Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η καρτερία της Άννας και η νοερά προσευχή απέναντι στις θλίψεις (Ομιλία Β', Μέρος 1ο)

Η υπομονή της Άννας ενώπιον της στειρότητας και των ονειδισμών, η λειτουργία της αδιάλειπτης νοερής προσευχής και τα βιβλικά παραδείγματα της ανεξικακίας του Δαβίδ και του Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 10

ΛΟΓΟΣ Βʹ. Εἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσοφίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ τῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ ἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι. αʹ. Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ, οὐδὲν πίστεως δυνατώτερον. Ἀμφότερα ἔδειξεν ἡμῖν ἡ Ἄννα πρώην· μετὰ γὰρ τούτων προσελθοῦσα τῷ Θεῷ τῶν δώρων, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν κεκλεισμένην ἀνέῳξε, καὶ αἰσχύνην ἀνεῖλε, καὶ τὰ ὀνείδη τῆς ἀντιζήλου κατέλυσε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα. Καὶ πάντες ἠκούσατε, πῶς ηὔξατο, πῶς ᾔτησε, καὶ ἔπεισε καὶ ἔλαβε, καὶ ἔτεκε καὶ ἔθρεψε καὶ ἀνέθηκε τὸν Σαμουήλ.

Ὥστε οὐκ ἄν τις ἁμάρτοι, μητέρα ὁμοῦ καὶ πατέρα τοῦ παιδίου τὴν γυναῖκα ταύτην προσειπών. Εἰ γὰρ καὶ ὁ ἀνὴρ ἔσπειρεν, ἀλλὰ τῷ σπέρματι τὴν δύναμιν ταύτης παρέσχεν ἡ εὐχὴ, καὶ σεμνοτέρας τοῦ Σαμουὴλ τὰς ἀρχὰς τῆς γεννήσεως ἐποίησεν. Οὐ γὰρ δὴ, καθάπερ ἐπὶ τῶν λοιπῶν, ὕπνος καὶ σύνοδοι τῶν γεννησαμένων μόνον, ἀλλ᾽ εὐχαὶ, καὶ δάκρυα, καὶ πίστις ἀρχαὶ τῆς γεννήσεως ταύτης ἐγένοντο, καὶ σεμνοτέρας τῶν ἄλλων ἔσχε τὰς γονὰς προφήτης, διὰ τὴν πίστιν τῆς μητρὸς γεγονώς. Διὸ καὶ περὶ ταύτης εὐκαίρως ἄν τις εἴποι τῆς γυναικός· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Ταύτην ζηλώσωμεν ἄνδρες, ταύτην μιμησώμεθα, γυναῖκες· καὶ γὰρ ἑκατέρου τοῦ γένους διδάσκαλός ἐστιν ἡ γυνή.

Ὅσαι στεῖραι, μὴ ἀπαγορευέτωσαν· ὅσαι μητέρες, οὕτω τρεφέτωσαν τεχθέντα τὰ παιδία· καὶ πάντες ζηλώσωμεν τῆς γυναικὸς τὴν φιλοσοφίαν τὴν πρὸ τοῦ τόκου, τὴν πίστιν τὴν ἐν τῷ τόκῳ, τὴν σπουδὴν τὴν μετὰ τὸν τόκον. Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν; Καὶ γὰρ ᾔδει τὴν τοῦ Δεσπότου φιλανθρωπίαν· διὸ καὶ μόνη προσῆλθε, καὶ ἤνυσεν ὅπερ ἠθέλησεν. Οὐ γὰρ ἀνθρωπίνης βοηθείας, ἀλλὰ τῆς θείας ἐδεῖτο χάριτος ἡ διόρθωσις τῆς ἀθυμίας ἐκείνης· καὶ γὰρ οὐκ ἐν ζημίᾳ χρημάτων ἦν, ἵνα τις ἐνεγκὼν χρυσίον λύσῃ τὴν ἀθυμίαν· οὐκ ἐν σώματος ἀῤῥωστίᾳ, ἵνα ἰατρῶν παρακαλέσῃ παῖδας, καὶ ἀπελάσῃ τὸ νόσημα. Φύσις ἦν ἡ ἐπηρεαζομένη, τῆς ἄνωθεν δεομένη χειρός. Διὸ δὴ πάντα τὰ ἐπὶ γῆς ἀφεῖσα, πρὸς τὸν τῆς φύσεως ἔδραμε Δεσπότην, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἂν αὐτὸν ἔπεισε λῦσαι τὴν ἀπαιδίαν, καὶ τὴν μήτραν ἀνοῖξαι, καὶ ποιῆσαι μητέρα τὴν στεῖραν. Μακαρία μὲν οὖν καὶ διὰ τοῦτο, οὐχ ὅτι μήτηρ ἐγένετο, ἀλλ᾽ ὅτι οὐκ οὖσα ἐγένετο.

Ἐκεῖνο μὲν γὰρ κοινὸν τῆς φύσεως, τοῦτο δὲ ἐξαίρετον τῆς γυναικὸς ἦν κατόρθωμα. Μακαρία μὲν οὖν καὶ διὰ τὰς ὠδῖνας ἐκείνας, μακαρία δὲ οὐχ ἧττον καὶ διὰ τὰ πρὸ τῶν ὠδίνων ἅπαντα. Ἴστε γὰρ δήπου πάντες, καὶ γυναῖκες, καὶ ἄνδρες, ὡς οὐδὲν ἀφορητότερον ἀπαιδίας γυναικὶ γένοιτ᾽ ἄν· ἀλλὰ κἂν μυριάκις ἀπολαύῃ τῆς εὐημερίας, τὴν ἐκ τῆς πληγῆς ταύτης ὀδύνην ἐγγινομένην αὐτῇ οὐκ ἄν ποτε ἀποκρούσαιτο.

Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον. Οὐκ ἔστιν εἰπεῖν, οὐδὲ παραστῆσαι τῷ λόγῳ τὴν ἀπὸ τῆς πληγῆς ταύτης ὀδύνην. Μαρτυροῦσι δὲ γυναῖκες, ὅσαι πᾶσαν μὲν ἐπεδείξαντο φιλοσοφίαν, ταύτην δὲ τὴν δυσκληρίαν οὐκ ἤνεγκαν· ἀλλ᾽ αἱ μὲν πρὸς τοὺς ἄνδρας ἐδυσχέραινον, αἱ δὲ τὸν βίον ἀβίωτον εἶναι ἐνόμισαν.

Τὴν δὲ γυναῖκα ταύτην οὐκ ἀθυμία μόνον ἡ διὰ τὴν στείρωσιν, ἀλλὰ καὶ ἕτερον ἐπολιόρκει πάθος, θυμὸς διὰ τὰ ὀνείδη τῆς ἀντιζήλου. Καὶ καθάπερ ἀνέμων ἀπεναντίας ἀλλήλοις ἐμπιπτόντων, καὶ σκάφος μέσον ἐν τῇ πρὸς ἀλλήλους ἀπολαβόντων μάχῃ, καὶ πολλὰ μὲν ἀπὸ τῆς πρύμνης, πολλὰ δὲ ἀπὸ τῆς πρώρας ἐγειρόντων τὰ κύματα, ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος διασώζει τὸ σκάφος, τὰς τῶν κυμάτων ἐμβολὰς τῇ τῆς ἐπιστήμης σοφίᾳ διακρουόμενος· οὕτω καὶ ἡ γυνὴ τότε ἐκείνη, καθάπερ πνευμάτων ἐναντίων, τοῦ θυμοῦ, καὶ τῆς ἀθυμίας, εἰς τὴν ψυχὴν αὐτῆς ἐμπεσόντων, καὶ τοὺς λογισμοὺς αὐτῆς διακοπτόντων, καὶ πολλὰ τὰ κύματα ἐγειρόντων, οὐχὶ δύο, καὶ τρεῖς, καὶ εἴκοσι ἡμέρας, ἀλλ᾽ ἐπ᾽ ἐνιαυτοὺς ὁλοκλήρους (καὶ γὰρ ἐξ ἱκανοῦ τοῦτο ἐγένετο, φησίν)· ἤνεγκε τὸν χειμῶνα γενναίως, καὶ καταποντισθῆναι τὸν λογισμὸν οὐκ εἴασεν. Ὁ γὰρ τοῦ Θεοῦ φόβος, καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος, ἔπειθε γενναίως φέρειν τὸ κλυδώνιον ἐκεῖνο· καὶ οὐ πρότερον ἀπέστη διακυβερνῶν αὐτῆς τὴν ψυχὴν, ἕως εἰς τὸν εὔδιον λιμένα κατήγαγε πεπληρωμένην τοῦ φορτίου τὴν ναῦν, καὶ πολυτίμου θησαυροῦ τὴν γαστέρα γέμουσαν.

Οὐ γὰρ χρυσίον, οὐδὲ ἀργύριον ἐβάσταζεν, ἀλλὰ προφήτην καὶ ἱερέα· καὶ διπλοῦς ἦν αὐτῆς τῆς γαστρὸς ὁ ἁγιασμὸς, ὅτι τε τοιοῦτον ἦν τὸ κυούμενον παιδίον, ὅτι τε ἐξ εὐχῆς καὶ τῆς ἄνωθεν χάριτος τὴν ἀρχὴν τῆς κυήσεως ἔλαβεν.

βʹ. Οὐχ ὁ φόρτος δὲ μόνον παράδοξος ἦν καὶ θαυμαστὸς, ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐμπορίας παραδοξότερος γέγονεν· οὐδὲ γὰρ αὐτὸν ἀνθρώποις ἀπέδοτο, οὐδὲ ἐμπόροις τισὶ καὶ καπήλοις, ἀλλ᾽ εὐθέως αὐτὸν ἐκβαλοῦσα τοῦ σκάφους ἐπώλησε τῷ Θεῷ· καὶ τοσαύτην εἰργάσατο τὴν ἐμπορίαν, ὅσην εἰκὸς ἦν Θεῷ συμβαλοῦσαν ἐργάσασθαι. Μετὰ γὰρ τὸ λαβεῖν αὐτὸν, ἀντέδωκεν ἕτερον αὐτῇ τέκνον· μᾶλλον δὲ οὐχ ἓν, οὐδὲ δύο, οὐδὲ τρία, καὶ τέσσαρα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα, Ὅτι στεῖρα, φησὶν, ἔτεκεν ἑπτὰ, καὶ ὑπερέβη τὸ κεφάλαιον ὁ τόκος. Τοιαύτη γὰρ ἡ πρὸς τὸν Θεὸν πραγματεία· οὐ τὸ πολλοστὸν τοῦ κεφαλαίου, ἀλλὰ τὸ πολυπλάσιον ἀποδίδωσι. Καὶ οὐ θήλεα μόνον ἔδωκε τὰ παιδία, ἀλλὰ καὶ ἐξ ἑκατέρας τῆς φύσεως τὸν τόκον αὐτῆς συνεκρότησεν· ὥστε ἀπηρτισμένην αὐτῇ γενέσθαι τὴν ἡδονήν. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινέσητε μόνον, ἀλλ᾽ ἵνα καὶ ζηλώσητε τὴν πίστιν, τὴν ἀνεξικακίαν τῆς γυναικὸς, ἣν ἠκούσατε μὲν ἐκ μέρους καὶ πρώην· ὥστε δὲ καὶ τὰ λείψανα ἀποδοῦναι, δότε μοι μικρὸν διηγήσασθαι περὶ τῶν ῥημάτων τῶν μετὰ τὴν πρώτην εὐχὴν πρὸς τὸν ἱερέα καὶ τὸν παῖδα τοῦ ἱερέως γενομένων, ἵνα μάθητε τὸ πρᾶον καὶ τὸ ἥμερον φρόνημα τῆς γυναικός. Καὶ ἐγένετο, φησὶν, ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐφύλασσε τὸ στόμα αὐτῆς.

