιούτων οὐκ ἄτοπον; Ὀφθαλμοὶ ἀηδεῖς, στόμα διεστραμμένον, μέλη κεκινημένα καὶ οἰδαίνοντα, γλῶσσα ἀκράτητος καὶ οὐδενὸς φειδομένη, διάνοια ἐξεστηκυῖα, σχῆμα ἀπρεπὲς, πολλὴ ἡ ἀηδία. Ἴδε μοι τῶν δαιμονώντων τοὺς ὀφθαλμοὺς καὶ τῶν μεθυόντων καὶ μαινομένων, τί διεστήκασιν ἀλλήλων; οὐχὶ μανία τὸ πᾶν ἐστι; Τί γὰρ, εἰ πρὸς καιρὸν τοῦτο γίνεται; Καὶ γὰρ ὁ μαινόμενος πρὸς καιρὸν κατέχεται· τούτου δὲ τί χεῖρον; Καὶ οὐκ αἰσχύνονται ἐπὶ τῇ ἀπολογίᾳ· Οὐκ ᾔδειν, φησὶ, τί εἶπον.

Καὶ διὰ τί μὴ ᾔδεις τοῦτο ὁ λογικὸς ἄνθρωπος, ὁ λογισμὸν ἔχων; διὰ τί τὰ τῶν ἀλόγων ποιεῖς, καθάπερ ἵππος ἄγριος ἀπὸ θυμοῦ καὶ ὀργῆς συναρπαγείς; Καὶ μὴν ἡ ἀπολογία, ἐγκλήματος ἀξία. Εἴθε γὰρ ᾔδεις, ἃ ἔλεγες. Τοῦ θυμοῦ, φησὶν, ἐστὶ τὰ ῥήματα, οὐκ ἐμά.

Πῶς ἐκείνου; Καὶ μὴν ὁ θυμὸς οὐκ ἔχει ἰσχὺν, ἂν μὴ παρὰ σοῦ λάβῃ. Ὡς καὶ ἂν εἴποι τις· Τῆς χειρός ἐστιν, οὐκ ἐμὰ τὰ τραύματα. Τί οἴει μάλιστα δεῖσθαι θυμοῦ; οὐχὶ πόλεμον καὶ μάχην; Ἀλλὰ καὶ ἐκεῖ ἂν μετὰ θυμοῦ τι γίνηται, τὸ πᾶν διέφθαρται καὶ ἀπόλωλε. Μάλιστα γὰρ τοὺς μαχομένους θυμοῦσθαι οὐ χρή· μάλιστα τοὺς ὑβρίζοντας θυμοῦσθαι οὐ χρή. Καὶ πῶς ἔνι μάχεσθαι, φησίν;

Λόγῳ, ἐπιεικείᾳ· μάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι. Ἢ οὐχ ὁρᾷς καὶ τούτους τοὺς πολέμους νόμῳ καὶ διατάξει καὶ καιροῖς ὡρισμένους; Θυμὸς γὰρ οὐδέν ἐστιν, ἢ ὁρμὴ ἄλογος· ἀλόγῳ δὲ οὐδὲν λογικὸν γενέσθαι δυνατόν.

δʹ. Ἐπεὶ καὶ οὗτος τοιαῦτα ἐφθέγγετο, καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Ἠλίας ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Φινεὲς ἔσφαξε, καὶ οὐκ ἐθυμοῦτο. Ὁ γὰρ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν, ἀλλὰ καθάπερ ἐν νυκτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν ἐθέλῃ. Ἀπαλλαγῶμεν οὖν τούτου τοῦ δαίμονος, ἀρχόμενον αὐτὸν καταστείλωμεν, τὴν σφραγῖδα ἐπιθῶμεν τῷ στήθει καθάπερ τινὰ χαλινόν. Κύων ἐστὶν ἀναιδὴς ὁ θυμός· ἀλλὰ μαθέτω ἀκούειν τοῦ νόμου. Ἂν ᾖ κύων ἐν ποίμνῃ οὕτως ἄγριος, ὡς μὴ πείθεσθαι προστάττοντι τῷ βουκόλῳ, μηδὲ ἐπιγινώσκειν αὐτοῦ τὴν φωνὴν, πάντα ἀπόλωλε καὶ διέφθαρται. Μετὰ τῶν προβάτων νέμεται· ἀλλ᾽ ἐὰν ἀπογεύηται τῶν προβάτων, ἄχρηστός ἐστι καὶ κατασφάττεται. Εἰ ἔμαθεν ἀκούειν σου, θρέψον τὸν κύνα· χρήσιμός ἐστι, κατὰ τῶν λύκων, κατὰ τῶν πειρατῶν, κατὰ τοῦ λῃστάρχου ὑλακτῶν, οὐ κατὰ προβάτων, οὐδὲ κατὰ οἰκείων. Ἂν μὴ ἀκούῃ, πάντα διαφθείρει· ἂν μάθῃ καταφρονεῖν, πάντα ἀπολλύει. Τὸ τοίνυν ἥμερον τὸ ἐν σοὶ μὴ ἀναλισκέτω, ἀλλὰ φυλαττέτω ὁ θυμὸς καὶ πῖον ποιείτω· φυλάξει δὲ, καὶ ἐν ἀσφαλείᾳ πολλῇ νέμεσθαι καταστήσει, ἂν τοὺς μιαροὺς λογισμοὺς καὶ τοὺς πονηροὺς καταναλίσκῃ, ἂν τὸν διάβολον διώκῃ πανταχόθεν.

Οὕτως ἐπιείκεια διασώζεται, ὅταν μηδαμοῦ τῷ πλησίον κακόν τι λογιζώμεθα· οὕτως αἰδέσιμοι γινόμεθα, ὅταν μὴ μανθάνωμεν ἀναισχυντεῖν. Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς πονηρὸν συνειδός. Διὰ τί αἱ πόρναι ἀναίσχυντοί εἰσι; διὰ τί αἱ παρθένοι αἰσχυντηλαί; Οὐκ ἀπὸ τῆς ἁμαρτίας ἐκεῖναι; οὐκ ἀπὸ τῆς σωφροσύνης αὗται; Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς ἁμαρτία.

Καὶ μὴν τοὐναντίον, φησὶ, κατ[αν]αισχύνει. Ναὶ τὸν καταγνόντα ἑαυτοῦ· τὸν δὲ ἀπηρυθριασμένον, καὶ ἰταμώτερον ἐργάζεται· ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ, θρασὺς γίνεται. Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὁ δὲ ἀναίσχυντος, καὶ ἰταμὸς ἂν εἴη· ὁ δὲ ἰταμὸς, καὶ θρασύς. Βούλει μαθεῖν πότε ἀναλίσκεται ἐπιείκεια; Ὅταν πονηροὶ λογισμοὶ αὐτὴν διαμασῶνται.

Ἀλλ᾽ εἰ καὶ τοῦτο συμβαίνει, ὅτι μὴ ὁ κύων ἕστηκε μέγα ὑλακτῶν, οὐδὲ οὕτως ἀπογινώσκειν χρή. Ἔστι γὰρ ἡμῖν καὶ σφενδόνη καὶ λίθος (ἴστε τὸ λεγόμενον)· ἔστιν ἡμῖν καὶ δόρυ, καὶ μάνδρα, καὶ σηκὸς, ἐν ᾧ φυλάξομεν τοὺς λογισμοὺς ἀσινεῖς. Ἂν ὁ κύων σαίνῃ μὲν τὰ πρόβατα, ἀγριαίνῃ δὲ κατὰ τῶν ἔξω καὶ ἀγρυπνῇ, τοῦτο ἀρετὴ κυνός· κἂν λιμώττῃ, μὴ γεύεσθαι τῶν προβάτων· κἂν ἐν πλησμονῇ ᾖ, μὴ φείδεσθαι τῶν λύκων.

Τοιοῦτον καὶ ὁ θυμός· κἂν δάκνηται, τῆς ἐπιεικείας μὴ ἀφίστασθαι· κἂν ἐν ἡσυχίᾳ ᾖ, διεγείρεσθαι πρὸς τοὺς πονηροὺς λογισμούς· καὶ τὸ μὲν οἰκεῖον καὶ πλῆττον μὴ καταλιμπάνειν, ἀλλ᾽ ἐπιγινώσκειν, τὸ δὲ ἀλλότριον καὶ σαῖνον λυμαίνεσθαι. Σαίνει ὁ διάβολος πολλάκις ὡς ὁ κύων, ἀλλὰ γνώτω πᾶς, ὅτι ἀλλότριός ἐστιν. Οὕτω δὴ καὶ ἡμεῖς τὴν ἀρετὴν, κἂν λυπῇ, σαίνωμεν· καὶ τὴν κακίαν, κἂν εὐφραίνῃ, ἀποστρεφώμεθα.

Μὴ γενώμεθα χείρους τῶν κυνῶν, οἳ μαστιζόμενοι καὶ ἀγχόμενοι οὐκ ἀφίστανται. Ἂν δὲ αὐτοὺς καὶ τρέφῃ ὁ ἀλλότριος, πῶς οὐ μᾶλλον βλάψουσιν; Ἔστιν ὅτε χρήσιμος ὁ θυμὸς, ἀλλ᾽ ὅταν ὑλακτῇ κατὰ τῶν ἀλλοτρίων.

Τί ἐστιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ; Ἀντὶ τοῦ, Μὴ ἄμυνε σαυτῷ, μηδὲ ἐκδίκει ἂν ἕτερον ἴδῃς ἀπολλύμενον, ὄρεξον χεῖρα. Οὐκ ἔτι θυμὸς λοιπὸν τοῦτό ἐστιν, ὅταν τῆς οἰκείας συμπαθείας ἀπηλλαγμένος ᾖς. Ἔλαβεν ὁ Δαυῒδ τὸν Σαοὺλ, καὶ οὐκ ἐθυμώθη, οὐδὲ ἐνέπηξε τὸ δόρυ, τὸν ἐχθρὸν λαβὼν, ἀλλ᾽ ἠμύνατο τὸν διάβολον. Ὁ Μωϋσῆς, ὅτε μὲν ἀλλότριον ἀδικοῦντα εἶδε, καὶ ἀνεῖλεν· ὅτε δὲ οἰκεῖον, οὐκ ἔτι· ἀλλὰ τοὺς μὲν ἀδελφοὺς κατήλλαττεν, ἐκείνους δὲ καὶ ἀπωθεῖτο. Καίτοι πραότατον αὐτὸν ἡ Γραφὴ μαρτυρεῖ, ἀλλ᾽ ὅμως ἦν καὶ διεγηγερμένος. Ἀλλ᾽ οὐχ ἡμεῖς· ἀλλ᾽ ἔνθα μὲν πραότητα ἐπιδείκνυσθαι χρὴ, πάντων θηρίων ἐσμὲν ἀγριώτεροι· ἔνθα δὲ διεγερθῆναι, πάντων νωθέστεροι καὶ ὑπνηλότεροι. Ἐπεὶ οὖν οὐκ εἰς δέον κεχρήμεθα τοῖς ἐν ἡμῖν, διά τοι τοῦτο καὶ εἰς οὐδὲν δέον ὁ βίος ἡμῖν ἀνάλωται. Οὕτω καὶ ἐν σκεύεσιν, ἐὰν ἄλλῳ ἄλλως χρήσηταί τις, τὰ πάντα ἀπόλλυσιν· οἷον ἂν μάχαιραν λαβών τις, ἔνθα αὐτῇ χρῆσθαι δεῖ, μὴ χρῷτο, ἀλλὰ τῇ χειρὶ τοῦτο ποιοῖ, οὐδὲν πλέον ἐργάσεται· ὥσπερ καὶ ὁ ἔνθα τῇ χειρὶ χρήσασθαι χρὴ, τὴν μάχαιραν μεταχειρίζων, πάντα ἂν ἀπολέσειεν. Οὕτω δὴ καὶ ἰατρὸς, ἔνθα ἂν τέμνειν δέῃ, μὴ τέμνων, καὶ ἔνθα ἂν μὴ χρὴ, τέμνων, πάντα διαφθείρει. Διὸ παρακαλῶ, ἡμεῖς εἰς καιρὸν χρώμεθα τῷ πράγματι.

Θυμοῦ γὰρ καιρὸς οὐδαμοῦ, ὅταν ἑαυτοῖς βοηθῶμεν· ἂν δὲ ἑτέρους διορθῶσαι χρὴ, τότε μάλιστα αὐτῷ χρῆσθαι δεῖ, ἵνα ἑτέρους ἐξαρπάσωμεν. Οὕτω καὶ ἰσόθεοι ἐσόμεθα, τὸ ἀόργητον πανταχοῦ διατηροῦντες, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. αʹ. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ ἀνελεῖν αὐτὸν, ἀλλ᾽ ἔτι μαίνονται καὶ ζητοῦσιν αἰτίαν, θαυμάσαι ἄξιον. Οὕτως ἀεὶ ἐν κακοῖς εἰσιν οἱ ἀδικοῦντες. Καθάπερ οὖν οἱ ἀρχιερεῖς ἀποροῦντες ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; οὕτω δὴ καὶ οὗτοι διαπρίονται. Καὶ μὴν ὁ θυμωθῆναι ὀφείλων ἐκεῖνος ἦν, ὁ μηδὲν μὲν ἀδικήσας, τὰ δὲ τῶν ἠδικηκότων παθὼν καὶ συκοφαντούμενος. Ἀλλ᾽ οἱ συκοφάνται μᾶλλον ἐλέγχονται καὶ ταύτῃ· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι Τὸ ποιεῖν κακῶς, τοῦτό ἐστι τὸ πάσχειν κακῶς. Καίτοι αὐτὸς οὐδὲν ἐσυκοφάντησεν, ἀλλ᾽ ἀπέδειξεν.

Οὕτως, ὅταν ὑβριζώμεθα ἐν οἷς οὐ συνοίδαμεν, οὐδὲν πάσχομεν. Ἐβούλοντο μὲν οὖν ἀνελεῖν· ἀλλ᾽ οὐ ποιοῦσι τοῦτο, αἰτίαν θέλοντες εὔλογον περιθεῖναι τῷ τολμήματι. Τί οὖν; ἡ ὕβρις οὐκ ἦν εὔλογος; Οὐκ ἦν αὐτοῦ ἡ ὕβρις, ἀλλὰ τοῦ προφήτου κατηγορία· ἢ ἑκόντες καὶ ἀνεβάλλοντο, ὥστε μὴ δόξαι διὰ τὰ εἰς αὐτοὺς αὐτὸν ἀνελεῖν, ὥσπερ οὖν καὶ τὸν Χριστὸν, ἀλλὰ δι᾽ ἀσέβειαν. Τοῦτο δὲ εὐσεβείας ἦν τὸ ῥῆμα. Διὸ μετὰ τοῦ ἀνελεῖν ἐπιχειροῦντες καὶ τὴν δόξαν αὐτοῦ βλάψαι, διεπρίοντο. Ἐφοβοῦντο γὰρ, μὴ πάλιν καινόν τι περὶ αὐτὸν ἄλλο γένηται. Εἶτα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ ποιοῦσι, τοῦτο καὶ ἐπὶ τοῦ Στεφάνου· καὶ καθάπερ ἐκεῖ, ἐπειδὴ εἶπεν, Ὄψεσθε ἐκ δεξιῶν τῆς δυνάμεως τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον, βλασφημίαν τὸ πρᾶγμα ἔλεγον καὶ μάρτυρας τοὺς ὄχλους ἐποίουν· οὕτω δὴ καὶ ἐνταῦθα.

Ἐκεῖ διέῤῥηξαν τὰ ἱμάτια· ὧδε τὰ ὦτα συνέσχον. Ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν. Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι. Ὁ δὲ οὕτως εἶπε, βουλόμενος αὐτοὺς ἐπαγαγέσθαι. Καὶ ἐπειδὴ εἰπὼν περὶ τοῦ θανάτου μόνον, περὶ ἀναστάσεως οὐδὲν διελέχθη, καὶ τοῦτο λοιπὸν εὐκαίρως προστίθησι τὸ δόγμα. Οὕτω δὲ αὐτῷ λέγει φανῆναι, ὥς που διέξεισιν, ἵνα κἂν οὕτω δέξωνται τὸν λόγον, ὃς, ἐπεὶ τὸ εἰπεῖν καθῆσθαι φορτικὸν αὐτοῖς ἦν, τέως τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, καί φησιν αὐτὸν ἵστασθαι. Ἀπὸ τούτου στοχάζομαι καὶ τὸ πρόσωπον αὐτοῦ δεδοξάσθαι. Ὁ γὰρ Θεὸς φιλάνθρωπος ὢν, δι᾽ ὧν ἐπεβουλεύοντο ἐκεῖνοι, δι᾽ αὐτῶν ἐβούλετο αὐτοὺς ἐκκαλέσασθαι, εἰ καὶ μηδὲν πλέον ἐγένετο, Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν.

Πάλιν ἔξω τῆς πόλεως ὁ θάνατος, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ, καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἡ ὁμολογία καὶ τὸ κήρυγμα διαγγελλόμενον. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον [τὸν Θεὸν], καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Δεικνύοντος ὁμοῦ τοῦτο καὶ διδάσκοντος αὐτούς ἐστιν, ὅτι οὐκ ἀπόλλυται.

Καὶ θεὶς τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὥσπερ ἀπολογούμενος, ὅτι οὐδὲ τὰ πρότερα θυμοῦ ἦν, φησί· Κύριε· ἢ καὶ βουλόμενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρὰν δεῖξαι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγίνετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις.

Οὐχ ἁπλῶς οὗτος ὁ διωγμὸς, ἀλλ᾽ οἰκονομικῶς δοκεῖ μοι συμβῆναι. Καὶ πάντες διεσπάρησαν κατὰ τὴν χώραν τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. Ὁρᾷς, πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι; Ἀλλ᾽ ἴδε μοι ἐντεῦθεν, καὶ ὅπως οἰκονομεῖται τὰ πράγματα. Ἐθαυμάσθησαν διὰ τὰ σημεῖα, μαστιχθέντες οὐδὲν ἔπαθον, κατέστησαν ἐπὶ τῶν χωρῶν, ηὔξετο ὁ λόγος· λοιπὸν συγχωρεῖ κώλυμα γενέσθαι μέγα.

Καὶ γίνεται διωγμὸς οὐχ ὁ τυχὼν, ὥστε ὁμοῦ καὶ τούτους φυγεῖν (ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους), καὶ πᾶσι δῆλον ὑπάρξαι, ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι καὶ φεύγοντες. Ἵνα γὰρ μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνον κατώρθουν, κἂν ἐδιώκοντο· καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι. Καὶ πάντες διεσπάρησαν, πλὴν τῶν ἀποστόλων, φησί. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι οἰκονομίας ὁ διωγμὸς ἦν· εἰ μὴ γὰρ γέγονεν, οὐκ ἂν οἱ μαθηταὶ διεσπάρησαν. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ.

Ἢ οὔπω ἦσαν τέλειοι, ἢ ὅτι ἐπίχαρις ἦν καὶ αἰδέσιμος· διὸ καὶ κόπτονται αὐτόν. Ἅμα δὲ τοῦτο δείκνυσι καὶ ἀνθρώπους αὐτοὺς ὄντας, οὐχὶ ὁ φόβος μόνον, ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός. βʹ. Τίς γὰρ οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον, τὸ ἀρνίον, λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν;

Ἱκανὸν αὐτοῦ ἐπιτάφιον διεξῆλθεν ὁ εὐαγγελιστὴς, Καὶ θεὶς τὰ γόνατα, εἰπὼν, καὶ κράξας φωνῇ μεγάλῃ. Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα, Ὑπάρχων πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους. Καὶ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν. Καίτοι ποῦ ταῦτα κατηγορίας ἄξια; Ἀλλ᾽ ὅμως τὸν σημεῖα τοιαῦτα τῷ λόγῳ ἐργασάμενον, τὸν πάντων κρατοῦντα τῷ λόγῳ, τὸν τοιαῦτα διαλεγόμενον, λαβόντες ὥσπερ ἐβούλοντο, οὕτω τὸν θυμὸν τὸν ἑαυτῶν ἐπλήρουν. Οἱ δὲ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.

Ὅρα, πῶς ἀκριβῶς τὰ περὶ τοῦ Παύλου διηγεῖται, ἵνα σοι δείξῃ τὸ ἐπ᾽ αὐτῷ ἔργον Θεοῦ γενόμενον μετὰ ταῦτα. Τέως δὲ οὐ μόνον ἐκεῖνος οὐ πιστεύει, ἀλλὰ καὶ μυρίαις αὐτὸν χερσὶ βάλλει τῶν φονέων· διὸ καὶ τοῦτο δηλῶν λέγει· Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Οὐχ ἁπλῶς δὲ εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς. Θεὶς γὰρ, φησὶ, τὰ γόνατα. Ὅθεν θεῖος αὐτοῦ καὶ ὁ θάνατος γέγονε· μέχρι γὰρ τούτου συγκεχώρητο ταῖς ψυχαῖς ἐν τῷ ᾅδῃ εἶναι. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας.

