Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες Μ΄-ΜΔ΄: Η φιλοξενία στη Μαμβρή και η καταστροφή των Σοδόμων

Η φιλοξενία των αγγέλων από τον Αβραάμ, η ικεσία του υπέρ της πόλεως, η διαφύλαξη του Λωτ και η παραδειγματική καταστροφή των Σοδόμων και της Γομόρρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 17

ΟΜΙΛΙΑ Μʹ. Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. αʹ. Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιήσατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευματικά.

Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρέχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευτέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γίνεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέραν, ἀλλὰ κἂν διηνεκεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεῖα γάρ ἐστι καὶ πνευματικὰ, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύνης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφορήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παραθῶμεν αὐτὰ τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλ᾽ ἵνα δόξῃ σαφέστερος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἵν᾽ οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα.

Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶπεν ὁ Θεὸς τῷ πατριάρχῃ, Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδασεν· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκαλίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελθεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγομένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε.

Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολὴν, τί προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Ὥσπερ σοὶ, φησὶ, τὸ στοιχεῖον προσθεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρᾳ ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ᾽ ἐμοῦ ἐπαγγελθέντα. Ἔσται γὰρ, φησὶ, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ᾽ ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέπων, θάρσησον τοῖς παρ᾽ ἐμοῦ λεγομένοις. Εὐλογήσω γὰρ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Ὑπὲρ φύσιν ἀνθρωπίνην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι.

Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὢν, καὶ πρὸς παιδοποιίαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθήκην.

Ἀλλ᾽ ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πάλαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε, Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὐ διέκρινε δὲ ὅτι περὶ τοῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησὶ, ἐλογίζετο καθ᾽ ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούων Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη· καὶ πάλιν, Ἐξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται· οὐκ ἔχων ὅ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλόθεος ὢν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλικίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν.

βʹ. Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνάμεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσας, Ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν, ἀντὶ τοῦ, περιχαρὴς ἐγένετο· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταέτει παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαίφνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦτον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαὴλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως με παρεμυθήσω, καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γὰρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἢ ἐνενόησά ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ᾽ οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἄγαρ μοι παρέδωκεν, ἀπαγορεύσασα τὰ καθ᾽ ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗτος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζήτω ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέτερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης;

Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώμης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασάνισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ πάντη ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ᾽ ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι᾽ αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεώς εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ διανοίᾳ λογισμούς σου κινηθέντας παρωσάμενος, δέχου ἱκανὴν πληροφορίαν ἐκ τῶν παρ᾽ ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνή σου, ἣν νομίζεις διά τε τὴν στείρωσιν, διά τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδού σοι καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. Πρὸς γὰρ ἐκεῖνον στήσω τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν.

Οὗτος γάρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν. Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν, δι᾽ ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρὸν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παράκλησιν δεξάμενος. Ἐπήκουσα γάρ σου τῆς δεήσεως, Καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Ἐπειδὴ γὰρ, φησὶ, σὸν σπέρμα ἐστὶν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφόδρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ.

Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομίσατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι Ὅστις ἂν καταλίπῃ πατέρα ἢ μητέρα, ἢ οἰκίαν ἢ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μικρὸν πολλὴν τὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν ἀρετῆς κορυφὴν ἀνελθὼν, οὕτω περίβλεπτος γέγονε καὶ περιφανὴς, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἴ τις εὐγνωμόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατονταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώθη, τίς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δὲ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πατριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τιμὴν παραστῆσαι δυνήσῃ;

Εἶδες οἷόν ἐστιν ὑπομονὴ, ὅσον ἐστὶν ἀρετὴ, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐεργεσίας;

Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ᾽ ἑαυτοῦ εἰσέφερεν, εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ πῶς ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοῦ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακούσας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἦν ἐτῶν, φησί· νυνὶ δὲ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς.

γʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, παιδευώμεθα πολλὴν τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, καὶ μηδέποτε ἀλύειν, μηδὲ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἱδρῶτας, ἀλλ᾽ εἰδέναι ὅτι φιλότιμος ὢν καὶ μεγαλόδωρος ὁ Δεσπότης ὁ ἡμέτερος, ἀντὶ μικρῶν πόνων μεγάλας ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς, καὶ οὐ μόνον ἐν τῷ μέλλοντι τὰ ἀθάνατα ἀγαθὰ ταμιευόμενος, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον παραμυθούμενος ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, πολλὰς φιλοτιμεῖται τὰς δωρεάς. Ἐπεὶ καὶ ὁ πατριάρχης οὗτος οὐκ ὀλίγα ἐν τῷ μεταξὺ χρόνῳ ὑπέμεινε τὰ λυπηρὰ, εἰ καὶ ὅτι ἑκάστοτε ἀνεμίγνυτο τοῖς λυπηροῖς καὶ τὰ χρηστά. Κηδόμενος γὰρ ἡμῶν τῆς ἀσθενείας ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀεὶ τοῖς λυπηροῖς ἀφίησιν ἡμᾶς ἐναπομένειν, ἵνα μὴ ἐλέγχηται ἡμῶν ἡ ἀσθένεια, ἀλλὰ ταχεῖαν καὶ αὐτὸς παρέχει τὴν ἀντίληψιν, ῥωννὺς ἡμῶν τὴν προθυμίαν, καὶ τὸν λογισμὸν διεγείρων· οὕτω ἀεὶ ἐν ἀνέσει εἶναι καταλιμπάνει, ἵνα μὴ ῥᾳθυμότεροι γενόμενοι, πρὸς τὴν κακίαν αὐτομολήσωμεν.

Ἡ γὰρ φύσις ἡ ἀνθρωπεία, ἐπειδὰν πολλῆς ἀνέσεως ἐπιλάβηται, ἐπιλανθάνεται τῆς εὐγενείας, καὶ οὐχ ἵσταται ἐπὶ τῶν οἰκείων ὅρων· δι᾽ ὃ καθάπερ πατὴρ φιλόστοργος, ποτὲ μὲν ἡμᾶς ἀνίησι, ποτὲ δὲ σωφρονίζει, ἵν᾽ οὕτως ἡμῶν μεθοδεύσῃ τῆς ψυχῆς τὴν ὑγίειαν. Ἐπεὶ καὶ ἰατρὸς, ἐπειδὰν ἄῤῥωστον θεραπεύῃ, οὔτε ἀεὶ κατατείνει τῇ ἀσιτίᾳ, οὔτε ἀεὶ ἀδεῶς ἀπολαύειν ἐπιτρέπει τῆς τραπέζης, ἵνα μὴ ἡ ἀδδηφαγία πυρετὸν τεκοῦσα ἐκτείνῃ τὴν ἀῤῥωστίαν, μηδὲ τῇ ἀσιτίᾳ ἀεὶ κατατείνων ἀσθενέστερον ἐργάσηται· ἀλλὰ καταστοχαζόμενος τῆς δυνάμεως, καὶ ἐπιμελῶς τῇ τέχνῃ κεχρημένος, οὕτω τὰ παρ᾽ ἑαυτοῦ παρατάττεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Θεὸς εἰδὼς τὸ ἑκάστῳ ἡμῶν συμφέρον, ποτὲ μὲν ἀνέσεως ἡμᾶς ἀπολαύειν συγχωρεῖ, ποτὲ δὲ καὶ γυμνασίας ἕνεκεν περασμοῖς περιβάλλει. Εἴτε γὰρ ἐνάρετοί τινες εἶεν, διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς λαμπρότεροι δεικνύμενοι, πλείονα τὴν ἄνωθεν εὐμένειαν ἐπισπάσονται· εἴτε καθ᾽ ἡμᾶς ἁμαρτωλοὶ τυγχάνοιεν, εὐχαρίστως δεχόμενοι τῶν πειρασμῶν τὴν ἐπαγωγὴν, τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποθήσονται φορτίον, καὶ πολλῆς καὶ αὐτοὶ συγγνώμης ἀπολαύσουσι. Δι᾽ ὃ, παρακαλῶ, εἰδότες τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἰατροῦ τῶν ψυχῶν τῶν ἡμετέρων, μηδέποτε περιεργαζώμεθα αὐτοῦ τὰς οἰκονομίας.

Κἂν γὰρ ἡ διάνοια ἡ ἡμετέρα ταῦτα καταλαμβάνειν μὴ δύνηται, ταύτῃ μᾶλλον ἐκπληττώμεθα τοῦ Θεοῦ τὰς οἰκονομίας, καὶ δοξάζωμεν αὐτὸν ὑπὲρ ἁπάντων, ὅτι τοιοῦτον ἔχομεν Δεσπότην, οὗ μηδὲ χωρῆσαι δύναται ἡ διάνοια ἡ ἡμετέρα καὶ ὁ τῆς ἀνθρωπίνης φύσεως λογισμὸς τὰς οἰκονομίας. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· οὐχ οὕτως ἡμεῖς κηδόμεθα ἑαυτῶν, ὡς αὐτὸς κήδεται ἡμῶν τῆς σωτηρίας, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρὸς τὴν ἀρετὴν ἡμᾶς χειραγωγῆσαι, καὶ ἐξαρπάσαι τῶν τοῦ διαβόλου χειρῶν. Καὶ ὅταν ἴδῃ μὴ δυναμένους κερδᾶναι ἀπὸ τῆς εὐημερίας, καθάπερ ἰατρὸς ἄριστος, ἐπειδὰν θεάσηται ἀπὸ πολλῆς λαιμαργίας εἰς πολυσαρκίαν ἐξιόντας, διὰ τῆς ἐγκρατείας πρὸς ὑγίειαν ἐπανάγει· οὕτω δὴ καὶ ὁ θαυμάσιος τῶν ἡμετέρων ψυχῶν ἰατρὸς ἀφίησι μικρὸν διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς εἰς αἴσθησιν ἐλθεῖν τῆς βλάβης, ἣν ἐκ τῆς εὐημερίας ὑπεμείναμεν, καὶ ὅταν ἴδῃ καλῶς τὰ τῆς ὑγιείας κατορθωθέντα, τότε λοιπὸν διὰ τῆς οἰκείας ἀντιλήψεως καὶ τῶν πειρασμῶν χαρίζεται τὴν ἀπαλλαγὴν, καὶ τὴν παρ᾽ ἑαυτοῦ πρόνοιαν ἐπιδείκνυται μετὰ πολλῆς τῆς δαψιλείας.

Εἴτε οὖν ἐν ἀρετῇ ὄντες τινὲς πειρασμοῖς περιπέσοιεν, μὴ θορυβείσθωσαν, ἀλλὰ ταύτῃ μᾶλλον ταῖς χρησταῖς ἐλπίσι τρεφέσθωσαν, ὅτι ἡ τῶν πειρασμῶν ἐπαγωγὴ στεφάνων ὑπόθεσις αὐτοῖς γίνεται καὶ βραβείων· εἴτε ἐν ἁμαρτήμασι γεγονότες τοῖς λυπηροῖς ἐναφίενται, μηδὲ οὕτω δυσανασχετείτωσαν, εἰδότες ὅτι καθάρσιον τῶν ἁμαρτηθέντων ἐν παντὶ τῷ χρόνῳ γενήσεται ἡ τούτων ἐπαγωγὴ, ἐπειδὰν μετ᾽ εὐχαριστίας πάντα τὰ ἐπιόντα δεχώμεθα. Τοῦτο γὰρ εὐγνώμονος οἰκέτου, τὸ μὴ μόνον, ἡνίκα ἀδείας ἀπολαύῃ, εὐχαριστεῖν τῷ δεσπότῃ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὴν αὐτὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Οὕτω γὰρ καὶ ὁ πατριάρχης οὗτος εὐδοκίμησε, καὶ τοσαύτης παρὰ τῷ Θεῷ τυχὼν παῤῥησίας, καὶ δωρεὰς ἐδέχετο νικώσας τὴν φύσιν τὴν ἀνθρωπίνην.

δʹ. Ἀναγκαῖον δὲ πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου, καὶ ἰδεῖν τοῦ δικαίου τὴν ὑπακοὴν, καὶ ὅπως εἰς ἔργον ἤγαγε τὰ παρὰ τοῦ Θεοῦ ἐπιταττόμενα, οὐ ζητῶν τὸν λόγον, οὐδὲ εὐθύνας ἀπαιτῶν, καθάπερ οἱ πολλοὶ τῶν ἀνοήτων ποιοῦσι περιεργαζόμενοι τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ λέγοντες· Εἰς τί τοῦτο; εἰς τί ἐκεῖνο; καὶ τί τὸ ὄφελος ἀπὸ τοῦ τόδε γενέσθαι, ἢ τόδε;

Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καθάπερ οἰκέτης φιλοδέσποτος, οὕτως ἅπερ ἂν ἐπετάγη, εἰς ἔργον ἀγαγεῖν ἔσπευδε, μὴ περιεργαζόμενος. Καὶ ἵνα μάθῃς, ἄκουε τῶν ἑξῆς. Ἐπειδὴ γὰρ τὴν ὑπόσχεσιν ἐποιήσατο πρὸς αὐτὸν ὁ Δεσπότης, καὶ ἐτέλεσε τὴν πρὸς αὐτὸν διάλεξιν, εὐθέως ὁ δίκαιος τὰ κελευσθέντα ἐπλήρου, καὶ τὸ σημεῖον τὸ παρὰ τοῦ Θεοῦ κελευσθὲν ἐπετίθει τῷ Ἰσμαὴλ, τὴν περιτομὴν λέγω, καὶ πᾶσι τοῖς οἰκογενέσι, καὶ τοῖς ἀργυρωνήτοις, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. Περιετέμετο δὲ καὶ αὐτός. Ἐννενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, φησὶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· Ἰσμαὴλ δὲ ἦν ἐτῶν δεκατριῶν. Μὴ νομίσῃς ἁπλῶς ἡμῖν τῶν ἐτῶν τὸν ἀριθμὸν τὴν Γραφὴν ἐπισημήνασθαι· ἀλλ᾽ ἵνα καὶ ἐκ τούτου μάθῃς τοῦ δικαίου τὴν πολλὴν ὑπακοὴν, ὅτι ἐν ἐσχάτῳ γήρᾳ ὢν πράως ἤνεγκε τὴν ὀδύνην διὰ τὸ τοῦ Θεοῦ ἐπίταγμα, διὰ τοῦτο ποιεῖται τὴν αὐτῶν ἀπαρίθμησιν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ καὶ πάντες οἱ οἰκογενεῖς. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν, ἀγαπητὲ, ὑγιαίνουσαν σάρκα ἀποτεμεῖν καὶ κακῶς ἔχουσαν. Εἰ γὰρ καὶ ἰατρῶν παῖδες μέλος ἀῤῥωστῆσαν ἀποτέμνουσιν, ἀλλ᾽ οὐκ ἴση γίνεται τότε ἡ ὀδύνη.

Νεκρωθὲν γὰρ, ὡς εἰπεῖν, λοιπὸν καὶ τῆς ζωτικῆς δυνάμεως ἀποστερηθὲν ἐκτέμνουσιν. Ἐνταῦθα δὲ γέρων καὶ πρεσβύτης (ἑκατὸν γὰρ ἐτῶν ἐτύγχανε) πράως ἤνεγκε τὴν ὀδύνην, ὁμοῦ καὶ τοῦ Θεοῦ τὸ ἐπίταγμα εἰς ἔργον ἀγαγεῖν σπεύδων, καὶ τὸν υἱὸν καὶ τοὺς οἰκογενεῖς ἅπαντας προθυμοτέρους ἐργαζόμενος, ὥστε μὴ ἐνδοιάσαι, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν ἐπιτελέσαι. Εἶδες ὅσον ἐστὶν ἀνὴρ ἐνάρετος, ὅπως καὶ τοὺς ὑπηρετουμένους ἅπαντας ἐπαίδευσε κατ᾽ ἴχνος αὐτοῦ βαίνειν; Ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο πάλιν καὶ νῦν ἐρῶ· ὅτι διὰ τοῦτο λοιπὸν ἐξ ἐκείνου πρόσταγμα γέγονε παρὰ τοῦ Θεοῦ, ὥστε ἐν ἀώρῳ τῇ ἡλικίᾳ τοῦτο ὑπομένειν τοὺς παῖδας, ἵνα ἐν ἀναισθησίᾳ τὴν ἐκτομὴν τῆς σαρκὸς ὑπομένοντες μηδεμίαν τῆς ὀδύνης πεῖραν λάβωσιν.

Ἀλλὰ σκόπει μοι, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τὴν ἄφατον περὶ ἡμᾶς εὐεργεσίαν. Ἐκεῖ καὶ ὀδύνη καὶ πόνος ἐκ τοῦ γινομένου, καὶ οὐδὲν ἕτερον ἐκ τῆς περιτομῆς ὄφελος ἦν, ἢ τοῦτο μόνον, τὸ διὰ τοῦ σημείου τούτου γνωρίμους αὐτοὺς εἶναι, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρίσθαι. Ἡ δὲ ἡμετέρα περιτομὴ, ἡ τοῦ βαπτίσματος λέγω χάρις, ἀνώδυνον ἔχει τὴν ἰατρείαν, καὶ μυρίων ἀγαθῶν πρόξενος γίνεται ἡμῖν, καὶ τῆς τοῦ Πνεύματος ἡμᾶς ἐμπίπλησι χάριτος, καὶ οὐδὲ ὡρισμένον ἔχει καιρὸν, καθάπερ ἐκεῖ, ἀλλ᾽ ἔξεστι καὶ ἐν ἀώρῳ ἡλικίᾳ, καὶ ἐν μέσῃ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ γενόμενόν τινα ταύτην δέξασθαι τὴν ἀχειροποίητον περιτομὴν, ἐν ᾗ οὐκ ἔστι μόνον ὑπομεῖναι, ἀλλ᾽ ἁμαρτημάτων φορτία ἀποθέσθαι, καὶ τῶν ἐν παντὶ χρόνῳ πλημμελημάτων τὴν συγχώρησιν εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολὴν, καὶ ὅτι ἀνίατα νοσοῦντες μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, οἰκονομῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ᾽ ἔστι τὰς πράξεις τὰς πονηρὰς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλὰ, παρακαλῶ, μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμεθα Ἰουδαίων.

Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ τὴν ἀσέβειαν πολλάκις αὐτοὺς καὶ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες.

Ἀλλ᾽ ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομὴν, μετὰ ἀσφαλείας τὰ καθ᾽ ἑαυτοὺς οἰκονομήσωμεν. Οὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, ἀλλ᾽ ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐσέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, καὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηροὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν πλησίον· ἑαυτῶν μὲν, διὰ τοῦ τὰ καθ᾽ ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἵν᾽ οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας. Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαιμεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα.

Καθάπερ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν παρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ἂν ταύτην μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κολαζόμεθα μόνον, ἀλλ᾽ ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελίζομεν.

Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΜΑʹ. Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. αʹ. Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς διδασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ᾽ ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρικτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι. καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος, αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ πονηροῦ δαίμονος, καὶ οὔτε ἡμετέρα νουθεσία, οὔτε ἡ πεῖρα αὐτὴ, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, διδασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποίᾳ λοιπὸν προθυμίᾳ τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ᾽ ἡμῶν λεγομένων;

Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολὴν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ᾽ ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖδας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀποπτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλλοντας, πολλάκις ἀποστρέφονται τὴν ῥᾳθυμίαν διορθούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες.

Ἀλλ᾽ ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολλάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνεται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι.

Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλικίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνεται τοῖς παισίν. Ἀλλ᾽ ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλοστοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προθυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρτισμένος ὁ μισθὸς ἔσται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπότου εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ᾽ οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτός ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πεπληρώκαμεν, ἀλλὰ βουλόμεθα καὶ ὑμᾶς πολλὴν τῶν καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἣν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας.

Τοιοῦτοί εἰσιν οἱ τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν διδασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ᾽ ἐὰν ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδάσκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν. ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. Οἰκοδεσπότης τις, φησὶν, ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδωκεν ᾧ μὲν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν.

Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς. Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ δεσπότου φιλανθρωπία. Τί γάρ φησιν; Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Ἐπειδὴ, φησὶ, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πιστευθεῖσι τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι. Προσῆλθε δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰληφὼς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδωκας;

Ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς. Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔνοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τὰ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς;

Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν οὐχ ἡ τούτου σπουδὴ, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίηκεν, ἀλλ᾽ ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ᾽ ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν.

βʹ. Ἀλλ᾽ ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις τὸ σόν. Ὢ κακία οἰκέτου! ὢ ἀγνωμοσύνης ὑπερβολὴ, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ᾽ ὅτι καὶ ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε! Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτεσθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ᾽ ἄκουε λοιπὸν, ἀγαπητὲ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ δεσπότης; Πονηρὲ δοῦλε. Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλῆξαι ἡ ἀπειλή. Εἰ ᾔδεις, φησὶν, ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό· ἀργύριον λέγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους.

Σὸν μὲν ἦν, φησὶ, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἦν τὸ παρ᾽ ἐκείνων ἀπαιτῆσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τί ἂν οὖν εἴποιεν οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται;

Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἀπηγόρευσε τὸν τόκον λαμβάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει.

Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέτησε λέγων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῷ νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ᾽ ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευματικός.

Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοὶ, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς φυλακῆς τῶν καταβληθέντων, ὥστε πάγια ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν, ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπέρ τε τῆς οἰκείας σωτηρίας, ὑπέρ τε τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε (Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ᾽ ἑαυτοὺς μόνον σκοπεῖτε, ἀλλ᾽ ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρπάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα. ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς.

Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπικείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθείς σου τὴν κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέποτε λέγε, ὅτι Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἤνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξεται.

Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ᾽ ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίσταται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ᾽ ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς διδοὺς, τὰ ἄλλα πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδὴν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα.

Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδᾶναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν εὐφροσύνην, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα. Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.

γʹ. Ἀλλ᾽ ὅτι μὲν τοῦτο ποιήσετε, σφόδρα πέπεισμαι· ὁρῶ γὰρ ὑμῶν καὶ τὰ πρόσωπα, καὶ στοχάζομαι ὅπως μεθ᾽ ἡδονῆς ἐδέξασθε τὴν παρ᾽ ἡμῶν νουθεσίαν, καὶ διὰ τοῦτο ἐλπίζω καὶ τὰ παρ᾽ ὑμῶν εἰσενεχθήσεσθαι. Διὸ τὴν μὲν περὶ τούτου παραίνεσιν ἐνταῦθα στήσωμεν· παραθήσομεν δὲ ὑμῖν τὴν πτωχὴν ἡμῶν καὶ εὐτελῆ τράπεζαν, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον γὰρ καὶ σήμερον τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον ἀγαγεῖν, ἵνα μάθητε οἵας ἐδέξατο τῆς φιλοξενίας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἕκαστον τῶν ῥημάτων μετὰ ἀκριβείας ἐξετάσωμεν, καὶ ἀναπτύξωμεν τὸν θησαυρὸν, καὶ ἅπαντα τὸν ἐναποκείμενον πλοῦτον καταμάθωμεν. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεός. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ὤφθη δὲ αὐτῷ ὁ Θεός; Ὅρα Δεσπότου φιλανθρωπίαν, καὶ σκόπει μοι οἰκέτου εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσιν ὀφθεὶς αὐτῷ, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν περὶ τῆς περιτομῆς αὐτῷ ἐντολὴν διετάξατο, ὁ δὲ θαυμαστὸς οὗτος ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ κελευόμενα εἰς ἔργον σπεύδων ἄγειν, εὐθέως οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος αὐτός τε περιετέμνετο, τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν πληρῶν, καὶ τὸν Ἰσμαὴλ περιέτεμε, καὶ τοὺς οἰκογενεῖς ἅπαντας, καὶ ἔδειξεν αὑτοῦ τὴν πολλὴν ὑπακοὴν, πάλιν αὐτῷ ἐπιφαίνεται.

Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν τοῖς ἤδη φθάσασιν εὐγνώμονας γενομένους ἴδῃ, ἐπιδαψιλεύεται καὶ οὐδέποτε ἵσταται τῆς εὐεργεσίας, ἀμειβόμενος τὴν τῶν ὑπακουόντων εὐγνωμοσύνην.

Διὰ τοῦτο οὖν, ἐπειδὴ ὑπήκουσε, φησὶ, πάλιν ὤφθη αὐτῷ. Ταύτης τοίνυν ἕνεκα τῆς αἰτίας οὕτως ἤρξατο ὁ μακάριος Μωϋσῆς λέγων· Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

Σκόπει μοι ἐνταῦθα τοῦ δικαίου τὴν ἀρετήν. Καθημένου, φησὶν, ἐπὶ τῆς σκηνῆς. Οὕτως ἔργον ἐποιεῖτο τὴν φιλοξενίαν, ὡς μηδὲ ἀνασχέσθαι ἑτέρῳ τινὶ τῶν προσηκόντων ἐπιτρέψαι τὴν τούτων θήραν· ἀλλὰ τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων, ἄνθρωπος πρεσβύτης, καὶ εἰς βαθὺ γῆρας ἐλάσας (ἑκατονταέτης γὰρ ἐτύγχανε), παρὰ τὴν θύραν ἐκαθέζετο. Καὶ οὗτος μὲν τοῦτο ἔργον ἐποιεῖτο, καὶ οὐδὲ τὸ γῆρας αὐτῷ κώλυμα ἐγένετο, οὐδὲ τῆς οἰκείας ἀναπαύσεως ἦν, οὐδὲ ἔσω ἐπὶ τῆς κλίνης ἦν ἀνακείμενος, ἀλλὰ παρὰ τὴν θύραν ἐκαθέζετο· ἕτεροι δὲ πολλάκις οὐ μόνον ταύτην οὐ ποιοῦνται τὴν σπουδὴν, ἀλλὰ καὶ τὸ ἐναντίον, καὶ ἐκκλίνειν ἐπιχειροῦσι τῶν ἐπιδημούντων τὰς συντυχίας, ὡς ἂν μὴ καὶ ἄκοντες ἀναγκασθεῖεν ὑποδέξασθαι. Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ παρὰ τὴν θύραν τῆς σκηνῆς ἐκαθέζετο μεσημβρίας. Τοῦτο γὰρ ἡ πολλὴ τῆς φιλοξενίας ἐπίτασις, καὶ τῆς ἀρετῆς τοῦ δικαίου ἡ ὑπερβολὴ, ὅτι καὶ ἐν μεσημβρίᾳ τοῦτο διεπράττετο.

Εἰκότως· ἐπειδὴ γὰρ ᾔδει τοὺς ὁδοιπορεῖν ἀναγκαζομένους κατ᾽ ἐκεῖνον τὸν καιρὸν μάλιστα δεομένους πολλῆς τῆς θεραπείας, διὰ τοῦτο ὡς ἐπιτήδειον καιρὸν τοῦτον ἐξελέγετο, καὶ καθήμενος ἐθήρα τοὺς παριόντας, οἰκείαν ἀνάπαυσιν κρίνων τὴν τῶν ὁδιτῶν θεραπείαν, καὶ τοὺς ὑπὸ τοῦ καύσωνος φλεγομένους ὑπὸ τὴν σκέπην εἰσάγειν ἐσπούδαζεν, οὐ περιεργαζόμενος τοὺς παριόντας, οὐδὲ ἐξετάζων εἰ γνώριμοι, ἢ ἄγνωστοι εἶεν. Οὐ φιλοξενίας γὰρ τὸ τὰ τοιαῦτα περιεργάζεσθαι, ἀλλὰ τὸ πᾶσι τοῖς παριοῦσι τῆς οἰκείας μεταδιδόναι φιλοφροσύνης. Καὶ ἐπειδὴ ἥπλωσε τῆς φιλοξενίας τὴν σαγήνην, κατηξιώθη καὶ τὸν τῶν ὅλων Δεσπότην ὑποδέξασθαι μετὰ τῶν ἀγγέλων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους· τὸν πατριάρχην πάντως αἰνιττόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὃς ἂν δέξηται ἕνα τούτων τῶν ἐλαχίστων ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Ἀκούωμεν, ἀγαπητοὶ, καὶ ξενίζειν μέλλοντες μηδέποτε περιεργαζώμεθα, τίς, καὶ πόθεν. Εἰ γὰρ τοῦτο περιειργάσατο ὁ πατριάρχης, ἴσως ἂν διήμαρτεν. Ἀλλ᾽ ἔγνω, φησὶ, τῶν παραγενομένων τὴν ἀξίαν. Πόθεν δῆλον; Πῶς δὲ ἂν τοῦτο ποιῶν ἐθαυμάσθη;

Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν τὸ τῆς φιλοξενίας αὐτοῦ περιεργασαμένου, ὡς νῦν, ὅτε ἀγνοῶν τίνες οἱ παραγενόμενοι, μετὰ τοσαύτης προθυμίας καὶ τιμῆς πρόσεισι, καθάπερ οἰκέτης δεσπόταις, μονονουχὶ δεσμὰ διὰ τῶν λόγων αὐτοῖς περιβάλλων, καὶ ἱκεσίαν πρὸς αὐτοὺς ποιούμενος, ὥστε μὴ ἀνανεῦσαι, μηδὲ ζημίᾳ τῇ μεγίστῃ περιβαλεῖν. ᾜδει γὰρ ὥσπερ ἔπραττε· διὰ τοῦτο καὶ μετὰ πολλῆς θερμότητος τὴν ἐντεῦθεν ἐκαρποῦτο περιουσίαν. Ἀλλ᾽ ἀκούσωμεν αὐτοῦ τοῦ συγγραφέως τῶν ῥημάτων, ἵν᾽ εἰδῇς ἐν βαθυτάτῳ γήρᾳ νεάζουσαν προθυμίαν, καὶ τὸν γέροντα νεάζοντα, καὶ μονονουχὶ περιχαρῆ γινόμενον, καὶ νομίζοντα θησαυρὸν εὑρηκέναι τῶν παραγενομένων τὴν παρουσίαν. Ἀναβλέψας δὲ, φησὶ, τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. Τρέχει καὶ ἵπταται ὁ γέρων· εἶδε γὰρ τὴν θήραν, καὶ οὐδένα τῆς ἀσθενείας λόγον ποιησάμενος, ἐπὶ τὴν ἄγραν ἔδραμε, καὶ οὐκ ἐκάλεσεν οἰκέτας, οὐκ ἐπέταξε παιδὶ, οὐδὲν ῥᾴθυμον ἐπεδείξατο, ἀλλὰ δι᾽ ἑαυτοῦ ἔδραμε, μονονουχὶ λέγων· μέγας θησαυρὸς, μεγάλη πραγματεία· δι᾽ ἑαυτοῦ ταύτην ὀφείλω ἐμπορεύσασθαι, μὴ παραδράμῃ με τὸ τοσοῦτο κέρδος. Καὶ ταῦτα ἐποίει ὁ δίκαιος, ἀνθρώπους ἀγνῶτας ὁδίτας νομίζων ὑποδέχεσθαι.