Διπλῆν ἐνταῦθα ὁ συγγραφεὺς ἀρετὴν μαρτυρεῖ τῇ γυναικὶ, καὶ τὴν καρτερίαν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὸ τῆς διανοίας ἐγρηγορός· τὸ μὲν, διὰ τοῦ εἰπεῖν, Ἐπλήθυνε· τὸ δὲ, διὰ τοῦ προσθεῖναι, Ἐνώπιον Κυρίου· πάντες μὲν γὰρ εὐχόμεθα, ἀλλ᾽ οὐ πάντες ἐνώπιον τοῦ Θεοῦ. Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο; Ἐνώπιον γὰρ Κυρίου εὔχεται ὁ πάντοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς αὐτὸν τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών· καθάπερ οὖν καὶ αὕτη ἡ γυνὴ ἐποίησε τότε· ὅλην γὰρ ἑαυτὴν συναγαγοῦσα, καὶ συντείνασα τὴν διάνοιαν, ἐκάλει τὸν Θεὸν μετ᾽ ὀδυνωμένης ψυχῆς. Πῶς δέ φησιν, ὅτι καὶ ἐπλήθυνε τὴν εὐχήν; καίτοι γε βραχὺ τὸ μέτρον τῆς εὐχῆς τῆς γυναικός. Οὐ γὰρ μακροὺς ἀπέτεινε λόγους, οὐδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐξέτεινεν, ἀλλ᾽ ὀλίγα καὶ ψιλὰ εἶπε ῥήματα. Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, μὴ ἐπιλάθῃς τῆς δούλης σου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, δώσω αὐτὸ ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Ποῖον τοῦτο πλῆθος ῥημάτων; Τί ποτ᾽ οὖν ᾐνίξατο εἰπὼν, Ἐπλήθυνε; Συνεχῶς τὰ αὐτὰ ἐφθέγγετο, καὶ οὐκ ἀφίστατο πολὺν δαπανῶσα χρόνον διὰ τῶν αὐτῶν ῥημάτων. Οὕτω γοῦν καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς ἐπέταξεν εὔχεσθαι. Εἰπὼν γὰρ τοῖς μαθηταῖς, μὴ κατὰ τοὺς ἐθνικοὺς εὔχεσθαι, καὶ μὴ βαττολογεῖν, καὶ μέτρον ἡμᾶς εὐχῆς ἐδίδαξε· δεικνὺς ὅτι οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ᾽ ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Πῶς οὖν, φησὶν, εἰ ὀλίγα δεῖ εὔχεσθαι, παραβολὴν εἶπεν αὐτοῖς πρὸς τὸ δεῖν ἀεὶ προσεύχεσθαι, ὅτι χήρα τις ἦν, ἣ τῇ συνεχείᾳ τῆς ἐντεύξεως ὠμὸν δικαστὴν καὶ ἀπάνθρωπον, οὔτε Θεοῦ φόβον, οὔτε ἀνθρώπων ἔχοντα αἰδῶ, τῇ πυκνότητι τῆς προσόδου κατέκαμψε; Πῶς δὲ καὶ ὁ Παῦλος παραινεῖ λέγων, Τῇ προσευχῇ προσκαρτεροῦντες, καὶ πάλιν, Ἀδιαλείπτως προσεύχεσθε;

Εἰ γὰρ δεῖ μὴ μακροὺς ἀποτείνειν λόγους, καὶ συνεχῶς εὔχεσθαι, ἐναντίον τοῦτο ἐκείνου. Ἀλλ᾽ οὐκ ἔστιν ἐναντίον, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Καὶ γὰρ καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος βραχείας καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς ἐκέλευσαν ἐξ ὀλίγων διαλειμμάτων. Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃ τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν ἄδειαν τῷ διαβόλῳ προσελθεῖν, καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων· ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχὰς, τὸν καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, αὐτάς τε τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως. Ὃ δὴ καὶ αὕτη ἐποίει, οὐ μακροὺς ἀποτείνουσα λόγους, ἀλλὰ συχνῶς καὶ πυκνότερον προσιοῦσα τῷ Θεῷ. Εἶτα ἐπειδὴ ἐπεστόμισεν αὐτὴν ὁ ἱερεύς· τοῦτο γάρ ἐστι τὸ, Ἐφύλασσε τὸ στόμα αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, φωνὴ δὲ αὐτῆς οὐκ ἠκούετο· ἐβιάσατο καὶ ὑπακοῦσαι τῷ ἱερεῖ, καὶ τῆς εὐχῆς ἀποστῆναι. Ἐπεστόμιστο οὖν αὐτῆς ἡ φωνὴ, οὐκ ἐπεστόμιστο δὲ ἡ παῤῥησία, ἀλλὰ μειζόνως ἡ καρδία ἔνδον ἐβόα. Τοῦτο γάρ ἐστι μάλιστα εὐχὴ, ὅταν ἔνδον αἱ βοαὶ ἀναφέρωνται· τοῦτο μάλιστα ψυχῆς πεπονημένης, μὴ τῷ τόνῳ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς διανοίας τὴν εὐχὴν ἐπιδείκνυσθαι.

γʹ. Οὕτω καὶ Μωϋσῆς ηὔχετο· διὸ καὶ μηδὲν αὐτοῦ φθεγγομένου, φησὶν ὁ Θεὸς, Τί βοᾷς πρός με; Ἄνθρωποι μὲν γὰρ ταύτης μόνον ἐπακούουσι τῆς φωνῆς. ὁ δὲ Θεὸς πρὸ ταύτης τῶν ἔνδοθεν κραζόντων ἀκούει. Ἄρα ἔστι καὶ μὴ κράζοντας ἀκούεσθαι, καὶ ἐπ᾽ ἀγορᾶς βαδίζοντας εὔχεσθαι κατὰ διάνοιαν μετὰ πολλῆς ἀκριβείας, καὶ μετὰ φίλων συνεδρεύοντας, καὶ πᾶν ὁτιοῦν ποιοῦντας μετὰ σφοδρᾶς τῆς βοῆς καλεῖν τὸν Θεὸν, τῆς ἔνδον λέγω, καὶ μηδενὶ τῶν παρόντων κατάδηλον ταύτην ποιεῖν. Ὅπερ οὖν καὶ ἡ γυνὴ αὕτη τότε ἐποίησε. Φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησί· καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός. Τοιαύτη ἦν αὐτῆς ἔνδοθεν ἡ κραυγή. Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἠλεί· Ἕως πότε μεθυσθήσῃ; Περιελοῦσα τὸν οἶνόν σου ἀπὸ σοῦ, ἄπελθε ἐκ προσώπου Κυρίου. Ἐνταῦθα μάλιστα ἔστι τὴν φιλοσοφίαν τῆς γυναικὸς ἰδεῖν. Ἐπὶ τῆς οἰκίας ἡ ἀντίζηλος ὠνείδιζεν· ἦλθεν εἰς τὸν ναὸν, καὶ τὸ παιδάριον τοῦ ἱερέως ὕβρισε, καὶ ὁ ἱερεὺς ἐπετίμησεν. Ἔφυγε τὸν οἴκοι χειμῶνα, ἦλθεν εἰς λιμένα, καὶ κύματα πάλιν εὗρεν· ἦλθε φάρμακον λαβεῖν, ἡ δὲ οὐ μόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ πληγὴν διὰ τῶν ὀνειδῶν προσεκτήσατο, καὶ τὸ ἕλκος μᾶλλον δι᾽ αὐτῶν ἀνεξαίνετο, Ἴστε γὰρ πῶς αἱ ὀδυνώμεναι ψυχαὶ πρὸς τὰς λοιδορίας καὶ τὰς ὕβρεις διάκεινται.

