Τοιοῦτο δή τι καὶ ἡ τρυφή ἐστι. Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ μὲν ἄνωθεν ῥιπτούντων εἰς τὸ πέλαγος, τὰ δὲ κάτωθεν· οὕτω δὴ καὶ ἐνταῦθα, τὰ μὲν ἄνωθεν ἐμοῦντες, τὰ δὲ κάτωθεν, καὶ ἑαυτοὺς διαφθείροντες, ἀπόλλυνται. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, ὅτι αὐτὸ τὸ στόμα τὴν χρῆσιν ἀναλαμβάνει τῶν ὄπισθεν μορίων, καὶ γίνεται ἐκείνων ἀτιμότερον. Εἰ δὲ ἐν τῷ στόματι τοσαύτη ἀσχημοσύνη, ἐννόησον ἐν τῇ ψυχῇ. Καὶ γὰρ ἐκεῖ πάντα γνόφος, πάντα θύελλα, πάντα σκότος, πολλὴ τῶν λογισμῶν σύγχυσις, πιεζομένων, θλιβομένων, τῆς ψυχῆς αὐτῆς τὴν ἐπήρειαν βοώσης. Ἐντεῦθεν καὶ αὐτοὶ οἱ γαστριζόμενοι ἀλλήλους αἰτιῶνται, δυσχεραίνουσι, σπεύδουσι τὴν ἔνδον ἀποῤῥίψασθαι κόπρον. Ὅμως καὶ μετὰ τὸ ῥιφῆναι, οὐδὲ οὕτως ὁ σάλος παύεται· ἀλλὰ καὶ πυρετοὶ ἐντεῦθεν καὶ νόσοι. Ναὶ, φησὶ, νοσοῦσι καὶ ἀσχημονοῦσι· λόγος εἰκῆ ταῦτα διεξιὼν, καὶ νόσους ἡμῖν καταλέγων· νοσῶ γὰρ ἐγὼ, καὶ σπῶμαι ἐγὼ, καὶ ἀσχημονῶ ἐγὼ, ὁ μὴ ἔχων φαγεῖν· τούτους δὲ τοὺς τρυφῶντας ἔστιν εὐπαθοῦντας ἰδεῖν, σφριγῶντας, χαίροντας, φερομένους ἐφ᾽ ἵππων. Οἴμοι! θρήνων γὰρ ἄξια ταῦτα τὰ ῥήματα. Τοὺς δὲ ποδαλγοῦντας, τοὺς ἐπὶ δίφρων φερομένους, τοὺς καταδεσμουμένους, πόθεν ὁρῶμεν, εἰπέ μοι;