δʹ. Μάθωμεν, καὶ ζηλώσωμεν τοῦ δικαίου τὴν ἀρετήν. Ἐὰν γὰρ οὕτω ποιῶμεν, εἰκὸς καὶ ἡμᾶς ποτε ἐπιτυχεῖν τοιαύτης θήρας· μᾶλλον δὲ καὶ ἀεὶ ἐπιτυγχάνομεν, εἰ βουλοίμεθα. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἵνα μὴ ὀκνῶμεν πρὸς τὴν τοιαύτην φιλοφροσύνην, μηδὲ περιεργαζώμεθα τοὺς παριόντας, φησίν· Ὃς ἂν δέξηται ἕνα τῶν ἐλαχίστων τούτων ἐν τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται. Μὴ τοίνυν πρὸς τὴν εὐτέλειαν τοῦ παριόντος ὅρα, μηδὲ ἐξευτελίσῃς αὐτὸν ἐκ τῶν ὁρωμένων, ἀλλ᾽ ἐννόησον ὅτι τὸν Δεσπότην ὑποδέχῃ τὸν σὸν διὰ τούτου. Ὅταν γὰρ διὰ τὸ αὐτοῦ ὄνομα τὴν εἰς ἐκεῖνον θεραπείαν ἐπιδείξῃ· ὡσανεὶ ἐκεῖνον ὑποδεξάμενος, οὕτω λήψῃ τὸν μισθόν. Κἂν ῥᾴθυμος τοίνυν ᾖ καὶ ἠμελημένος ὁ τῆς παρὰ σοῦ φιλοφροσύνης ἀπολαύων, μηδείς σοι λόγος τούτου ἔστω· ἀπηρτισμένος γάρ σοι ὁ μισθὸς δοθήσεται διὰ τὴν εἰς τὸν Δεσπότην τιμὴν τοῦτο ποιοῦντι, καὶ ζηλοῦντι τοῦ πατριάρχου τούτου τὴν ἀρετήν. Καὶ ἰδὼν, φησὶ, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς. Καλῶς καὶ τὸ Προσέδραμε πρόσκειται, ἵνα μάθῃς ὅτι ὡς ἀγνῶτες παρῄεσαν, καὶ οὐκ ἂν αὐτόματοι ἦλθον ἐπὶ τὴν σκηνήν. Διὰ τοῦτο, ἵνα μὴ διαφύγῃ αὐτὸν τὸ πνευματικὸν τοῦτο κέρδος, ὁ γεγηρακὼς, ὁ πεπολιωμένος, ὁ ἑκατονταέτης προστρέχει, καὶ διὰ τοῦ δρόμου τὴν προθυμίαν ἐπιδείκνυται.

Καὶ θεασάμενος προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Πολλὴ τῶν τοῦ δικαίου ῥημάτων ἡ ὑπερβολή. Οὐ γὰρ, ὅτι ὑπεδέξατο, θαῦμα τοσοῦτον τῆς προθυμίας, ἀλλ᾽ ὅτι μετὰ τοσαύτης σπουδῆς, καὶ οὔτε πρὸς τὴν ἑαυτοῦ ἡλικίαν ἀπιδὼν, οὔτε πρὸς τοὺς παριόντας (ἴσως γὰρ νέοι τινὲς αὐτῷ κατεφαίνοντο), οὐδὲ νομίσας ἀρκεῖν τὴν διὰ τῶν λόγων μόνον προτροπὴν, Προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν, μονονουχὶ καθικετεύων, καὶ σφοδρὰν τὴν παράκλησιν προσάγων, ἵνα μὴ νομισθῇ ἁπλῶς ἀφοσιώσει προτρέπεσθαι.

Διὰ δὴ τοῦτο καὶ ἡ θεία Γραφὴ δεικνύουσα τοῦ δικαίου τὴν πολλὴν καὶ ἄφατον ἀρετὴν, φησί· Προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων πολλὴν τὴν θερμότητα ἐπιδεικνύμενος, πολλὴν τὴν ταπεινοφροσύνην, μεγίστην τὴν φιλοξενίαν, ἄφατον τὴν κηδεμονίαν. Καὶ προσκυνήσας, φησὶν, εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Τί ἄν τις κατ᾽ ἀξίαν εἴποι τοῦ δικαίου τούτου; ἢ πῶς ἄν τις αὐτὸν μυρίοις στόμασιν ἐγκωμιάσειε;

Τὸ μὲν γὰρ εἰπεῖν, Κύριε, τῶν ἐγχωρούντων ἐστί· τὸ δὲ λέγειν, Εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, τοῦτό ἐστι τὸ παράδοξον. Χάριν, φησὶ, δίδως, οὐ λαμβάνεις. Τοιοῦτον γὰρ ἀληθῶς ἡ φιλοξενία· μᾶλλον λαμβάνει, ἢ δίδωσιν ὁ μετὰ προθυμίας αὐτὴν ἐπιδεικνύμενος. Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων ὑποτεμνέσθω τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νομιζέτω, ὅτι εἰδὼς τίνες οἱ παραγεγονότες, ταῦτα ἐφθέγγετο. Οὐδὲ γὰρ ἂν, καθὼς καὶ πολλάκις εἴρηται, μέγα τι τοῦτο ἦν εἰ εἰδὼς ταῦτα ἔλεγεν· ἀλλὰ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὡς ἀνθρώποις προσφερόμενος, τοιαῦτα ἐφθέγγετο ῥήματα. Μὴ θαυμάσῃς δὲ εἰ τριῶν ὄντων τῶν ὑποδεχομένων ὡς πρὸς ἕνα προτεινόμενος ὁ δίκαιος λέγει, Κύριε. Ἴσως γὰρ ἐπιδοξότερός τις τῶν ἐλθόντων ἐφάνη, πρὸς ὃν ποιεῖται καὶ τὴν παράκλησιν. Εἶτα προϊὼν κοινοποιεῖ τὸν λόγον, καί φησι· Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ πάλιν, Καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ φάγεσθε ἄρτον, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν.

Ὁρᾷς πῶς οὐκ εἰδὼς τίνες εἰσὶ, καθάπερ ἀνθρώποις διαλεγόμενος παριοῦσιν, οὕτω κοινὴν πρὸς αὐτοὺς ποιεῖται τὴν προτροπὴν, καὶ ἅπαξ καὶ δεύτερον παῖδα ἑαυτὸν καλῶν; Καὶ ὅρα πῶς προλέγει τῆς τραπέζης αὐτοῦ τὴν εὐτέλειαν, μᾶλλον δὲ τὴν πολυτέλειαν. Ληφθήτω δὴ ὕδωρ, φησὶ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. Ἐπειδὴ γὰρ, φησὶ, κεκμήκατε, καὶ πολὺν τὸν καύσωνα ὑπεμείνατε, διὰ τοῦτο ἀξιῶ μὴ παρελθεῖν τὸν παῖδα ὑμῶν. Μὴ γὰρ μέγα τί ἐστι τὸ παρ᾽ ἐμοῦ γινόμενον; Ὕδωρ ἔχω παρασχεῖν μόνον, ὑπὲρ τοῦ νιψαμένους ὑπὸ τὸ δένδρον τὸν πολὺν ὑμᾶς κάματον ἀποθέσθαι. Εἶτα καὶ τῆς τραπέζης λέγει τὴν ἰδέαν. Μὴ νομίσητε πολυτελές τι παραθήσειν ὑμῖν, ἢ καρυκευμάτων ποικιλίαν, ἢ ὄψων διαφοράν· ἄρτον φάγεσθε, καὶ οὕτω Παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν.

εʹ. Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γὰρ, φησὶ, προσεκύνησεν, εἶτα κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει τὸ μέλλον ὑπ᾽ αὐτοῦ γενέσθαι εἰς αὐτοὺς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὄν. Ὕδωρ γὰρ, φησὶ, τὸ πᾶσιν ἀνειμένον ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκηνὴν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε ταλαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φιλόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλοφροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ᾽ ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη.

Καὶ εἶπαν, φησὶν, Οὕτω ποιήσομεν, καθὰ εἴρηκας. Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσὶ, φησὶν, ἔχω τὸν θησαυρὸν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πράγματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον.

Καὶ ἔσπευσεν Ἀβραὰμ, φησὶν, ἐπὶ τὴν σκηνήν. Ὥσπερ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεία Γραφὴ, εἰποῦσα, Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς, οὕτω καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερμότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδήν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέρομεν.

Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύδει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, Καὶ εἶπεν αὐτῇ· Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν ἐξεπαίδευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην παρορμᾷ μὴ ῥᾳθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλὰ, Σπεῦσον, φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπολέσωμεν τὸν θησαυρὸν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορθώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομένην αὐτῷ κοινωνόν. Διὰ τί γὰρ, εἰπέ μοι, οὐδενὶ τῶν παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβηκυίᾳ; ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὐτὴ προθυμίαν εἰσφέρει.

Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικόν τι κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι᾽ ἑαυτῶν ἅπαντα διαπράττεσθαι· γυναῖκες δὲ, ἵνα σπεύδωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμάτων, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν.

Ἀλλ᾽ οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ᾽ ἡμῶν λεγομένων. Νῦν γὰρ ἡμῖν ἀπ᾽ ἐναντίας ἐκείνῃ πάντες βαδίζειν ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξὶ, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμὸν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ὅρα τὴν οὐρανομήκη ταύτην ψυχὴν, πῶς οὐκ ἐνόμισεν αἰσχρὸν αὐτῷ εἶναι μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο οὐδὲν παρῃτήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλά φησιν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κοσμοῦ κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσι· τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς.

Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν, τῆς ψυχῆς τὴν διαφθορὰν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἐσμόν· ἀλλ᾽ ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ λῃστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπιβουλαῖς, καὶ μυρία ἄν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ᾽ οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι᾽ ὃ καὶ ἀξία τοῦ πατριάρχου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἐφύρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν. Ὢ γέροντος νεότης, ὢ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δεικνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. Καὶ ἔλαβε, φησὶ, μοσχάριον ἁπαλὸν καὶ καλόν. Αὐτὸς δι᾽ ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδὶ, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι.

ϛʹ. Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαι, φησί. Καὶ οὐδὲ οὕτως ἠρέμει ὁ γέρων, ἀλλὰ πάλιν ἐν τάξει ὑπηρέτου ἵσταται. Καὶ λαβὼν βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς. Αὐτὸς δι᾽ ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ᾽ ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον. Ὢ φιλοξενίας μέγεθος, ὢ ταπεινοφροσύνης ὑπερβολὴ, ὢ φιλοθέου γνώμης ἐπίτασις! παρειστήκει ὁ ἑκατονταέτης οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώτερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχύν τινα προσλαβεῖν.

Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἐῤῥωμένη ᾖ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοίνυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύτην ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν παραμυθήσασθαι.

Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχάριον, ἀλλ᾽ ἐκεῖνο λογίζου, μεθ᾽ ὅσης τιμῆς, μεθ᾽ ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοὶ, κἂν ποιήσωσί ποτέ τι τοιοῦτον, μέγα φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θεραπείαν.

Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥῖψαι τὰ συλλεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τι ἐργαζόμενος, καὶ οὕτω ποιῶν ὡς παρέχων μᾶλλον ἢ λαμβάνων, οὐκ οἶδεν ὃ διαπράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν.

Ἀλλ᾽ ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὅπερ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προθυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δαψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ᾽ ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατέλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδείχθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπὸν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσον αὐτῷ τῶν ἀγαθῶν αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύπτει ἑαυτὸν ὁ παραγεγονὼς, καὶ κατὰ μικρὸν ὑποδείκνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος.

Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρῄνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχών ἐστιν ὁ παραγεγονὼς, εἴ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο.

Ὁ δέ φησιν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Καὶ ἐπεὶ ἔμελλε λοιπὸν, ὡς Θεὸς, ὑπισχνεῖσθαι αὐτῷ τὰ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προσηγορίαν τῆς Σάῤῥας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν αὐτοῦ καταχθείς. Ἐπαναστρέφων γὰρ, φησὶν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου· Ἰδοὺ τῆς φιλοξενίας οἱ καρποὶ, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτεταμένης ὁ μισθὸς, ἰδοὺ τῶν καμάτων τῆς Σάῤῥας αἱ ἀμοιβαί. Ἐκείνη δὲ, φησὶν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο ἀκούσασα, ἐγέλασε καθ᾽ ἑαυτὴν, λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ ἵνα ἀπολογήσηται ἡ θεία Γραφὴ ὑπὲρ τῆς Σάῤῥας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ δὲ καὶ Σάῤῥα, προβεβηκότες ἦσαν ἐν ταῖς ἡμέραις αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλά φησιν· Ἐξέλιπε δὲ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα. Ἐξηραμμένη ἦν, φησὶν, ἡ πηγὴ, τετύφλωτο ὁ ὀφθαλμὸς, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπηρωμένον.

Δι᾽ ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάῤῥα, καθ᾽ ἑαυτὴν ἐλογίζετο τήν τε ἑαυτῆς ἡλικίαν, τό τε γῆρας τοῦ πατριάρχου. Ἀλλ᾽ ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀποῤῥήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα. Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλογίζετο.

Μὴ ἀδυνατεῖ, φησὶ, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησὶν, ὅτι τῆς φύσεως ὢν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆσαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησὶν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ᾽ ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ἐπειδὰν, φησὶν, ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάῤῥα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ᾽ ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆς κινηθέντα ἔλαθε τὸν παρόντα, Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα. Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησὶν, Ἐφοβήθη γάρ. Ἀλλ᾽ ὁ πατριάρχης φησὶ πρὸς αὐτὴν, Οὐχὶ, ἀλλὰ ἐγέλασας.

Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἐν διανοίᾳ ταῦτα ἐβουλεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονὸς, μηδὲ προσθήκην ἐργάζου τῷ ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθὰ, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης.

ζʹ. Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀντίδοσιν μόνον, ἀλλ᾽ ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστὸν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκείναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ἀκουσόμεθα παρ᾽ αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Τί τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ᾽ ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, φησὶν, ἐπίδειξαι, κἂν εὐτελὴς ᾖ, κἂν ἀπεῤῥιμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπότης ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην ἱλαρὰν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγε· Κρεῖσσον λόγος, ἢ δόσις. Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον.

Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας· ἀλλ᾽ ἂν μὲν δυνηθῶμεν παραμυθεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ᾽ ὡς τὰ μέγιστα κερδαίνοντες· εἰ δὲ μὴ δυνάμεθα, μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ; Μὴ γὰρ ἀναγκάζει; μὴ γὰρ βιάζεται;

Ἀξιοῖ, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, οὐχ ὕβρεως ἄξιος. Τί λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ᾽ ἑκάστην ἡμέραν δαψιλῆ τράπεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερβαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδιδόντες, καὶ ταῦτα μυρία ἀγαθὰ διὰ τούτου κομιζόμενοι;

Ἀλλ᾽ ὢ τῆς πολλῆς ῥᾳθυμίας! Οἷα γὰρ ἀπ᾽ αὐτῆς ζημιούμεθα; καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων χειρῶν προϊέμεθα; Καὶ τὴν ὑπόθεσιν τῆς σωτηρίας ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀποπεμπόμεθα, οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελὲς, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολὴν, ἀλλὰ πάντα τοῖς κιβωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτῶν χερσὶ προτίθεμεν· τὰ δὲ ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀνεχόμεθα τὰ ἁπλῶς κείμενα δεόντως οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΒʹ. Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. αʹ. Ἐμάθομεν ἐκ τῶν χθὲς ἀνεγνωσμένων, ἀγαπητοὶ, τὴν ὑπερβολὴν τῆς τοῦ δικαίου φιλοξενίας· φέρε δὴ καὶ σήμερον τὰ ἑξῆς ἐπελθόντες, πάλιν καταμάθωμεν τοῦ πατριάρχου τὸ φιλόστοργον καὶ συμπαθές. Ἑκάστην γὰρ τῶν ἀρετῶν μεθ᾽ ὑπερβολῆς ὁ δίκαιος οὗτος ἐκέκτητο.

Οὐδὲ γὰρ μόνον φιλόστοργος, οὐδὲ φιλόξενος ἦν καὶ συμπαθὴς, ἀλλὰ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας μετὰ δαψιλείας ἐπεδείκνυτο. Ἄν τε γὰρ ὑπομονὴν δέῃ ἐπιδείξασθαι, εὑρήσεις αὐτὸν εἰς αὐτὴν τὴν ἄκραν κορυφὴν ἀναβεβηκότα· ἄν τε ταπεινοφροσύνην, ὄψει πάλιν καὶ ἐνταῦθα οὐδενὶ παραχωροῦντα, ἀλλὰ πάντας ὑπερακοντίζοντα· κἂν πίστιν ἐπιδείξασθαι δέῃ, καὶ ἐν τούτῳ πάλιν μᾶλλον εὑρεθήσεται τῶν ἄλλων ἁπάντων εὐδοκιμῶν.

