Διπλῆν ἐνταῦθα ὁ συγγραφεὺς ἀρετὴν μαρτυρεῖ τῇ γυναικὶ, καὶ τὴν καρτερίαν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὸ τῆς διανοίας ἐγρηγορός· τὸ μὲν, διὰ τοῦ εἰπεῖν, Ἐπλήθυνε· τὸ δὲ, διὰ τοῦ προσθεῖναι, Ἐνώπιον Κυρίου· πάντες μὲν γὰρ εὐχόμεθα, ἀλλ᾽ οὐ πάντες ἐνώπιον τοῦ Θεοῦ. Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο; Ἐνώπιον γὰρ Κυρίου εὔχεται ὁ πάντοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς αὐτὸν τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών· καθάπερ οὖν καὶ αὕτη ἡ γυνὴ ἐποίησε τότε· ὅλην γὰρ ἑαυτὴν συναγαγοῦσα, καὶ συντείνασα τὴν διάνοιαν, ἐκάλει τὸν Θεὸν μετ᾽ ὀδυνωμένης ψυχῆς. Πῶς δέ φησιν, ὅτι καὶ ἐπλήθυνε τὴν εὐχήν; καίτοι γε βραχὺ τὸ μέτρον τῆς εὐχῆς τῆς γυναικός. Οὐ γὰρ μακροὺς ἀπέτεινε λόγους, οὐδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐξέτεινεν, ἀλλ᾽ ὀλίγα καὶ ψιλὰ εἶπε ῥήματα. Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, μὴ ἐπιλάθῃς τῆς δούλης σου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, δώσω αὐτὸ ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.