Ἀδεῶς ἐπιμίγνυνται τῇ Σαμαρείᾳ λοιπὸν, οἱ ἀκούσαντες· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Πλὴν δὲ τῶν ἀποστόλων, λέγει· δεικνὺς, ὅτι καὶ ταύτῃ προσαγαγέσθαι βουλόμενοι τοὺς Ἰουδαίους τὴν πόλιν οὐκ ἀπέλιπον, ἢ καὶ ἑτέροις γενέσθαι θάρσους αἴτιοι. Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας τε καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. Πολλὴ ἡ μανία, τὸ καὶ μόνον αὐτὸν εἶναι, τὸ καὶ εἰς τοὺς οἴκους εἰσιέναι· οὕτω τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόμου. Σύρων, φησὶν, ἄνδρας καὶ γυναῖκας. Ὅρα καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν. Τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς, ἅτε ἀπὸ τῆς σφαγῆς ταύτης θρασύτερος γεγονώς. Οἱ μὲν οὖν διασπαρέντες, διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα, ἃ ἐποίει. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο· πολλοὶ δὲ καὶ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.

Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων, καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. Ἴδε μοι καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος. Προσεῖχον δὲ αὐτῷ, φησὶ, οἱ ὄχλοι, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστηκέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Θεωρῶν δὲ δυνάμεις μεγάλας καὶ σημεῖα γινόμενα, ἐξίστατο. Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον. Οὐδέπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ἰδὼν δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πῶς οὖν, φησὶ, Πνεῦμα οὐκ ἔλαβον οὗτοι; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὔπω ἦσαν λαβόντες. Καὶ ὅτι τοῦτό ἐστι, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα, πῶς ἰδὼν ὁ Σίμων, προσῆλθε τοῦτο αἰτῶν. Εἰ καὶ ἐνίσχυσε δὲ τότε μάλιστα ὁ διωγμὸς, ὅμως ὁ Θεὸς πάλιν αὐτοὺς ἐξείλετο, ἐπιτειχίσας αὐτοῖς τὰ σημεῖα. Οὐ μὴν ὁ θάνατος δὲ Στεφάνου ἔσβεσεν ἐκείνων τὸν θυμὸν, ἀλλ᾽ ἐπέτεινε μᾶλλον, διὸ καὶ σκορπίζονται οἱ διδάσκαλοι, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν. Ἀλλ᾽ ὅρα καὶ πάλιν διαδεχόμενα αὐτοὺς τὰ χρηστὰ, καὶ ἐν χαρᾷ ὄντας.

Χαρὰ γὰρ, φησὶν, ἐγένετο ἐν τῇ πόλει μεγάλη· καίτοι καὶ κοπετὸς ἐγένετο μέγας. Οὕτως εἴωθε ποιεῖν ἀεὶ ὁ Θεὸς, καὶ τοῖς λυπηροῖς τὰ εὐφραίνοντα μιγνύναι, ἵνα καὶ μᾶλλον θαυμάζηται. Ἀφ᾽ ἱκανοῦ δὲ χρόνου τὸ νόσημα ἦν Σίμωνι· διὸ οὐδὲ οὕτως αὐτοῦ ἀπαλλάττεται.

Πῶς δαὶ αὐτὸν καὶ ἐβάπτισεν; Ὥσπερ καὶ τὸν Ἰούδαν ὁ Χριστὸς ἐξελέξατο. Οὗτος θεωρῶν σημεῖα γινόμενα, ἐξίσταται μὲν, οὐ τολμᾷ δὲ τὴν χάριν τῶν σημείων αἰτῆσαι, ἐπειδὴ ᾔδει οὔπω λαβόντας οὐδὲ τοὺς ἄλλους.

Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον, ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; Ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας, ἀναιρεθεὶς εἰς ἑτέρων σωφρονισμὸν, οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν. Οὕτω καὶ νῦν Πέτρος ποιεῖ, καὶ κολάσας ἐκείνους, τοῦτον οὐ κολάζει, ἀλλά φησι πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.

γʹ. Καὶ διὰ τί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα ἅγιον βαπτισθέντες; Ἤτοι τῷ μὴ δοῦναι Φιλίππου τούτῳ τιμῶντος τάχα τοὺς ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον (τῶν ἑπτὰ γὰρ ἦν)· ὅπερ καὶ μᾶλλόν ἐστιν εἰπεῖν. Ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι, ὁ Στεφάνου δεύτερος. Διὸ καὶ βαπτίζων.

Πνεῦμα τοῖς βαπτιζομένοις οὐκ ἐδίδου· οὐδὲ γὰρ εἶχεν ἐξουσίαν· τοῦτο γὰρ τὸ δῶρον μόνων τῶν δώδεκα ἦν. Σκόπει δέ· Ἐκεῖνοι οὐκ ἐξῄεσαν, ᾠκονομήθη τούτους ἐξελθεῖν, οἳ καὶ ὑστέρουν τῆς χάριτος, διὰ τὸ μήπω λαβεῖν Πνεῦμα ἅγιον. Δύναμιν μὲν γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὲ καὶ Πνεῦμα διδόναι ἑτέροις. Ἄρα τοῦτο ἦν τῶν ἀποστόλων ἐξαίρετον· ὅθεν καὶ τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς, ἔστιν ἰδεῖν τοῦτο ποιοῦντας.

Ἰδὼν δὲ, φησὶ, Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἂν οὕτως εἶπεν, εἰ μὴ αἰσθητόν τι ἐγίνετο. Τοῦτο καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. Εἶδες τὴν μιαρίαν τοῦ Σίμωνος; Χρήματα προσήνεγκε· καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· ὥστε οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν. Διὰ τοῦτο καὶ ἀκούει· Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ. Πάλιν τὰ ἐν τῇ διανοίᾳ εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζε. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε. Δέον ἀπὸ καρδίας μετανοῆσαι, δέον κλαῦσαι· ὁ δὲ ἀφοσιώσει μόνον τοῦτο ποιεῖ. Εἰ ἄρα ἀφεθήσεταί σοι. Τοῦτο εἶπεν, οὐχ ὡς οὐ συγχωρηθέντος ἂν αὐτῷ, εἰ ἔκλαυσεν, ἀλλ᾽ ἔθος καὶ τοῖς προφήταις μόνον ἀπαγορεύειν, καὶ μὴ λέγειν· Ἐὰν δὲ τόδε ποιήσῃς, συγχωρήσεταί σοι· ἀλλ᾽ ὅτι Πάντως ἔσται ἡ τιμωρία.

Σὺ δέ μοι θαύμασον καὶ πῶς ἐν καιρῷ συμφορᾶς οὐκ ἀμελοῦσιν, ἀλλὰ τοῦ κηρύγματος ἔχονται· καὶ πῶς καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγίνετο τὰ θαύματα· οὕτω δὴ καὶ ἐνταῦθα. Μαγεία ἦν, καὶ ὅμως φανερὰ ταῦτα τὰ σημεῖα ἦν, καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴ γε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς· ἐπεὶ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παράλυτοι, ἐκεῖνα οὐκ ἀλήθεια ἦν. Οὗτος δὲ οὐχὶ σημείοις μόνον, ἀλλὰ καὶ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλεγόμενος. Ὁ δὲ Σίμων, φησὶ, βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Οὐ πίστεως ἕνεκεν, ἀλλ᾽ ὥστε γενέσθαι τοιοῦτος προσεκαρτέρει.

Οἱ δὲ καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς ἔδει δυνάμεως, ὥστε δοῦναι Πνεῦμα ἅγιον; Οὐ γάρ ἐστιν ἴσον ἀφέσεως τυχεῖν, καὶ λαβεῖν δύναμιν τοιαύτην. Θεασάμενος δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα. Μὴ γὰρ τοὺς ἄλλους εἶδε τοῦτο ποιοῦντας; μὴ γὰρ Φίλιππον; μὴ γὰρ ἐνόμιζεν αὐτοὺς οὐκ εἰδέναι μεθ᾽ οἵας διανοίας προσῄει; Διὸ καλῶς Πέτρος καὶ δωρεὰν καλεῖ τὸ πρᾶγμα, λέγων· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Ὁρᾷς πανταχοῦ καθαροὺς αὐτοὺς χρημάτων ὄντας; Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Ὥστε ἀπὸ τῆς κακίας πάντα ἔπραττε· καὶ μὴν ἀφελῆ ἔδει εἶναι.

Μετανόησον οὖν. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Πολλοῦ θυμοῦ τὰ ῥήματα. Οὐ κολάζει δὲ αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ, ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ, ἵνα τὰ τῆς μετανοίας εἰσαγάγῃ· ἢ καὶ ὅτι ἤρκει εἰς διόρθωσιν τὸ ἐλέγξαι, τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν, τὸ ἐκεῖνον ὁμολογῆσαι, ὅτι ἑάλω. Τῷ γὰρ εἰπεῖν, ὅτι Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ, τοῦτό ἐστιν ὁμολογοῦντος ὁμοῦ καὶ δεικνύντος.

Ὅρα πῶς, καίτοι μιαρὸς ὢν, ὅμως, ὅτε ἠλέγχθη, τότε ἐπίστευσεν, ὥσπερ καὶ ταπεινὸς γέγονεν, ὅτε πάλιν ἠλέγχθη. Θεωρῶν σημεῖα γινόμενα ἐξίστατο, δεικνὺς τὸ πᾶν ψεῦδος. Οὐ, Προσῆλθεν, εἶπεν, ἀλλ᾽, Ἐξίστατο. Καὶ τί δήποτε ἐκεῖνο εὐθὺς οὐ ποιεῖ; Ἐνόμιζε δύνασθαι λανθάνειν, ἐνόμιζε τέχνην εἶναι τὸ πρᾶγμα· ἐπειδὴ δὲ οὐκ ἴσχυσε λαθεῖν τοὺς ἀποστόλους, προσῆλθε. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο. Τοῦτο τοῦ ἐξελθεῖν σημεῖον φανερὸν, τὰ δὲ τῶν μάγων ἀπεναντίας· μᾶλλον γὰρ ἐκεῖνοι καὶ ἐδέσμουν. Πολλοί τε παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι. Προσεῖχον δὲ αὐτῷ πάντες, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Πολλοὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐπὶ τῷ ὀνόματί μου. Διὰ τί δὲ οὐκ εὐθέως αὐτὸν ἤλεγξαν; Ἠρκέσθησαν τῷ καταγνῶναι αὐτὸν ἑαυτοῦ· καὶ γὰρ καὶ τοῦτο διδασκαλίας ἦν. Ἐπειδὴ δὲ ἀντιστῆναι οὐκ ἴσχυσεν, ὑποκρίνεται ὥσπερ καὶ οἱ μάγοι, ὅτε ἔλεγον· Τοῦτο δάκτυλός ἐστι Θεοῦ. Ἵνα δὲ μὴ καὶ ἀπελαθῇ πάλιν, διὰ τοῦτο καὶ προσεκαρτέρει τῷ Φιλίππῳ, καὶ οὐκ ἐχωρίζετο.

δʹ. Σὺ δέ μοι σκόπει, ὅσα οἰκονομεῖται διὰ τοῦ θανάτου τοῦ Στεφάνου. Διασπείρονται κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, εὐαγγελίζονται τὸν λόγον, κηρύσσουσι τὸν Χριστὸν, σημεῖα ἐπιτελοῦσι, κατὰ μικρὸν λαμβάνουσι τὴν δωρεὰν οὗτοι. Τοῦτο διπλοῦν σημεῖον ἦν· τό τε γὰρ ἐκείνοις δοῦναι, τό τε τούτῳ μὴ δοῦναι, σημεῖον μέγιστον ἦν. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱεροσόλυμα, καὶ πολλὰς κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Καλῶς οὕτως εἶπε· Διαμαρτυράμενοι.

Διαμαρτύρονται γὰρ ἴσως δι᾽ αὐτὸν, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἐν ἀσφαλείᾳ ὦσιν, ἵνα μὴ ἐξ ἀπειρίας πολλάκις συναρπαγῶσιν. Ὑπέστρεψαν εἰς Ἱεροσόλυμα. Διὰ τί πάλιν ἀπίασιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν, ἔνθα ἡ ἀρχὴ τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες;

Καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, καὶ τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβάνουσι· τὸ αὐτὸ καὶ οὗτοι ἐργάζονται. Ὅρα πάλιν οὐχὶ προηγουμένως ἐρχομένους εἰς Σαμάρειαν, ἀλλὰ διωκομένους τοὺς μαθητὰς, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ τοὺς ἀποστόλους πρὸς τοὺς πιστεύσαντας ἤδη τῶν Σαμαρειτῶν λοιπὸν ἐξαποστελλομένους. Ἀκούσαντες δὲ, φησὶν, οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην. Τί δήποτε ἀποστέλλονται; Ὥστε ἀπαλλάξαι μαγείας αὐτοὺς, ὥστε τῆς διδαχῆς ἀναμνῆσαι, ἣν παρὰ Χριστοῦ ἔμαθον, ὅτε πρῶτον ἐπίστευσαν. Δέον οὖν τοὐναντίον αἰτῆσαι, ἵνα λάβῃ Πνεῦμα ἅγιον· ὁ δὲ, ἐπειδὴ οὐκ ἔμελεν αὐτῷ τούτου, ἵνα διδῷ ἑτέροις αἰτεῖ. Καίτοι ἐκεῖνοι οὐκ ἔλαβον τοῦτο ὥστε διδόναι· ἀλλ᾽ ἤθελεν οὗτος Φιλίππου γενέσθαι λαμπρότερος, ὁ ἐν τοῖς μαθηταῖς ὤν. Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Οὐκ ἐπαρωμένου ταῦτά ἐστιν, ἀλλὰ παιδεύοντος. Ἐπειδὴ γὰρ εἰς δέον αὐτῷ οὐκ ἐχρήσατο, Σοὶ, φησίν, ἔστω τῷ τοιούτῳ. Ὡς ἂν εἴποι τις· Συναπόλοιτο μετὰ τῆς προαιρέσεώς σου, ὅτι οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα· οὐκ ἔστι τοῦτο. Εἰ γοῦν προσῆλθεν, ὡς ἔδει προσελθεῖν, κἂν ἀπεδέχθη, κἂν ὡς λοιμὸς οὐκ ἠλάθη. Ὁρᾷς, ὅτι ὁ μικρὰ περὶ μεγάλων φανταζόμενος διπλᾶ ἁμαρτάνει;

Δύο τοίνυν αὐτῷ κελεύει· Μετανόησον καὶ δεήθητι, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Οὕτως ἦν ἐπινοήσας τι πονηρόν. Διὰ τοῦτο καὶ εἶπεν, Εἰ ἄρα ἀφεθήσεταί σοι, ὅτι ᾔδει ἀδιόρθωτον ὄντα. Ὁ δὲ πάλιν δέδοικε τὸ πλῆθος, καὶ φοβεῖται ἀρνήσασθαι. Καίτοι εἰ μὴ ἐθορυβήθη, εἶπεν ἂν, ὅτι Οὐκ ᾔδειν, ὅτι ἀφελῶς ἐποίησα· ἀλλ᾽ ἐξεπλάγη, πρώτῳ μὲν ἐκείνῳ, ὅτι ἑάλω τοῖς σημείοις· δευτέρῳ δὲ τούτῳ, τῷ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ φανερὰ γενέσθαι. Διὰ τοῦτο μακρὰν καὶ ἀπῄει λοιπὸν εἰς τὴν Ῥώμην, ὡς οὐ φθάνοντος ἐκεῖ τοῦ Ἀποστόλου.

Πολλάς τε, φησὶ, κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Ὅρα, πῶς καὶ αἱ ὁδοὶ αὐτοῖς ἔμπρακτοι ἦσαν· ἀλλ᾽ οὐχὶ ἁπλῶς ἐποιοῦντο αὐτάς. Τοιαύτας καὶ ἡμᾶς ἀποδημίας ἔδει ποιεῖσθαι. Καὶ τί λέγω ἀποδημίας; Πολλοὶ κώμας ἔχουσι καὶ χωρία, καὶ οὐ μέλει αὐτοῖς, οὐδὲ ποιοῦνταί τινα λόγον· ἀλλ᾽ ὅπως μὲν βαλανεῖον γένοιτο, καὶ ὅπως τὰ τιμήματα ἐπιταθείη, καὶ ὅπως αὐλαὶ, καὶ ὅπως οἰκοδομήματα κατασκευασθείη, πολλὴν σπουδὴν ποιοῦνται· ὅπως δὲ ψυχαὶ γεωργηθεῖεν, οὐκέτι. Καὶ σὺ μὲν, ἂν ἀκάνθας παρὰ τὴν ἄρουραν ἴδῃς, τέμνεις, καίεις, ἀφανίζεις, ὥστε τὴν γῆν ἀπαλλάξαι τῆς ἐντεῦθεν λύμης· ὁρῶν αὐτοὺς δὲ τοὺς γεωργοὺς ἀκανθῶν γέμοντας, καὶ οὐκ ἐκτέμνων, οὐ δέδοικας καὶ φρίττεις, εἰπέ μοι, τὸν μέλλοντά σε καὶ ὑπὲρ τούτων ἀπαιτεῖν λόγον; Οὐ γὰρ ἐχρῆν ἕκαστον τῶν πιστῶν ἐκκλησίαν οἰκοδομεῖν, διδάσκαλον λαμβάνειν πρὸς τὸ συναίρεσθαι, πρὸ πάντων τοῦτο σκοπεῖν, ὅπως ἅπαντες εἶεν Χριστιανοί; Πῶς, εἰπέ μοι, Χριστιανὸς ἔσται ὁ γεωργὸς, ὁρῶν σὲ οὕτως ἀμελοῦντα τῆς αὑτοῦ σωτηρίας;

Οὐ δύνασαι ποιῆσαι σημεῖα καὶ πεῖσαι; Οἷς ἔχεις πεῖσον, φιλανθρωπίᾳ, προστασίᾳ, ἡμερότητι, κολακείᾳ, τοῖς ἄλλοις ἅπασι. Καὶ ἀγορὰς μὲν καὶ βαλανεῖα ποιοῦσιν οἱ πολλοὶ, ἐκκλησίας δὲ οὐχί· καὶ πάντα μᾶλλον, ἢ τοῦτο. Διὸ παρακαλῶ καὶ ἀντιβολῶ καὶ χάριν αἰτῶ, μᾶλλον δὲ καὶ νόμον τίθημι, ὥστε μηδένα ὀφθῆναι ἔρημον ἐκκλησίας χωρίον ἔχοντα. Μή μοι εἴπῃς· Πλησίον ἐστὶν, ἐκ γειτόνων ἐστί· πολλή ἐστιν ἡ δαπάνη, οὐ πολλὴ ἡ πρόσοδος.

Εἴ τι ἔχεις εἰς πένητας ἀναλῶσαι, ἐκεῖ ἀνάλωσον· βέλτιον ἐκεῖ, ἢ ἐνταῦθα· θρέψον διδάσκαλον, θρέψον διάκονον καὶ ἱερατικὸν σύστημα. Ὡσανεὶ γυναῖκα ἀγαγὼν ἢ νύμφην, ἢ δοὺς θυγατέρα, οὕτω τῇ Ἐκκλησίᾳ διάκεισο· προῖκα ἐπίδος αὐτῇ. Οὕτω σοι εὐλογίας τὸ χωρίον πληρωθήσεται.

Τί γὰρ οὐκ ἔσται ἐκεῖ τῶν ἀγαθῶν; μικρὸν, εἰπέ μοι, τὸν ληνὸν εὐλογεῖσθαι; μικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόμοιραν καὶ ἀπαρχὰς λαμβάνειν; Πρὸς εἰρήνην τῶν γεωργούντων τοῦτο χρήσιμον. Αἰδέσιμος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συμβαλεῖται τοῦτο. Εὐχαὶ ἐκεῖ διηνεκεῖς διὰ σὲ, ὕμνοι καὶ συνάξεις διὰ σὲ, προσφορὰ καθ᾽ ἑκάστην Κυριακήν. Οἷόν ἐστιν εἰς θαῦμα μεῖζον, τοῦ τάφους μὲν ἑτέρους οἰκοδομῆσαι λαμπροὺς, ἵνα οἱ μετὰ ταῦτα ἀκούωσιν, ὅτι ὁ δεῖνα ᾠκοδόμησε, σὲ δὲ ἐκκλησίας ἀναστῆσαι! Ἐννόησον, ὅτι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας σὺ τὸν μισθὸν ἕξεις ὁ ἀναστήσας θυσιαστήριον τοῦ Θεοῦ.

