Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαίου

Ἰωάννης ὁ Χρυσόστομος

Η σημασία του ποτηρίου, το μαρτύριο και η απονομή των βραβείων

Ο σταυρικός θάνατος του Κυρίου ως ποτήριο και βάπτισμα, και η διασαφήνιση ότι τα πνευματικά βραβεία δεν απονέμονται κατά χάριν, αλλά απαιτούν προσωπικό αγώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

ποτήριον ἐνταῦθα καὶ βάπτισμα καλῶν τὸν σταυρὸν τὸν ἑαυτοῦ καὶ τὸν θάνατον· ποτήριον μὲν, ἐπειδὴ μεθ᾽ ἡδονῆς αὐτὸν ἐπῄει, βάπτισμα δὲ, ὅτι δι᾽ αὐτοῦ τὴν οἰκουμένην ἐκάθηρεν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν εὐκολίαν τῆς ἀναστάσεως. Ὥσπερ γὰρ ὁ βαπτιζόμενος ὕδατι, μετὰ πολλῆς ἀνίσταται τῆς εὐκολίας, οὐδὲν ὑπὸ τῆς φύσεως τῶν ὑδάτων κωλυόμενος· οὕτω καὶ αὐτὸς εἰς θάνατον καταβὰς, μετὰ πλείονος ἀνέβη τῆς εὐκολίας· διὰ τοῦτο βάπτισμα αὐτὸ καλεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· δύνασθε σφαγῆναι καὶ ἀποθανεῖν; τούτων γὰρ ὁ καιρὸς νῦν, θανάτων καὶ κινδύνων καὶ πόνων. Λέγουσιν ἐκεῖνοι, Δυνάμεθα, οὐδὲ εἰδότες τί ποτε ἦν τὸ λεγόμενον, ἀλλὰ τῇ ἐλπίδι τῆς ἀπολήψεως ὑπισχνούμενοι. Λέγει πρὸς αὐτούς· Τὸ μὲν ποτήριον πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸν θάνατον οὕτω λέγων· καὶ γὰρ Ἰάκωβος ἀπετμήθη μαχαίρᾳ, καὶ Ἰωάννης πολλάκις ἀπέθανε.

Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀποθανεῖσθε μὲν, καὶ σφαγήσεσθε, καὶ μαρτυρίῳ τιμηθήσεσθε· τὸ μέντοι πρώτους γενέσθαι, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τῶν ἀγωνιζομένων λαβεῖν, διὰ πλείονος τῆς σπουδῆς, διὰ μείζονος τῆς προθυμίας. Ἵνα δὲ ὃ λέγω γένηται σαφέστερον, ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην· εἶτα μητέρα ἀθλητὰς ἔχουσαν δύο παῖδας, προσελθεῖν μετὰ τῶν παίδων αὐτῆς τῷ ἀγωνοθέτῃ, καὶ λέγειν· εἰπὲ ἵνα οὗτοι οἱ δύο υἱοί μου τὸν στέφανον λάβωσι· τί τοίνυν αὐτὸς ἀποκρινεῖται; Τὸ αὐτὸ δὴ τοῦτο, ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι· ἀγωνοθέτης εἰμὶ, οὐ χάριτι βραβεύων, οὐδὲ ἱκετηρίᾳ καὶ δεήσει τῶν προσιόντων, ἀλλὰ τῷ τέλει τῶν πραγμάτων. Τοῦτο γὰρ μάλιστα ἀγωνοθέτου, τὸ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε διδόναι τὰ βραβεῖα, ἀλλ᾽ ἀνδρείαν τιμῶντα. Τοῦτο δὴ καὶ ὁ Χριστὸς ποιεῖ· οὐκ ἐξαίρων τὰ τῆς οὐσίας, οὕτως εἶπεν, ἀλλὰ τοῦτο δηλῶν, ὅτι οὐκ αὐτοῦ μόνου ἐστὶ δοῦναι, ἀλλὰ καὶ τῶν ἀγωνιζομένων λαβεῖν. Εἰ γὰρ αὐτοῦ μόνου ἦν, πάντες ἄνθρωποι ἂν ἐσώθησαν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἦλθον· εἰ αὐτοῦ μόνου ἦν, οὐκ ἂν ἐγένοντο διάφοροι τιμαί· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται.