Καθάπερ γὰρ τὰ μείζονα τῶν τραυμάτων, οὐ τὴν τυχοῦσαν ἐπιβολὴν τῆς χειρὸς ἀνεχόμενα, χείρονα γίνεται· οὕτω καὶ ἡ ψυχὴ τεταραγμένη δυσάρεστός τέ ἐστι, καὶ πρὸς ἅπαντα δυσχεραίνει. καὶ ὑπὸ τοῦ τυχόντος δάκνεται ῥήματος. Ἀλλ᾽ ὅμως οὐδὲν τοιοῦτον ἔπαθεν ἡ γυνὴ, καὶ ταῦτα, τοῦ παιδὸς λοιδορουμένου.

Εἰ μὲν οὖν ὁ ἱερεὺς ἦν ὁ ὑβρικὼς, οὐχ οὕτω θαυμαστὴ ἦν ἡ ἀνεξικακία· τὸ γὰρ μέγεθος τοῦ ἀξιώματος, καὶ ὁ τῆς ἀρχῆς ὄγκος καὶ ἄκουσαν αὐτὴν ἔπειθε σωφρονεῖν. Νυνὶ δὲ οὐδὲ πρὸς τὸ παιδάριον τοῦ ἱερέως ἐδυσχέρανε· διὰ τοῦτο καὶ μᾶλλον τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο. Οὕτω καὶ ἡμεῖς ἂν λοιδορηθέντες, καὶ μυρία παθόντες δεινὰ, τοὺς ὀνειδίζοντας φέρωμεν γενναίως, μείζονα παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπασόμεθα.

Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν τῷ Δαυῒδ συμβάντων. Τί δὴ οὖν οὗτος ἔπαθεν; Ἐξέπεσέ ποτε τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευσε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπε· Τί ποτε τοῦτό ἐστι; συνεχώρησε τῷ παιδὶ κατεξαναστῆναι τοῦ γεγεννηκότος; καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτω τοῦτο γενέσθαι ἔδει· νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ᾽ ἡμῶν, περιέρχεται τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολῦναι πατρικῷ, καὶ ὁ Θεὸς ἀνέχεται ταῦτα ὁρῶν. Ἀλλ᾽ οὐδὲν τούτων εἶπε. Καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ, καὶ πάντων ἐκπεπτωκότι, Σεμεεί τις ἄνθρωπος πονηρὸς καὶ μιαρὸς ἐπέθετο αὐτῷ, μιαιφόνον ἀποκαλῶν καὶ ἀσεβῆ, καὶ ἑτέροις μυρίοις αὐτὸν πλύνων ὀνείδεσιν· ὁ δὲ οὐδὲ οὕτως ἠγρίανεν, Εἰ δὲ λέγοι τις· Ναὶ τί θαυμαστὸν, ὅτι οὐκ ἠμύνατο ἀσθενὴς ὢν, καὶ οὐκ ἰσχύων; πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ οὕτως αὐτὸν ἐθαύμασα εἰ τὸ διάδημα καὶ τὴν βασιλείαν ἔχων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, εἶτα λοιδορούμενος ἤνεγκεν, ὡς νῦν αὐτὸν ἐπαινῶ καὶ ἐκπλήττομαι ἐν τῷ καιρῷ τῆς συμφορᾶς φιλοσοφήσαντα.