Καθάπερ γὰρ εἰκών τις ἔμψυχός ἐστιν ἡ τούτου ψυχὴ, τὰ διάφορα τῆς ἀρετῆς χρώματα ἐν ἑαυτῇ δεικνύουσα. Ποία οὖν ἡμῖν ὑπολείπεται λοιπὸν ἀπολογία, ὅταν ἑνὸς ἀνθρώπου πάσας τὰς ἀρετὰς ἐν ἑαυτῷ περιφέροντος, ἡμεῖς οὕτως ἔρημοι τυγχάνωμεν, ὡς μηδεμίαν ἀρετὴν βούλεσθαι κατορθοῦν; Ὅτι γὰρ οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, σαφὴς ἀπόδειξις τὸ πολλοὺς τῶν ὁμογενῶν ἡμῖν εὑρεῖν διαλάμποντας ἐν ἀρετῇ. Καὶ αὐτὸ δὲ τοῦτο, τὸ τὸν πατριάρχην καὶ πρὸ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γεγονότα, οἴκοθεν καὶ ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης γνώσεως εἰς τοσοῦτον μέτρον ἀρετῆς ἐλθεῖν, πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται. Ἀλλ᾽ ἴσως ἐροῦσί τινες, ὅτι πολλῆς ἀπέλαυσε τῆς παρὰ τοῦ Θεοῦ κηδεμονίας ὁ ἀνὴρ, καὶ πολλὴν ἐπεδείξατο τὴν περὶ αὐτὸν πρόνοιαν ὁ τῶν ὅλων Θεός. Ναὶ, ὁμολογῶ· ἀλλ᾽ εἰ μὴ πρότερος τὰ παρ᾽ ἑαυτοῦ καὶ αὐτὸς ἐπεδείξατο, οὐκ ἂν τῶν παρὰ τοῦ Δεσπότου ἀπήλαυσε. Μὴ τοίνυν τοῦτο μόνον ὅρα, ἀλλὰ καθ᾽ ἕκαστον ἐξετάζων καταμάνθανε, πῶς πρότερον τῆς οἰκείας ἀρετῆς ἐν πᾶσι τὴν βάσανον παρεσχηκὼς, οὕτως ἠξιοῦτο τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας.

Καὶ ταῦτα πολλάκις ὑμῖν ἐδείξαμεν, ἡνίκα τὰ κατὰ τὴν μετάστασιν αὐτοῦ τὴν ἐκ γῆς τῆς πατρῴας ἐποιεῖτο ὅπως οὐδὲ ἀπὸ προγόνων σπέρματα εὐσεβείας δεξάμενος, οἴκοθεν καὶ παρ᾽ ἑαυτοῦ πολὺ τὸ φιλόθεον ἐπεδείκνυτο, καὶ ἄνθρωπος ἄρτι τῆς Χαλδαίας μεταναστὰς, ἀθρόον κελευόμενος τὴν ἀλλοτρίαν τῆς οἰκείας ἀνταλλάξασθαι, οὐκ ἐνεδοίασεν, οὐκ ἀνεβάλλετο, ἀλλ᾽ εὐθέως ἐπλήρου τὸ ἐπιταχθὲν, καὶ ταῦτα οὐκ εἰδὼς ὅπου στήσεται αὐτῷ τὰ τῆς πλάνης, καὶ ἔσπευδε καὶ ἠπείγετο, ὡς ἐπὶ ὡμολογημένοις, τοῖς ἀδήλοις, τὸ τοῦ Θεοῦ πρόσταγμα πάντων προτιμότερον ἡγούμενος. Εἶδες πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ παρ᾽ ἑαυτοῦ εἰσέφερε, καὶ διὰ τοῦτο καὶ τὰ παρὰ τοῦ Θεοῦ καθ᾽ ἑκάστην ἐκαρποῦτο μετὰ πολλῆς τῆς δαψιλείας; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἀγαπητοὶ, εἰ βουλοίμεθα τῆς ἄνωθεν ἀπολαύειν εὐνοίας, ζηλώσωμεν τὸν πατριάρχην, καὶ μὴ ἀναδυώμεθα πρὸς τὴν ἀρετὴν, ἀλλ᾽ ἑκάστην ἀπολαβόντες, οὕτω ταύτην μετὰ σπουδῆς μετερχώμεθα, ὡς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν ἐπισπάσασθαι πρὸς τὴν τῆς ἀμοιβῆς ἀντίδοσιν.

Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν ἐπιστάμενος, ἐπειδὰν ἴδῃ ὑγιῆ γνώμην ἐπιδεικνυμένους, καὶ πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδύεσθαι ἐσπουδακότας, παραχρῆμα καὶ τὴν παρ᾽ ἑαυτοῦ παρέχει ῥοπὴν, ὁμοῦ καὶ τοὺς πόνους ἡμῖν ἐπικουφίζων, καὶ τὸ ἀσθενὲς τῆς ἡμετέρας φύσεως ἐπιῤῥωννὺς, καὶ δαψιλεῖς τὰς ἀμοιβὰς χορηγῶν. Καὶ ἐπὶ μὲν τῶν Ὀλυμπιακῶν ἀγώνων οὐκ ἄν ποτε εὕροις τι τοιοῦτον γινόμενον· ἀλλ᾽ ἕστηκεν ὁ παιδοτρίβης, θεατὴς μόνον γινόμενος τῶν ἀγωνιζομένων, καὶ οὐδὲν ἕτερον συνεισενεγκεῖν δυνάμενος, ἀλλ᾽ ἀναμένων τὴν νίκην γενέσθαι· ὁ δὲ Δεσπότης ὁ ἡμέτερος οὐχ οὕτως, ἀλλὰ καὶ συναγωνίζεται, καὶ χεῖρα ὀρέγει, καὶ συνεφάπτεται, καὶ μονονουχὶ πανταχόθεν τὸν ἀντίπαλον ὑποτεταγμένον ἡμῖν παραδίδωσι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε δυνηθῆναι ἡμᾶς καταγωνίσασθαι, καὶ τὴν νίκην ἄρασθαι, ἵνα τὸν ἀμαράντινον στέφανον ἐπιθῇ τῇ ἡμετέρᾳ κεφαλῇ. Στέφανον γὰρ, φησὶν, χαρίτων δέξῃ σῇ κορυφῇ. Καὶ ἐν μὲν τοῖς Ὀλυμπιακοῖς τούτοις ἀγῶσιν ὁ στέφανος μετὰ τὴν νίκην οὐδὲν ἕτερόν ἐστιν, ἢ φύλλα δάφνης, καὶ κρότος, καὶ βοὴ παρὰ τοῦ δήμου γινομένη, ἅπερ ἅπαντα, τῆς ἑσπέρας καταλαβούσης, κατεμαράνθη καὶ ἀπώλετο· ὁ δὲ ὑπὲρ τῆς ἀρετῆς καὶ τῶν ταύτης ἱδρώτων στέφανος οὐδὲν αἰσθητὸν ἔχει, οὐδὲ ἐν τῷ αἰῶνι τούτῳ συγκαταλυόμενον, ἀλλὰ διηνεκὴς, ἀθάνατος, ἅπασι τοῖς αἰῶσι συμπαρεκτεινόμενος.

Καὶ ὁ μὲν πόνος πρὸς χρόνον βραχὺν, ἡ δὲ ὑπὲρ τῶν πόνων ἀμοιβὴ τέλος οὐκ οἶδεν, οὐδὲ εἴκει τῷ χρόνῳ, οὐδὲ μαραίνεται.

Καὶ ἵνα μάθητε, ἰδοὺ πόσα ἔτη διελήλυθε, καὶ πόσαι γενεαὶ, ἐξ οὗ πατριάρχης οὗτος γέγονε· καὶ ὡς χθὲς καὶ σήμερον, οὕτω διαλάμπουσιν αὐτοῦ οἱ ὑπὲρ τῆς ἀρετῆς στέφανοι, καὶ μέχρι τῆς συντελείας αὐτῆς πᾶσι τοῖς εὖ φρονοῦσι διδασκαλίας ὑπόθεσις γίνεται.

