Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Η Δευτέρα Παρουσία και το αποστολικό βήμα

Περιγραφή της ένδοξης έλευσης του Χριστού ως Κριτού της οικουμένης και της δικαστικής εξουσίας των αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ὢ πόσα ὁ ἀγαθὸς διὰ δούλων πονηρῶν εἰς σωτηρίαν ἐπραγματεύσατο! κατῆλθεν ἐξ οὐρανῶν, ἀνῆλθεν εἰς οὐρανοὺς, ἐξ οὐρανῶν πάλιν ἐλεύσεται· ἐλεύσεται δὲ πῶς; Οὐκ εἰς ἑτέραν ἀναλυθεὶς ὑπόστασιν, ἀλλ᾽ ἐν τῷ εἴδει τῆς σαρκὸς, ἐν τῷ ἀνθρωπίνῳ σχήματι· οὐ μέντοι ταπεινὰ πράττων, ὡς τὸ πρότερον, οὐκ ἐπὶ σκάφους ὑπνῶν, οὐκ ἐπὶ φρέατι κόπῳ δίψης κρατούμενος, οὐκ ἐπὶ πῶλον ὅνου καθήμενος, ἀλλ᾽ ἐπὶ πώλου νεφελοειδοῦς ὀχούμενος· οὐχ ἁλιέας ἐπαγόμενος, ἀλλ᾽ ὑπὸ ἀγγέλων δορυφορούμενος· οὐ δικαστοῦ παριστάμενος βήματι, ἀλλ᾽ αὐτὸς κρίνων τῆς οἰκουμένης τὰ πέρατα, καὶ τοῖς ἁλιεῦσιν αὐτοῖς ἐξουσίαν δικαστικὴν χαρισάμενος· ὡς καὶ αὐτὸς διδάσκει, πρὸς μὲν τοὺς μαθητὰς λέγων· Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· πρὸς δὲ τοὺς Ἰουδαίους· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· ὅτιπερ ἐξ Ἰουδαίων ὄντες τὰ τῶν Ἰουδαίων οὐκ ἐφρόνησαν, ἀλλὰ τὰ πάθη τοῦ Χριστοῦ καὶ τὰ στίγματα τῶν συγγενῶν Κυριοκτόνων προετίμησαν.

Μέγα θαῦμα, ξένον κριτήριον, ἰδεῖν ἁλιέα δικάζοντα, καὶ Φαρισαῖον κρινόμενον, σκηνοποιὸν μετὰ παῤῥησίας καθήμενον, καὶ ἀρχιερέα μετὰ στεναγμῶν εὐθυνόμενον. Τί γὰρ τὸν Δεσπότην κατὰ κόῤῥης ἐῤῥάπιζον, κατὰ κεφαλῆς ἐκονδύλιζον, τὸ δὲ τέλος τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος ἐφόνευον; τί δὲ τὸν Πέτρον ἐφυλάκιζον; τί δὲ τὸν Παῦλον πεντάκις τεσσαράκοντα παρὰ μίαν πληγὰς ἐβασάνιζον; Ἀλλ᾽ ὁ θαυμαστὸς ἀρχιερεὺς Ἀνανίας τὸ στόμα παίειν τοῦ Παύλου τοῖς ὑπηρέταις ἐκέλευσε, τὸ στόμα τοῦ Παύλου, τὸ στόμα τῆς χάριτος, τὸ στόμα τῆς ἀληθείας, τὸ πλῆκτρον τῆς ζωῆς, τὸ πάσης σάλπιγγος γενναιότερον, τὸ πάσης ἁρμονίας ἐμμελέστερον, τὸ ὄργανον τοῦ Χριστοῦ, τὸν αὐλὸν τοῦ Πνεύματος· τὰ γὰρ δοκοῦντα τῷ ἁγίῳ Πνεύματι ὁ Παῦλος διὰ τῆς γλώσσης ἐδημοσίευσεν· ὅθεν οἶμαι τὸν Δαυῒδ ἐκ προσώπου Παύλου λέγειν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Τί οὖν πρὸς τὸν Ἀνανίαν ὁ Παῦλος, τὴν ἐπερχομένην αὐτῷ δίκην προθεωρῶν; Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Τοῖχος γὰρ κεκονιαμένος, τάφος κεκαλλωπισμένος, ἔξωθεν ἐχθρὸς, ἔσωθεν νεκρός.