Ὅτι δέ εἰσι διάφοροι τιμαὶ, ἄκουε Παύλου τοῦτο δηλοῦντος καὶ λέγοντος· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Καὶ πάλιν, Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, ἄργυρον, λίθους τιμίους. Τὸ ποικίλον γὰρ τῆς ἀρετῆς ἐμφαίνων ὁ Παῦλος, οὕτω τὸν λόγον διεσκεύασε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἔστι καθεύδοντας καὶ ῥέγχοντας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ διὰ πολλῶν θλίψεων δεῖ λαβεῖν τὰ βραβεῖα ἐκεῖνα. Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτιμηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ ὑμῶν, εἰ βουληθείητε, λαβεῖν· ἵνα πλείονα ἐπιδείξησθε προθυμίαν, ἵνα μείζονα πόνον, ἵνα πολλὴν τὴν σπουδήν· τοῖς γὰρ ἔργοις τίθημι τοὺς στεφάνους, καὶ τοῖς πόνοις τὰς τιμὰς, καὶ τῷ ἱδρῶτι τὰ βραβεῖα· αὕτη παρ᾽ ἐμοὶ σύστασις ἀρίστη, ἡ ἀπὸ τῶν ἔργων ἀπόδειξις.

ϛʹ. Ὁρᾷς, πῶς οὐ μάτην ἔλεγον, ὅτι οὔτε αὐτοῦ ἐστιν, οὔτε τοῦ Πατρὸς, ἀλλὰ τῶν ἀγωνιζομένων καὶ πονούντων καὶ ταλαιπωρουμένων; Διὰ δὴ τοῦτο καὶ τῇ Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι τῶν ῥᾳθυμούντων καὶ ἀναπεπτωκότων καὶ ὑπτίων κειμένων οὐκ ἔνι τινὰ σωθῆναί ποτε; Ἐκ τούτου καὶ ἕτερόν τι μανθάνομεν ἀπόῤῥητον, ὅτι οὐκ ἀρκεῖ οὐδὲ μαρτύριον τὴν ἀνωτάτω δοῦναι τιμὴν καὶ τὴν ὑψηλοτάτην προεδρίαν.

Ἰδοὺ γοῦν τούτοις προεῖπεν, ὅτι μαρτυρήσουσι μὲν, οὐ πάντως δὲ τῶν πρωτείων τεύξονται· εἰσὶ γάρ τινες οἱ καὶ μείζονα δυνάμενοι ἐπιδείξασθαι. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ ἐκ δεξιῶν καθίσαι, καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι· οὐχ ὅτι καθίζει, ἀλλὰ τὸ μείζονος ἀπολαῦσαι τιμῆς, τὸ τῶν πρωτείων ἐπιτυχεῖν, τὸ ἀνωτέρω πάντων γενέσθαι, τοῦτό ἐστι, φησίν· τὸ τοίνυν καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, συγκαταβαίνων αὐτοῖς ἐπὶ τῇ ὑπονοίᾳ φησίν. Ἐκεῖνοι γὰρ τὰ πρῶτα ἐζήτουν, καὶ τὸ τῶν ἄλλων ἁπάντων μείζους φανῆναι. Τοῦτο οὖν αὐτὸ, φησὶ, τὸ τῶν ἄλλων ὑμᾶς μείζους φανῆναι, καὶ πάντων ἀνωτέρους, οὐκ ἔστιν ἀπὸ τούτου μόνου λαβεῖν· ἀποθανεῖσθε μὲν γάρ· τὸ δὲ τῆς ἀνωτάτω τιμῆς ἀπολαῦσαι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ ἐκείνοις οἷς ἡτοίμασται. Καὶ τίσιν ἡτοίμασται; εἰπέ μοι. Ἴδωμεν τίνες οὗτοι οἱ μακάριοι, καὶ τρισμακάριοι, καὶ τῶν λαμπρῶν ἐκείνων ἀπολαύοντες στεφάνων. Τίνες οὖν εἰσιν οὗτοι, καὶ τί ποιήσαντες οὕτω φανοῦνται λαμπροί; Ἄκουσον αὐτοῦ λέγοντος· ἐπειδὴ γὰρ ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο, ὅτι δὴ ἀποῤῥαγέντες τοῦ χοροῦ, τὴν ἀνωτάτω τιμὴν εἰς ἑαυτοὺς περιστῆσαι ἐβούλοντο, ὅρα πῶς καὶ ἐκείνων διορθοῦται τὸ πάθος καὶ τούτων.