Τότε μὲν γὰρ ὁ τῆς ἀρχῆς ὄγκος, καὶ τὸ εὐτελὲς τοῦ ὑβρίζοντος καταφρονῆσαι αὐτὸν πολλάκις ἔπειθε. Πολλοὶ δὲ καὶ ἄλλοι βασιλεῖς πολλάκις τοιαῦτα ἐφιλοσόφησαν, τὴν ὑπερβολὴν τῆς μανίας τῶν ὑβρικότων εἰς ἀπολογίαν λαβόντες. Οὐ γὰρ ὁμοίως ἡμῶν εὐημερίας ἀπολαυόντων, καὶ κακουμένων, τὰ ὀνείδη καθάπτεσθαι πέφυκεν· ἀλλ᾽ ὅταν πταίσωμεν, τότε καθικνεῖται μειζόνως ἡμῶν, καὶ δάκνει σφοδρότερον.

Ἐπὶ δὲ τούτου, καὶ ἕτερόν τι πρὸς τοῖς εἰρημένοις ἔστιν εἰπεῖν, ὅτι καὶ κύριος ἦν ἀμύνασθαι, ἀλλ᾽ οὐκ ἠμύνατο. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀσθενείας, ἀλλ᾽ ἀνεξικακίας ἦν ἡ φιλοσοφία, τοῦ στρατηγοῦ τότε ἀξιοῦντος ἐπιτραπῆναι διαβῆναι, καὶ τὴν κεφαλὴν ἀποτεμεῖν τὴν ἐκείνου, οὐ μόνον οὐκ ἐπέτρεψεν ὁ Δαυῒδ, ἀλλὰ καὶ ἐδυσχέρανε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουία; Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδοι τὴν ταπείνωσίν μου Κύριος, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ· ὅπερ οὖν καὶ ἐγένετο.

δʹ. Ὁρᾷς πῶς οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας, ἀφορμὴ πλείονος εὐδοκιμήσεως γίνεται; Διὰ τοῦτό ποτε καὶ τὸν Σαοὺλ εἴσω διπλοῦ τειχίου λαβὼν, καὶ κύριος ὢν ἀποσφάξαι, ἐφείσατο· καὶ ταῦτα, τῶν παρόντων κελευόντων ὠθῆσαι τὸ ξίφος.

Ἀλλ᾽ οὔτε τὸ τῆς ἐξουσίας εὔκολον, οὔτε τὸ παρ᾽ ἑτέρων παροξύνεσθαι, οὔτε τὸ πολλὰ πεπονθέναι δεινὰ, οὔτε τὸ προσδοκᾷν πείσεσθαι χαλεπώτερα, συνεχώρησεν ἑλκύσαι τὸ ξίφος· καίτοι γε οὐδὲ τῷ στρατοπέδῳ κατάφωρος ἔμελλεν ἔσεσθαι ταύτην ἐργασάμενος τὴν σφαγήν. Σπήλαιον γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν, ἀλλὰ μόνος αὐτός. Καὶ οὐκ εἶπεν, ὅπερ τις μοιχείαν ἐργαζόμενος ἔλεγε, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀλλ᾽ ἑώρα τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ ᾔδει ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι. Διὰ τοῦτο πάντα οὕτως ἔπραττέ τε καὶ ἔλεγεν, ὡς ἐκείνου παρόντος, καὶ δικάζοντος τοῖς λεγομένοις, καί φησιν· Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. Οὐχ ὁρῶ τὴν πονηρίαν, ἀλλ᾽ ὁρῶ τὴν ἀξίαν. Μή μοι λεγέτω τις ὅτι βίαιος καὶ μιαρὸς οὗτος· ἐγὼ γὰρ τὴν τοῦ Θεοῦ τιμῶ ψῆφον, κἂν οὗτος ἀνάξιος φαίνηται. Οὐ γάρ ἐστιν ἐμὸν ἔγκλημα, τὸ τοῦτον ἀνάξιον φανῆναι τῆς τιμῆς. Ἀκουέτωσαν ὅσοι καταφρονοῦσιν ἱερέων, μανθανέτωσαν ὅσην εὐλάβειαν οὗτος περὶ βασιλέα ἐπεδείξατο. Καίτοι πολὺ τιμιώτερος καὶ αἰδεσιμώτερος βασιλέως ὁ ἱερεὺς, ὅσον καὶ ἐπὶ μείζονα ἀρχὴν κέκληται. Μανθανέτωσαν μὴ κρίνειν, μηδὲ εὐθύνας ἀπαιτεῖν, ἀλλ᾽ ὑποτάσσεσθαι καὶ εἴκειν.

