Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Θέκλαν τὴν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή της παρθενικής αφιερώσεως έναντι του έγγαμου βίου

Αναλύεται η διδασκαλία του αποστόλου Παύλου περί αμεριμνησίας της παρθένου, σε αντιπαραβολή με τις βιοτικές φροντίδες και τις αγωνίες του έγγαμου βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἀλλ᾽ ἡ μὲν φύσις παρεχώρει τῇ κόρῃ, καὶ τυραννοῦσα παρ᾽ ἄλλοις, καὶ λυττῶσα πρὸς μίξιν, παρὰ Θέκλᾳ παρθενίαν ἐξήσκει· οἱ γονεῖς δὲ τὰς πρὸς τὴν παρθενίαν τῆς παιδὸς οὐκ εἰδότες συνθήκας, οὐδὲ τῆς πρὸς αὐτὴν νυμφαγωγίας τὸν Δεσπότην Χριστὸν ἐξ οὐρανοῦ δεδωκότα, πολλὰς αὐτῇ περὶ γάμων νουθεσίας ἐμακρολόγουν· ἡ Παύλου δὲ ἄρα ταῖς τῆς κόρης ἀκοαῖς ἐπῳδὴ προενήφει, Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι, καὶ πνεύματι. Στέφανος τῆς παρθενίας εὐθύς· αὐτὸς αὐτῇ πρῶτος τῆς μερίμνης ὁ τρόπος· μεριμνᾷ γὰρ εὐλογίας ἀνάμεστον μέριμναν, μεριμνᾷ πάσης ἀμεριμνίας ἐλευθερωτέραν φροντίδα, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐδὲν αὐτῇ κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν, ἐξουσίαν χρησίμων ἀφῃρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμουμένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθάπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα. Ἐτέχθη τις θήλεια; ὅτι μὴ ἄῤῥεν, ὁ ἀνὴρ σκυθρωπάζει. Προσετέθη καὶ ἄῤῥεν; ἐτέχθη τὸ τεχθὲν, ὡς οὐκ εὔμορφον. Χαρίεντα πρὸς κάλλος ἀμφότερα; ὡς ὑπὲρ καλῶν ἡ φροντὶς πικροτέρα. Ἀπηλλάγησαν γάλακτος;

διεδέξατο πάλιν ἀνατροφῆς ἀγωνία· ὅταν ὑγιαίνωσι, μὴ νοσήσωσι φόβος· ὅταν νοσήσωσι, δειλία μὴ τελευτήσωσιν· ὅταν τελευτήσωσιν, ὡς ἐπ᾽ ἀτέκνῳ λοιπὸν ἔσεσθαι καταφρόνησιν φόβος· ὅταν μὴ τελευτήσωσιν, ὡς ὑπὲρ ζώντων ἡ φροντὶς βαρυτέρα, πόθεν εἰς παίδευσιν χορηγία τοῖς τέκνοις, πόθεν αὐτοῖς γαμικοῦ παρασκευὴ συναλλάγματος, πόθεν ἐσθημάτων εὐσχημοσύνη, πόθεν οἰκετῶν ἑκάστῳ διανομὴ, ποῖα τῶν ὄντων προσνείμῃ τῷ μείζονι, πῶς τὸν μικρότερον θεραπεύσει φθονοῦντα. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐ τοῦ γάμου στηλιτεύω τὴν φύσιν· πρόνοια γὰρ οὗτος τοῦ γένους κοινή· ἀλλὰ τῶν ἐν γάμῳ δημοσιεύω τὴν μέριμναν, μερίμνης σαρκικῆς οὐράνιον προτίθημι μέριμναν, κάλλιον καλοῦ προτιμῶ. Κρείττων καὶ τῶν κατὰ τῆς Εὔας ἡ παρθένος προστίμων· τὸ γὰρ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει, ταῖς παρ᾽ ἀνδρῶν μὴ δεσποζομέναις ἀνίσχυρον· τὸ, Ἐν λύπαις τέξῃ τέκνα, ταῖς παρθενευούσαις ἀργόν· ἡ γὰρ μὴ τίκτουσα τῆς τῶν λυπηρῶν ὠδίνων ἐκτὸς ἀποφάσεως. Ἤδη τοῖς τῶν μελλόντων ἡ παρθένος ἐντρυφᾷς ἀῤῥαβῶσιν· ἤδη τῷ τῆς ἀναστάσεως ἁγιασμῷ συνοικεῖς. Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται.