Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η ορθή χρήση του σώματος και η σωτηριολογική αξία της αυτομεμψίας

Ερμηνεία του «ενός χείλους», αναίρεση των αιρετικών για την υποτιθέμενη πονηρία του σώματος και προβολή της αυτοκριτικής και της μνήμης των αμαρτημάτων ως μέσων σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 10

Ταύτῃ καταστέλλετε θυμὸν, οὕτω πραΰνατε ἐπιθυμίαν, οὕτω κατασπᾶτε ἀπόνοιαν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν. Ἰδοὺ τὸ ζητούμενον ἔτι. Οὐ περὶ ταύτης ὁ λόγος, ἀλλ᾽ ὅτι πάντες οἱ ἄνθρωποι φωνὴν εἶχον μίαν. Διὰ τί δὲ χεῖλος ἓν ἐκάλεσε τὴν φωνήν; Ἔθος τῇ Γραφῇ οὕτω καλεῖν τὰ ῥήματα, γλῶσσαν. Ἀναγκαῖον δὲ καὶ τοῦτο εἰδέναι διὰ τοὺς αἱρετικοὺς, τοὺς κατηγοροῦντας τῆς δημιουργίας τοῦ Θεοῦ, τοὺς λέγοντας, ὅτι πονηρὸν τὸ σῶμα. Ἐπειδὴ γὰρ τὰ πονηρὰ κινήματα τῆς διανοίας τοῖς μέλεσι τοῦ σώματος ἡ Γραφὴ καλεῖ· οἷόν τι λέγω· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· νομίζουσιν οὖν τινες, ὅτι περὶ τῆς γλώττης εἴρηται. Οὐκ εἴρηται δὲ περὶ τῆς γλώττης· μὴ γένοιτο· ἔργον γάρ ἐστι τοῦ Θεοῦ· ἀλλὰ περὶ τῶν ῥημάτων τῶν φονικῶν, τῶν ἀποκτιννύντων ἀνθρώπους, τῶν ἐμπιπτόντων ξίφους χαλεπώτερον.

Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· καὶ πάλιν· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά· οὐ περὶ τοῦ μέλους λέγων τοῦ σώματος, ἀλλὰ περὶ τῶν ὑπούλων ῥημάτων. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, οὐ τοῦτο ἐδίδαξεν, ὅτι πάντες ἄνθρωποι εἶχον ἓν χεῖλος, ἀλλὰ χεῖλος τὴν φωνὴν ἐκάλεσεν. Εἰπὼν γὰρ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἐπήγαγε, Καὶ φωνὴ μία πᾶσιν. Οὕτως ὅταν λέγῃ, Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, οὐ τοῦ λάρυγγος κατηγορεῖ, ἀλλὰ τῶν κακῶν ῥημάτων τῶν ἀναβαινόντων ἐκεῖθεν, τῶν νεκρῶν δογμάτων.

Τάφος γὰρ τοῦτό ἐστι, νεκρῶν δοχεῖον ὀστῶν καὶ σωμάτων. Τοιαῦτα κἀκείνων τὰ στόματα, τῶν κατηγορούντων τοῦ Δημιουργοῦ· τοιαῦτα τὰ στόματα τῶν αἰσχρὰ φθεγγομένων ἀνθρώπων, τῶν λοιδορούντων, τῶν δυσώδη καὶ πονηρὰ ῥήματα ἐκ τῆς οἰκείας φάρυγγος ἐκβαλλόντων.

ηʹ. Εὐωδίας αὐτὴν ἔμπλησον, ἄνθρωπε, μὴ δυσωδίας· θησαυρὸν ποίησον βασιλικὸν, μὴ τάφον σατανικόν. Εἰ δὲ τάφος ἐστὶ, κἂν ἀπόκλεισον, ἵνα μὴ προβαίνῃ ἡ δυσωδία. Πονηρὰ ἔχεις ἐνθυμήματα; Μὴ προενέγκῃς αὐτὰ διὰ ῥημάτων· ἔασον κάτω κεῖσθαι, καὶ ταχέως ἀποπνίγονται. Ἄνθρωποί ἐσμεν, πολλὰ πολλάκις πονηρὰ βουλευόμενοι καὶ ἄτοπα καὶ αἰσχρὰ βουλεύματα· ἀλλὰ μὴ συγχωρῶμεν εἰς ῥήματα τὰ νοήματα προελθεῖν, ἵνα πιεζόμενα κάτω ἀσθενέστερα γίνηται καὶ ἀπολλύηται. Καθάπερ γὰρ θηρία τις παντοδαπὰ καὶ ἀνήμερα εἰς λάκκον ἐμβαλὼν, ἂν μὲν ἐμφράξῃ τὸν λάκκον ἄνωθεν, ἀποπνίγει ῥᾳδίως· ἂν δὲ διέξοδόν τινα καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δίδωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ᾽ ἐκθηριοῖ μειζόνως· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν γίνεται τῶν πονηρῶν, ὅταν τεχθῶσιν ἔνδον, ἂν μὲν ἀποκλείσωμεν αὐτῶν τὴν εἰς τὰ ἔξω πρόοδον, ταχέως αὐτοὺς ἀφανίζομεν· ἂν δὲ διὰ τῶν ῥημάτων αὐτοὺς ἐξενέγκωμεν, κἀκείνους ἰσχυροτέρους εἰργασάμεθα, δόντες ἀναπνεῦσαι διὰ τῆς γλώττης αὐτοῖς, καὶ πρὸς τὰ τῶν ἀτόπων πράξεων βάραθρα ταχέως ἀπὸ τῆς τῶν αἰσχρῶν ῥημάτων μελέτης καταπίπτομεν. Διὰ τοῦτο ὁ προφήτης οὐχ ἁπλῶς τάφον ἐκάλεσεν, ἀλλὰ Τάφον ἀνεῳγμένον, αὐτὸ τοῦτο ἐγκαλῶν ὅπερ εἶπον.