Σὺ μὲν γὰρ τὸν τοῦ ἱερέως βίον, κἂν φαῦλος ᾖ τις καὶ ἠμελημένος, οὐκ οἶδας· οὗτος δὲ ᾔδει μετ᾽ ἀκριβείας ἅπαντα, ὅσα ἐποίησεν ὁ Σαούλ· ἀλλ᾽ ὅμως καὶ οὕτως ᾐδεῖτο τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀρχήν. Ὅτι δὲ κἂν εἰδὼς ᾖς ἀκριβῶς, οὐκ ἔχεις ἀπολογίαν, οὐδὲ συγγνώμην, καταφρονῶν τῶν προεστώτων, καὶ παρακούων τῶν λεγομένων, ἄκουσον πῶς καὶ ταύτην ἡμῶν ἀνεῖλε τὴν πρόφασιν ὁ Χριστὸς, δι᾽ ὧν φησιν ἐν Εὐαγγελίοις, Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.

Ὁρᾷς πῶς ὧν ὁ βίος οὕτω διεφθαρμένος ἦν, ὡς ἄξιος εἶναι διαβολῆς τοῖς μαθητευομένοις, τούτων τὴν παραίνεσιν οὐκ ἠτίμασεν, οὐδὲ τὴν διδαχὴν ἐξέβαλε; Ταῦτα δὲ λέγω, οὐχὶ τῶν ἱερέων κατηγορεῖν βουλόμενος· μὴ γένοιτο· καὶ γὰρ ὑμεῖς μάρτυρες ἦτε τῆς τε ἀναστροφῆς αὐτῶν καὶ τῆς εὐλαβείας ἁπάσης· ἀλλ᾽ ἵνα ἐκ πολλῆς τῆς περιουσίας πολλὴν αὐτοῖς τὴν αἰδῶ καὶ τὴν τιμὴν παρέχωμεν. Οὐ γὰρ αὐτοὺς τοσοῦτον, ὅσον ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ δεχόμενος οὖν προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Εἰ γὰρ τοὺς ἀλλήλων βίους οὐκ ἐπετράπημεν κρίνειν, πολλῷ μᾶλλον τοὺς τῶν πατέρων.

Ἀλλ᾽ ὅπερ ἔλεγον (πάλιν γὰρ ἐπὶ τὴν γυναῖκα ταύτην ἐπανελθεῖν ἀναγκαῖον), καὶ ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας πολλῶν ἡμῖν ἀγαθῶν αἴτιον γίνεται, τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ συνέβη. Καὶ γὰρ ἐκεῖνον οὐχ οὕτω θαυμάζω πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην. Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον. Πολλάκις γοῦν οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα καὶ παραίνεσις διεφθαρμένη κατέλυσεν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνειδὼς, μετὰ τὴν ἀπὸ τῆς πείρας πληγὴν, καὶ τὴν διὰ τῶν ῥημάτων ἐπάγει προσβολήν· ὅπερ οὖν ἐποίησεν καὶ ἐπὶ τοῦ Δαυΐδ. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεεὶ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐκακούργησεν. Ὡς γὰρ εἶδε κἀκεῖνον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδαμάντινον πύργον πρὸς πάντα στάντα γενναίως, καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε. Τί οὖν ὁ γενναῖος ἐκεῖνος; Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;