εʹ. Εἰπὲ γάρ μοι, εἰ βασιλεύς σοι ἐκέλευσεν οἰκοδομῆσαι οἰκίαν, ἵνα ἐκεῖ καταλύοι, οὐκ ἂν πάντα ἐποίησας; Νῦν οὖν βασίλειά ἐστι τοῦ Χριστοῦ, τῆς ἐκκλησίας ἡ οἰκοδομή. Μὴ τὸ ἀνάλωμα ἴδῃς, ἀλλὰ τὸν καρπὸν λόγισαι· γεωργοῦσιν ἐκεῖνοι τὴν γῆν, σὺ γεώργησον αὐτῶν τὰς ψυχάς· φέρουσί σοι καρποὺς ἐκεῖνοι, σὺ εἰς τὸν οὐρανὸν αὐτοὺς ἀνάγαγε. Ὁ τὴν ἀρχὴν δοὺς, οὗτος καὶ τῶν ἄλλων αἴτιος πάντων. Ἄρα καὶ σὺ αἴτιος ἔσῃ τῶν κατηχουμένων ἐκεῖ, τῶν ἐν τοῖς χωρίοις τοῖς πλησίον.

Καίτοι τὰ μὲν βαλανεῖα μαλακωτέρους ποιεῖ τοὺς γεωργοὺς, τὰ καπηλεῖα τρυφηλοτέρους· ἀλλ᾽ ὅμως ποιεῖτε ταῦτα διὰ δόξαν. Αἱ ἀγοραὶ καὶ αἱ πανηγύρεις πάλιν ἰταμούς· τὰ δὲ ἐνταῦθα, πᾶν τοὐναντίον. Ἡλίκον γάρ ἐστιν ἰδεῖν πρεσβύτερον εἰς εἰκόνα βαδίζοντα τοῦ Ἀβραὰμ, πολιὸν, ἀνεζωσμένον καὶ σκάπτοντα καὶ αὐτουργοῦντα! Τί τοῦ ἀγροῦ ποθεινότερον ἐκείνου;

Ἐνταῦθα μείζων ἡ ἀρετή. Οὐκ ἔστιν ἀσέλγεια ἐκεῖ, ἀλλ᾽ ἀπελήλαται· οὐκ ἔστι μέθη καὶ τρυφὴ, ἀλλ᾽ ἐξώρισται· οὐκ ἔστι κενοδοξία, ἀλλ᾽ ἔσβεσται· τὸ τῆς εὐνοίας πλέον ἐκεῖ διαλάμπει διὰ τὴν ἀφέλειαν. Οἷόν ἐστιν ἀπελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι αὐτὸς αὐτὸν ᾠκοδόμησε, καὶ ῥῖψαι ἑαυτὸν ὕπτιον, καὶ μετὰ τὴν αἰώραν τὴν σωματικὴν καὶ λυχνικοῖς καὶ ἑωθινοῖς ὕμνοις παραγενέσθαι, ὁμοτράπεζον ἔχειν τὸν ἱερέα, συνομιλοῦντα εὐλογίας ἀπολαύειν, ἑτέρους ὁρᾷν ἐρχομένους ἐκεῖ; Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια ἀγροῦ. Οὗτός ἐστιν ὁ ἀγρὸς περὶ οὗ φησιν Ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.

Εἰ καὶ χωρὶς τούτου καλὸς ὁ ἀγρὸς διὰ τὴν ἡσυχίαν, διὰ τὸ ἀπραγμοσύνης γέμειν· ὅταν καὶ τοῦτο ἔχῃ, τίνι οὐκ ἔσται ἴσος; Ἀγρὸς γὰρ ἐκκλησίαν ἔχων, τῷ παραδείσῳ ἔοικε τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκεῖ κραυγὴ, οὐκ ἔστι θόρυβος, οὐκ ἐχθροὶ διάφοροι, οὐχ αἱρέσεις· πάντας φίλους ἔστιν ἰδεῖν, τῶν αὐτῶν δογμάτων κοινωνούς. Ἄγει σε εἰς φιλοσοφίαν ἡ ἡσυχία· λαβών σε ἀπὸ τῆς φιλοσοφίας ταύτης ὁ πρεσβύτερος, θεραπεύσει εὐκόλως. Ἐνταῦθα μὲν γὰρ, ὅσα ἐὰν λέγωμεν, ἡ ἀγορὰ ἐκκρούει· ἐκεῖ δὲ ἅπερ ἂν ἀκούσῃς, πεπηγότα ἕξεις ἐν τῇ διανοίᾳ, ἕτερος ἐν τῷ ἀγρῷ ἔσῃ δι᾽ ἐκείνου· καὶ ἐκείνων δὲ προστήσεται, καὶ ἔσται φύλαξ τῷ τε παρεῖναι, τῷ τε ῥυθμίζειν αὐτούς. Πόσον δέ ἐστι καὶ τὸ ἀνάλωμα, εἰπέ μοι; Ποίησον τέως μικρὸν οἶκον ἐν τάξει ναοῦ· ὁ μετὰ σὲ ποιήσει στοὰν, ὁ μετ᾽ ἐκεῖνον ἕτερα προσθήσει, καὶ οὕτω σοὶ λογισθήσεται τὸ πᾶν. Σὺ δίδως μικρὸν, καὶ τοῦ παντὸς λαμβάνεις τὸν μισθόν. Οὐκοῦν ἀρχὴν ἐπίθες, θεμέλιον κατάβαλε· μᾶλλον δὲ ἀλλήλους παρακαλέσατε· ἅμιλλαν ποιήσασθε τοῦ πράγματος. Νῦν δὲ, ἔνθα μὲν ἄχυρα καὶ σῖτον καὶ πάντα τὰ τοιαῦτα ἀποθέσθαι δεῖ, εὐκόλως οἰκοδομοῦσιν· ἔνθα δὲ συλλεγῆναι χρὴ ψυχῶν γεννήματα, οὐδαμῶς φροντίζουσιν, ἀλλ᾽ ἀναγκάζονται μυρίους σταδίους βαδίζειν, καὶ μακρὰς ἀποδημίας στέλλεσθαι, ἵνα εἰς ἐκκλησίαν ἀπίωσιν.

Ὅσον δέ ἐστιν ἀγαθὸν μετὰ πολλῆς ἡσυχίας ἐν τῇ ἐκκλησίᾳ τὸν ἱερέα παραγίνεσθαι, ἵνα προσίῃ τῷ Θεῷ, καὶ λέγῃ ὑπὲρ τῆς κώμης καθ᾽ ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ κεκτημένου!

