Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Η ερμηνεία της επιγραφής των Πράξεων και η υπεροχή της ενάρετης βιοτής

Εξέταση της ονομασίας του βιβλίου των Πράξεων και τεκμηρίωση της αξίας που έχει η ενάρετη πολιτεία και ο καθαρός βίος έναντι της απλής επιτέλεσης θαυμάτων, με αναφορές στην πρώτη χριστιανική κοινότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 11

Διὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν, ἀλλ᾽ Ἐποικοδομηθέντες, ἐπάνω οἰκοδομηθέντες. Ἀλλ᾽ ἴδωμεν πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ᾽ ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπροσθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ τι καὶ μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν.

Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομίζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς οὖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου; Πράξεις ἀποστόλων. Οὐ δοκεῖ σαφὲς εἶναι; οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν; Ἀλλ᾽ ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. Διὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε, Σημεῖα ἀποστόλων, ἢ Δυνάμεις καὶ τέρατα ἀποστόλων· ἀλλὰ Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σημεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων.

Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα, θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφοτέρων ὑφαίνεται, καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον.

Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέτερος.

Θαῦμά ἐστι δαίμονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν, διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες πόσον τὸ μέσον πράξεων καὶ θαυμάτων, πολιτείας καὶ σημείων, τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος;

γʹ. Βούλει καὶ ἑτέραν σοι δείξω διαφοράν; Διὰ γὰρ ὑμᾶς σήμερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε μαθεῖν τὸ θαῦμα καὶ τὸ σημεῖον. Τὸ θαῦμα μεῖζον μέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν· ἡ δὲ πρᾶξις καὶ ἡ πολιτεία ἔλαττον μὲν τῶν σημείων, χρησιμώτερον δὲ καὶ κερδαλεώτερον· πόνων γάρ ἐστιν ἀμοιβὴ καὶ σπουδῆς μισθός.

Καὶ ἵνα μάθῃς ὅτι ἡ πρᾶξις τοῦ σημείου κερδαλεωτέρα καὶ χρησιμωτέρα, πρᾶξις μὲν ἀγαθὴ καὶ χωρὶς σημείων εἰς τὸν οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦμα δὲ καὶ σημεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα χειραγωγῆσαι ἐκεῖνα. Καὶ πῶς, ἐγὼ δείξω· ὑμεῖς δὲ παρατηρεῖτε πῶς τὴν προεδρίαν αἱ πράξεις ἔχουσι κατὰ τὴν τῶν μισθῶν ἀμοιβήν· πῶς τὰ μὲν σημεῖα καθ᾽ ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦντας, ἡ δὲ πρᾶξις καθ᾽ ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων. Πολλοὶ ἐροῦσί μοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; τοῦτο σημεῖον καὶ θαῦμα· Οὐ τῷ σῷ ὀνόματι δαιμόνια πολλὰ ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;

Ὁρᾷς πανταχοῦ σημεῖα καὶ θαύματα· ἴδωμεν τί φησιν ὁ Θεός. Ἐπειδὴ γυμνὰ τὰ θαύματα, καὶ οὐδαμοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Εἰ οὐκ οἶδας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνομίαν; Ἵνα μάθῃς, ὅτι τὸ, Οὐκ οἶδα ὑμᾶς, οὐκ ἀγνοίας ἐστὶν, ἀλλὰ μίσους καὶ ἀποστροφῆς. Οὐκ οἶδα ὑμᾶς. Τίνος ἕνεκεν, εἰπέ μοι; Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; Διὰ τοῦτο γὰρ ὑμᾶς μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιμῆς ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας. Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς.

Τί οὖν; Τὸ παλαιὸν ἀνάξιοι ἐλάμβανον χαρίσματα, καὶ διεφθαρμένοι τὸν βίον σημεῖα ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιμελούμενοι τῆς ἀρίστης; Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν. Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον, ἐπειδὴ ἀρχὴ καὶ προοίμια τῆς πίστεως ἦν. Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης· ἐπειδὰν δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραμὸν ἴδῃ, περιαιρεῖ τὰ τειχία· ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν· οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν.

Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολλῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν· ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραμεν, ἐπειδὴ πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσε, καὶ περιῆρε τὰ τειχία, καὶ τὰ ἀσφαλίσματα λοιπὸν ἀνεῖλεν ὁ Χριστός. Διὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσματα ἐδίδοτο· χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας· νῦν δὲ οὐδὲ ἀξίοις δίδοται· ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συμμαχίας. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν· ἀλλ᾽ ὅμως ἐξέπεσε τῆς βασιλείας τῶν οὐρανῶν. Οὐ γὰρ ἴσχυσεν αὐτὸν σῶσαι τὰ σημεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ Δεσπότου προδότης ἐγένετο.

Ὅτι μὲν τὰ σημεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ διηκριβωμένου, ἀπὸ τούτων ἀποδέδεικται· ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν σημείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ᾽ αὕτη καθ᾽ ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Διὰ τί; ὅτι νεκροὺς ἤγειραν; ὅτι λεπροὺς ἐκάθηραν; ὅτι δαίμονας ἤλασαν; Οὐχί· ἀλλὰ διὰ τί; Πεινῶντα εἴδετέ με, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατέ με· γυμνὸν, καὶ περιεβάλετέ με· ξένον, καὶ συνηγάγετε.

Οὐδαμοῦ θαύματα, ἀλλὰ πανταχοῦ πολιτεία. Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύματα, καὶ εὐθέως κόλασις, ἐπειδὴ γυμνὰ τὰ θαύματα τῆς πολιτείας· οὕτω καὶ ἐνταῦθα πανταχοῦ πολιτεία, καὶ οὐδαμοῦ θαύματα, καὶ εὐθέως ἡ σωτηρία· ἐπειδὴ ἰσχύει καθ᾽ ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων· καίτοι καὶ θαύματα πεποιήκασιν. Ἀλλ᾽ ἐκεῖνα μὲν καιρῷ γέγονε, καὶ παρῆλθε· ταῦτα δὲ διὰ παντὸς τοῦ χρόνου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι μέλλοντας.

Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕτως τὸ βιβλίον ἐπέγραψεν. Ἵνα γὰρ μὴ λέγῃς, μᾶλλον δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς παρακαλοῦμεν πρὸς τὴν μίμησιν τῶν ἀποστόλων, καὶ λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγωσιν, Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν, ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστομίζων ἡμῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο· οὐ θαύματα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν.