Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Έμπρακτη μετάνοια και αληθής ελεημοσύνη

Παρότρυνση σε αποκατάσταση των αδικιών και προσφορά ελεημοσύνης από δίκαιους κόπους, με έμφαση στη σωτηριολογική αξία της μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, διαναστῶμεν ἐκνήψαντες· μὴ πάλιν ὕπνῳ ἁμαρτίας καθεύδωμεν· ἐξιλασώμεθα τοῖς δευτέροις τὰ φθάσαντα. Ἀδίκως συνέλεξας; δικαίως ἀνάλωσον· ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατάστησον φάρμακα. Ἠδίκησάς ποτε; πρῶτον ὧν ἠδίκησας φεῖσαι· πρῶτον δίκαιος. καὶ τότε φιλάνθρωπος· πρῶτον ἀπόδος, εἶθ᾽ οὕτω μετάδος· πρῶτον ἔκκλινον τοῦ κακοῦ, εἶθ᾽ οὕτω ποίησον ἀγαθόν.

Μὴ φαίνου φιλόδωρος ἀφ᾽ ὧν οὐκ ἐγένου φιλάδελφος. Ὅταν ἐλεήσῃς οὓς ἐποίησας πένητας, τότε πένησιν ἄλλοις ἀφ᾽ ὧν οὐχ ἥρπασας χάρισαι· ὅτε στήσεις τῶν ὑπὸ σοῦ ἀδικηθέντων τὸ δάκρυον, τότε πένησιν ἑτέροις συμπάθησον κλαίουσι. Τίμα τὸν Κύριον, εἶπεν ἡ Γραφὴ, ἀπὸ σῶν δικαίων πόνων. Μὴ γὰρ ἀπατᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Οὐ δέχεται δωρεὰν ἑτέρου στενάζοντος· οὐκ ἀνέχεται τὴν ἁρπαγὴν ὁ πλάστης μετὰ σοῦ μερίσασθαι.

Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι τὸ δίκαιον, οὐκ ἔνι τὸν ἐλεγχόμενον ἐκφυγεῖν· ἀλλ᾽ εἴ τι σύνοιδας σαυτῷ, ἄνθρωπε, ἄτοπον πεπραχὼς, μετανόησον. Ἐξεκυλίσθης ποτὲ, ὦ ἄνθρωπε, πρὸς ἀλόγους ὀρέξεις, τῇ ἀθεμίτῳ δουλεύσας ἀνάγκῃ; ὑπόχρεως γέγονας πολλῶν ἀνομημάτων; μὴ φοβηθῇς τὸν Κριτὴν, καὶ ἀπογνῷς τῆς σεαυτοῦ σωτηρίας· ἐλέῳ οἶδεν ἐξαγοράζεσθαι, εὐποιίαις πενήτων πέφυκε δυσωπεῖσθαι, δωροδοκεῖται πτωχῶν παραμυθίαις.