Οὐδὲ γὰρ ἑαυτὸν αἰσχύνει μόνον ὁ τὰ αἰσχρὰ φθεγγόμενος ῥήματα, ἀλλὰ καὶ τοὺς πλησίον, καὶ τοὺς συγγινομένους αὐτῷ πολλῆς ἀναπίμπλησι τῆς λύμης. Καὶ καθάπερ εἰ τοὺς τάφους ἀνοίξομεν, λοιμοῦ τὰς πόλεις ἐμπλήσομεν· οὕτω τὰ αἰσχρὰ στόματα εἰ μετὰ ἀδείας ἀνοίγοιτο, τοὺς συγγινομένους ἅπαντας νόσου χαλεπωτάτης ἐμπλήσει. Διὰ τοῦτο χρὴ θύραν καὶ μοχλὸν καὶ χαλινὸν ἐπιθεῖναι τῷ στόματι. Ὅτι μὲν οὖν μία φωνὴ ἦν τότε, ἱκανῶς ἐκ τούτων ἡμῖν ἀποδέδεικται· λοιπὸν δὲ ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν αἱ πολλαὶ ἐπεισήχθησαν. Ἀλλὰ τέως τὸν ἠθικώτερον γυμνάσωμεν λόγον· παιδεύσωμεν τὴν ἡμετέραν γλῶτταν χαλινὸν ἔχειν, καὶ μὴ πάντα ἁπλῶς ἐκφέρειν τὰ ἀπὸ τῆς διανοίας· μὴ κακηγορεῖν τοὺς ἀδελφοὺς, μὴ ἀλλήλους δάκνειν καὶ κατεσθίειν. Τῶν δακνόντων τὰ σώματα χείρους εἰσὶν οἱ διὰ λόγων τοῦτο ποιοῦντες.

Ἐκεῖνοι τοῖς ὀδοῦσι δάκνουσι τὸ σῶμα, οὗτος τοῖς λόγοις δάκνει τὴν ψυχὴν, τιτρώσκει τὴν ὑπόληψιν, ἀνίατον ποιεῖ τὸ τραῦμα. Διόπερ μείζονα ἐκδέξεται κόλασιν καὶ τιμωρίαν, ὅσον χαλεπώτερον ἐντίθησι τὸ δῆγμα. Οὐ διὰ τοῦτο δὲ μόνον ἐκπεσεῖται συγγνώμης ὁ κατηγορῶν, ἀλλ᾽ ὅτι οὔτε δικαίαν οὔτε ἄδικον ἔχει πρόφασιν εἰπεῖν τῆς πονηρίας τῆς ἑαυτοῦ. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι κἂν ἀλόγους ἔχωσιν αἰτίας, ἀλλ᾽ ὅμως ἔχουσιν· οἷον, ὁ πόρνος ἐπιθυμίαν πληροῖ, ὁ κλέπτης τὴν πενίαν λύει, ἀνδροφόνος τὸν θυμὸν παύει· ὁ κατηγορῶν οὐδεμίαν ἔχει πρόφασιν εἰπεῖν. Ποίαν γὰρ, εἰπέ μοι, χρημάτων περιουσίαν περιβάλλεται; ποίαν ἐπιθυμίαν πληροῖ; Οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ βασκανίας ὑπόθεσις, οὔτε δικαίαν οὔτε ἄδικον ἔχουσα αἰτίαν. Διὰ τοῦτο ἀπεστέρηται συγγνώμης ἁπάσης.