Μικρόν ἐστιν, εἰπέ μοι, τὸ καὶ ἐν ταῖς ἁγίαις ἀναφοραῖς ἀεὶ τὸ ὄνομά σου ἐγκεῖσθαι, καὶ καθ᾽ ἑκάστην ἡμέραν ὑπὲρ τῆς κώμης εὐχὰς γίνεσθαι πρὸς τὸν Θεόν; πόσον σοι καὶ εἰς τὰ ἄλλα τοῦτο λυσιτελεῖ! Συμβαίνει τινὰς ἐκ γειτόνων οἰκεῖν καὶ ἔχειν ἐπιτρόπους· πρὸς σὲ μὲν οὖν τὸν πένητα οὐκ ἀξιώσει τις ἐκείνων οὐδὲ ἐλθεῖν· τὸν δὲ πρεσβύτερον ἴσως καὶ καλέσει, καὶ τραπέζης κοινωνὸν ποιήσει. Ὁρᾷς, πόσα ἐντεῦθεν γενήσεται καλά;

Πάσης ἔσται τέως ἡ κώμη πονηρᾶς ὑποψίας ἐλευθέρα· οὐδεὶς ἀνδροφονίας, οὐδεὶς κλοπῆς ἕνεκεν ἐγκαλέσει, οὐδεὶς τοιοῦτον οὐδὲν ὑποπτεύσει. Ἔχουσι καὶ ἑτέραν παραμυθίαν, ἂν νόσος παρακολουθήσῃ, ἂν θάνατος.

Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε καὶ αἱ φιλίαι γίνονται τῶν ἐκεῖ παρ᾽ ἀλλήλοις ἰόντων· καὶ αἱ σύνοδοι δὲ γενήσονται πολλῷ τῶν ἐν ταῖς πανηγύρεσιν ἡδίους. Οὐ μόνον δὲ αἱ σύνοδοι, ἀλλὰ καὶ αὐτοὶ οἱ προεστῶτες διὰ τὸν πρεσβύτερον αἰδεσιμώτεροι ἔσονται. Πάντως ἀκούεις, ὅτι τὰ Ἱεροσόλυμα παρὰ τὰς ἄλλας πόλεις τιμιώτερα ἦν παρὰ τοῖς παλαιοῖς· ἀλλ᾽ οὐχ ἁπλῶς, ἀλλὰ διὰ τὴν τότε κρατοῦσαν εὐσέβειαν. Διὰ τοῦτο ἔνθα τιμᾶται Θεὸς, οὐδέν ἐστι πονηρόν· ὥσπερ πάλιν ἔνθα οὐ τιμᾶται, οὐδὲν ἀγαθόν. Πολλὴ ἀσφάλεια ἔσται καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Ναὶ παρακαλῶ, μὴ παρέργως, ἀλλὰ προθύμως τοῦ πράγματος ἀντιλάβεσθε.

Εἰ γὰρ ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα τοῦ Θεοῦ ἔσται· ὁ τοσαύτας ψυχὰς τάς τε οὔσας, τάς τε ἐσομένας ἕως τῆς τοῦ Χριστοῦ παρουσίας ὠφελῶν καὶ ἀνακτώμενος, πόσης οὐκ ἀπολαύσεται εὐνοίας παρὰ τοῦ Θεοῦ! Φρούριον κατασκεύασον κατὰ τοῦ διαβόλου· τοῦτο γάρ ἐστιν ἡ ἐκκλησία. Ἐκεῖθεν ὁρμάτωσαν αἱ χεῖρες εἰς κάματον· πρῶτον ἀνατεινέτωσαν αὐτὰς εἰς εὐχὰς, καὶ τότε ἀπίτωσαν εἰς τὴν ἐργασίαν. Οὕτως ἔσται αὐτοῖς ἰσχὺς σώματος, οὕτως ἔσται ἡ γεωργία πολλὴ, οὕτω πάντα ἐκτὸς ἔσται τὰ κακά. Οὐκ ἔστι τὴν ἡδονὴν τὴν ἐντεῦθεν λόγῳ παραστῆσαι, ἕως ἂν ἔργῳ μὴ γένηται. Μὴ τοῦτο ἴδῃς, ὅτι οὐδεμίαν ἔχει πρόσοδον· ὅλως εἰ οὕτω ποιεῖς, μὴ ποιήσῃς, εἰ μὴ νομίζεις πρόσοδον λαμβάνειν παντὸς τοῦ χωρίου μείζονα· εἰ μὴ οὕτω διάκεισαι, μηδὲ ἐργάσῃ· εἰ μὴ ὑπὲρ πάντα προστῆναί σου ὑπολαμβάνεις τὸ ἔργον τοῦτο. Τί τῆς προσόδου ταύτης μεῖζον, τοῦ εἰς τὴν ἅλω τὴν ἐν οὐρανῷ εἰσαγαγεῖν ψυχάς; Οἴμοι! ὅτι οὐκ ἴστε πόσον ἐστὶ τὸ κερδᾶναι ψυχάς. Ἄκουε τί φησι πρὸς τὸν Πέτρον ὁ Χριστός· Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Εἰ βασιλικὰ πρόβατα θεασάμενος ἢ ἵππων ἀγέλην, παρὰ τὸ σηκὸν μὴ ἔχειν, εἰς ἐπιβουλὴν προκείμενα, λαβὼν αὐτὸς σηκόν τε ᾠκοδόμησας καὶ ἱππῶνα, ἢ καὶ ποιμένα ἐπέστησας, τίνι οὐκ ἄν σε ἠμείψατο ὁ βασιλεύς; Νῦν τὴν ποίμνην τοῦ Χριστοῦ συνάγεις καὶ ποιμένα ἐφιστᾷς, καὶ οὐχ ἡγῇ μέγα τι ἐργάζεσθαι;

Τί λέγω; Εἰ ὁ σκανδαλίζων καὶ ἕνα, ἀπειλὴν ἔχει τοσαύτην ὑποστῆναι τιμωρίαν· ὁ σώζων τοσούτους, εἰπέ μοι, οὐχὶ σωθήσεται; Εὔδηλον ὅτι. Ποίαν ἕξει γὰρ λοιπὸν ἁμαρτίαν, ἢ κἂν ἔχοι, οὐκ ἐξαλείφει ταύτην; Ἀπὸ τῆς τιμωρίας τοῦ σκανδαλίζοντος μάθε τὸ ἔπαθλον τοῦ σώζοντος. Εἰ μὴ περισπούδαστον ἦν τῷ Θεῷ καὶ μιᾶς ψυχῆς σωτηρία, οὐκ ἂν τοσαύτην ὀργὴν ἐποίησεν αὐτῷ ἡ ἀπώλεια. Ταῦτα οὖν εἰδότες, ἐχώμεθα ἤδη τοῦ ἔργου τούτου τοῦ πνευματικοῦ, καὶ ἐμὲ καλεσάτω ἕκαστος, καὶ ἡμεῖς συναντιληψόμεθα τὰ δυνατά. Καὶ εἰ μὲν τρεῖς εἶεν οἱ κεκτημένοι, ἐκ συνεισφορᾶς ποιείτωσαν· εἰ δὲ εἷς, καὶ τοὺς ἄλλους ἀναπείσει τοὺς πλησίον. Μόνον τοῦτο κατορθῶσαι σπουδάσατε, παρακαλῶ, ἵνα πάντοθεν εὐαρεστοῦντες τῷ Θεῷ, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.