Βούλει κακηγορεῖν; Δίδωμί σοι χρησίμην ὑπόθεσιν. Βούλει κακῶς λέγειν; Εἰπὲ τὰς ἁμαρτίας σου κακῶς. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην; Πάλιν, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ἑαυτοῦ, οὐκ ἄλλου. Ἐὰν ἄλλου κατήγορος γένῃ, ἐκολάσθης· ἐὰν ἑαυτοῦ, ἐστεφανώθης. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ καλὸν τὸ κατηγορεῖν τὸ ἑαυτοῦ παράπτωμα, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, φησί. Καὶ μὴν εἰ δίκαιος, πῶς κατήγορος; εἰ κατήγορος, πῶς δίκαιος;

Ὁ δίκαιος οὐκ ἔστι κατηγορίας ὑπεύθυνος. Ἀλλ᾽ ἵνα μάθῃς, ὅτι κἂν ἁμαρτωλὸς ᾖ τις, κατηγορῇ δὲ τῶν ἁμαρτημάτων, διὰ τῆς κατηγορίας δίκαιος γίνεται, διὰ τοῦτο εἶπε, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Τί δέ ἐστιν, Ἐν πρωτολογίᾳ;

Πρόσεχε ἀκριβῶς· Ἐν τοῖς δικαστηρίοις δύο μέρη ἐστὶ, τῶν μὲν ἐναγόντων, τῶν δὲ ἐναγομένων· τῶν μὲν κατηγορούντων, τῶν δὲ κατηγορουμένων· τῶν μὲν ὑπευθύνων, τῶν δὲ ἀνευθύνων· καὶ ἡ πρωτολογία τῷ κατηγόρῳ δίδοται, τῷ ἀνευθύνῳ. Ἐνταῦθα δὲ τοὐναντίον. Σὺ ὁ ὑπεύθυνος ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀνεύθυνος γένῃ· μὴ ἀναμείνῃς τὸν κατήγορον.

Εἰ καὶ τῶν ὑπευθύνων εἶ, ἀλλὰ πρὶν ἢ παρ᾽ ἐκείνου τι τοιοῦτον ἀκούσῃς, αὐτὸς κατηγόρησον τῶν ἡμαρτημένων. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη· ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα, ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμνωμεν. Βούλει μαθεῖν ὅτι ἔθος ἦν τοῖς δικαίοις μὴ ἄλλους κακῶς λέγειν, ἀλλ᾽ ἑαυτούς; Ἄκουσον τοῦ Παύλου βοῶντος· Χάριν ἔχω ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον βλάσφημον ὄντα, καὶ διώκτην, καὶ ὑβριστήν. Ὁρᾷς πῶς ἑαυτὸν κακῶς λέγει; Καὶ πάλιν, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν ἀλλαχοῦ, Οὐκ εἰμὶ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.

θʹ. Εἶδες πῶς πανταχοῦ ἑαυτὸν κακῶς λέγει; Οἶδε γὰρ τῆς κατηγορίας ταύτης τὸ κέρδος, ὅτι δικαιοσύνην ἐργάζεται. Ὅταν μὲν οὖν αὐτὸν ἑαυτοῦ κατηγορεῖν δέῃ, ἀφειδῶς κέχρηται τῇ κατηγορίᾳ· ὅταν δὲ καὶ ἑτέρους ἴδῃ τοῖς ἀλλοτρίοις δικάζοντας κακοῖς, ὅρα μεθ᾽ ὅσης αὐτοὺς ἐπιστομίζει τῆς αὐστηρότητος, οὑτωσὶ λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.

Ἐκείνῳ τήρησον τὸ δικαστήριον, τῷ τὰ ἀπόῤῥητα εἰδότι τῆς διανοίας. Κἂν ἀκριβῶς νομίζῃς εἰδέναι τὰ τοῦ πλησίον, ἔσφαλταί σου ἡ κρίσις. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Πόσοι τῶν ἀπεῤῥιμμένων καὶ εὐτελῶν ἡλίου φαιδρότερον ἐκλάμπειν ἔχουσι! πόσοι τῶν μεγάλων καὶ περιφανῶν σποδὸς ὄντες καὶ τάφος κεκονιαμένος εὑρεθήσονται! Ἤκουσας πῶς ὁ Παῦλος ἑαυτὸν κακῶς λέγει, μετὰ σφοδρότητος καὶ ὑπερβολῆς ἁμαρτημάτων, ὧν οὐκ ἔμελλεν εὐθύνας ὑπέχειν, συνεχῶς μεμνημένον; Βλάσφημος γὰρ καὶ διώκτης καὶ ὑβριστὴς πρὸ τοῦ βαπτίσματος ἦν, ἐκεῖνα δὲ τὰ ἁμαρτήματα ἔλυσε τὸ βάπτισμα· ἀλλ᾽ ὅμως αὐτῶν μέμνηται, οὐκ ἐπειδὴ λόγον ἔμελλεν ὑπὲρ αὐτῶν ὑπέχειν, ἀλλ᾽ ἵνα δείξῃ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τίνα ὄντα, οἷον κατεσκεύασεν, ἀπὸ διώκτου ποιήσας ἀπόστολον. Εἰ δὲ ἐκεῖνος τῶν ἀφανισθέντων ἁμαρτημάτων μέμνηται, πολλῷ μᾶλλον ἡμᾶς τῶν μετὰ τὸ βάπτισμα μεμνῆσθαι χρή. Τίς γὰρ ἡμῖν ἀπολογία ἔσται, ἢ ποία συγγνώμη, ὅταν ἐκεῖνος μὲν τῶν ἀνευθύνων μνημονεύῃ συνεχῶς, ἡμεῖς δὲ μηδὲ ὧν μέλλομεν λόγον ὑπέχειν, μηδὲ τούτων ἑαυτοὺς ὑπομιμνήσκωμεν, ἀλλ᾽ ἀφέντες τὰ οἰκεῖα, τὰ ἀλλότρια περιεργαζώμεθα κακά; [Ἄκουσον τὸν Πέτρον λέγοντα· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι.]

Ἄκουσον πῶς καὶ Ματθαῖος τῆς προτέρας ἑαυτοῦ κατηγορεῖ ζωῆς, καὶ τελώνην ἑαυτὸν καλεῖ, καὶ οὐδὲ αἰσχύνεται τὸν πρότερον ἐκπομπεύων βίον.

Ἐπειδὴ γὰρ οὐδὲν εἶχον κατηγορεῖν ἑαυτῶν μετὰ τὸ βάπτισμα, τῶν προτέρων ἐμέμνηντο, παιδεύοντες ἡμᾶς τῶν μὲν ἀλλοτρίων κακῶν μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ οἰκεῖα μεριμνᾷν καὶ συνεχῶς ἀναστρέφειν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον φάρμακον τοιοῦτον πρὸς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν, ὡς ἡ συνεχὴς αὐτῶν ἀνάμνησις, καὶ ἡ διηνεκὴς αὐτῶν κατηγορία. Οὕτως ὁ τελώνης τὰ μυρία ἠδυνήθη κακὰ ἀποθέσθαι, ἵνα εἴπῃ· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· οὕτως ὁ Φαρισαῖος τῆς δικαιοσύνης ἁπάσης ἐξέπεσεν, ὅτι ἀφεὶς λογίζεσθαι τὰ αὐτῷ πεπλημμελημένα, τὴν οἰκουμένην κατεδίκαζε, λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. Διὰ τοῦτο καὶ ὁ Παῦλος παρῄνει λέγων· Ἕκαστος δὲ δοκιμαζέτω τὸ ἑαυτοῦ ἔργον, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Βούλει μαθεῖν καὶ ἐν τῇ Παλαιᾷ πῶς οἱ δίκαιοι κατηγόρησαν ἑαυτῶν; Ἄκουε καὶ τούτων ἐκείνοις συνῳδὰ φθεγγομένων.

Ὁ μὲν γὰρ Δαυῒδ ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Ὁ δὲ Ἡσαΐας ἐβόα· Οἴμοι ὁ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων. Καὶ οἱ τρεῖς παῖδες ἐν καμίνῳ διατρίβοντες, καὶ τὰ σώματα θανάτῳ διὰ τὸν Θεὸν παραδόντες, ἐν τοῖς ἐσχάτοις τῶν ἁμαρτωλῶν ἑαυτοὺς ἠρίθμουν, Ἡμάρτομεν, ἠνομήσαμεν, λέγοντες· καίτοι τί λαμπρότερον ἐκείνων, τί καθαρώτερον ἦν; Καὶ γὰρ εἰ καί τινας ἦσαν ἁμαρτίας πεποιηκότες, πάσας ἀπέσμηξε τῆς φλογὸς ἐκείνης ἡ φύσις. Ἀλλ᾽ οὐ πρὸς τὰ κατορθώματα ἑώρων τὰ οἰκεῖα, ἀλλὰ τὰ ἁμαρτήματα ἀνελογίζοντο. Οὕτω καὶ Δανιὴλ μετὰ τὸν λάκκον τῶν λεόντων, μετὰ τὰς μυρίας τιμωρίας, ἃς ὑπέμεινε, καὶ αὐτὸς ἑαυτοῦ κατηγόρει, τοῦ δὲ πλησίον οὐδείς.