βʹ. Ἐπεὶ οὖν τοιαύτη τοῦ δικαίου τούτου ἡ ἀρετὴ, εἰς ζῆλον τούτου διεγερθῶμεν, καὶ ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνόντες εὐγένειαν, τὸν πατριάρχην μιμησώμεθα, καὶ ἔννοιάν τινα λάβωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλὴν ἐπιμέλειαν ποιώμεθα, ὥστε μὴ τὸ σῶμα μόνον ὑγιαίνειν, ἀλλὰ καὶ τῆς ψυχῆς τὰ διάφορα νοσήματα ἰατρεύειν.

Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, τῶν τοῦ σώματος παθῶν εὐκολώτερον τὰ τῆς ψυχῆς ἰασόμεθα νοσήματα. Οἷον γὰρ ἂν ἐνοχλῇ ἡμῖν πάθος, ἐὰν ἐθέλωμεν εὐσεβεῖ λογισμῷ ἐν νῷ ἀναλαβεῖν τὸ κριτήριον τῆς φοβερᾶς ἐκείνης ἡμέρας, καὶ μὴ πρὸς τὸ παρὸν ἡδὺ ἀπιδεῖν, ἀλλὰ τὴν μετὰ ταῦτα ὀδύνην ἐγγινομένην ἡμῖν, παραχρῆμα ἀποπτήσεται καὶ ἀποπηδήσει τῆς ἡμετέρας ψυχῆς. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀλλ᾽ εἰδότες ὅτι ἀγών ἐστι καὶ παλαίσματα, καὶ δεῖ παρατετάχθαι πρὸς τὴν μάχην, καθ᾽ ἑκάστην ἡμέραν ἡμῶν τὸν λογισμὸν ἀκμάζοντα καὶ νεαρὸν ἔχωμεν, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, τοῦ πονηροῦ τούτου θηρίου, τοῦ ἐπιβούλου λέγω τῆς σωτηρίας τῆς ἡμετέρας, τὴν κεφαλὴν συντρῖψαι δυνηθῶμεν. Αὐτὸς γὰρ ἡμῖν ὁ Δεσπότης ἐπήγγελται λέγων· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Νήφωμεν τοίνυν, παρακαλῶ, ἵνα κατ᾽ ἴχνος τοῦ πατριάρχου τούτου τὴν ἀρετὴν μετιόντες, τῶν αὐτῶν ἐκείνῳ στεφάνων ἀξιωθῆναι δυνηθῶμεν, καὶ εἰς τοὺς τούτου καταντῆσαι κόλπους, καὶ διαφυγεῖν τὴν ἐν τῇ γεέννῃ κόλασιν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι. Ἀλλ᾽ ἵνα πλείονα ζῆλον ἐν ὑμῖν ἐργαζώμεθα, καὶ πρὸς τὴν τοῦ δικαίου τούτου μίμησιν ὑμᾶς διεγείρωμεν, φέρε πάλιν ἐκ τῆς κατ᾽ αὐτὸν ἱστορίας διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐπελθόντες τῶν ἑξῆς τὴν ἀκολουθίαν.

Μετὰ γὰρ τὴν δαψιλῆ φιλοξενίαν ἐκείνην, οὐ τῇ ποιότητι ἢ ποσότητι τῶν ἐδεσμάτων κρινομένην, ἀλλὰ τῇ προθυμίᾳ, τὸ δαψιλὲς τῆς γνώμης δεξάμενος παραχρῆμα τῆς φιλοξενίας τὰς ἀμοιβὰς ἐχαρίσατο. Καὶ μαθὼν τίς τε εἴη ὁ παραγεγονὼς, καὶ πόση ἡ τούτου δύναμις, μέλλουσιν ἐκεῖθεν ἐπὶ τὴν Σοδόμων καταστροφὴν ὁρμᾷν ἠκολούθησεν ὁ πατριάρχης συμπροπέμπων, φησίν. Ὅρα Δεσπότου φιλανθρωπίαν, ὅσῃ συγκαταβάσει κέχρηται, ὁμοῦ καὶ τὴν εἰς τὸν δίκαιον τιμὴν δεικνὺς, καὶ ἐκκαλύψαι βουλόμενος τὴν ἀρετὴν τὴν ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ. Ἐξαναστάντες δὲ, φησὶν, οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας Τοὺς ἀγγέλους φησίν. Ἐνταῦθα μὲν γὰρ ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ καὶ οἱ ἄγγελοι, καὶ ὁ τούτων Δεσπότης κατὰ ταὐτὸν ὤφθησαν· λοιπὸν δὲ οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλλοντο ἐπὶ τὴν καταστροφὴν τῶν πόλεων ἐκείνων, ὁ δὲ ἔμενε, καθάπερ φίλος φίλῳ, μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ, ἅπερ ἔμελλε ποιεῖν. Ἀπελθόντων τοίνυν ἐκείνων, Εἶπε, φησὶν, ὁ Κύριος· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ. Μεγίστη τοῦ Θεοῦ ἡ συγκατάβασις, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ εἰς τὸν δίκαιον τιμή. Ὅρα γὰρ πῶς πρὸς αὐτὸν διαλέγεται, ὡσανεὶ ἄνθρωπος ἀνθρώπῳ διαλεξόμενος, δεικνὺς ἡμῖν ὅσης οἱ ἐνάρετοι ἀξιοῦνται τῆς παρὰ τοῦ Θεοῦ τιμῆς.

Καὶ ἵνα μὴ νομίσῃς τῆς τοῦ Θεοῦ μόνον εἶναι ἀγαθότητος τὴν τοσαύτην εἰς τὸν δίκαιον τιμὴν, ὅρα πῶς ἡ θεία Γραφὴ διδάσκει ἡμᾶς, ὅτι αὐτὸς ἑαυτῷ ταύτης τῆς τιμῆς αἴτιος κατέστη, μετὰ πολλῆς τῆς ὑπακοῆς τοῖς παρὰ τοῦ Θεοῦ πειθόμενος ἐπιτάγμασιν. Εἰπὼν γάρ· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ, οὐκ εὐθέως λέγει τὸ μέλλον ἔσεσθαι· ἀκόλουθον γὰρ ἦν ἐπαγαγεῖν καὶ εἰπεῖν, ὅτι μέλλει τὰ Σόδομα ἐμπιπρᾷν.

Ἀλλ᾽ ἄξιον μηδὲ ἐκεῖνο παραδραμεῖν· οὐδὲ γὰρ συλλαβὴν οὐδὲ κεραίαν παρατρέχειν χρὴ τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων. Πόσης γὰρ οἴει τιμῆς εἶναι καὶ τοῦτο αὐτὸ τὸ λέγειν, Ἀβραὰμ τοῦ παιδός μου; πόσου φίλτρου; πόσης διαθέσεως; Τοῦτο γὰρ μάλιστα δείκνυσι τὸ ἐξαίρετον, καὶ τὴν εἰς τὸν δίκαιον τιμήν. Εἶτα, ὅπερ ἔλεγον, εἰπὼν, Οὐ μὴ κρύψω, οὐκ εὐθέως ἐπάγει καὶ λέγει τὸ γινόμενον, ἀλλὰ τί; Ἵνα μάθωμεν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοσαύτην περὶ αὐτὸν δείκνυται τὴν κηδεμονίαν, φησίν· Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾽ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα, ἃ ἐλάλησε πρὸς αὐτόν. Βαβαὶ, πόσον τῆς τοῦ Δεσπότου φιλανθρωπίας τὸ μέγεθος.

Ἐπειδὴ μέλλει μετὰ ταῦτα ἐπάγειν τὰ κατὰ τὴν καταστροφὴν Σοδόμων, προλαβὼν νῦν παραθαῤῥύνει τὸν πατριάρχην, ὁμοῦ καὶ τὴν μεγίστην εὐλογίαν αὐτῷ ἐπαγγελλόμενος, καὶ ὅτι εἰς πλῆθος ἔσται μέγα, καὶ διδάσκων αὐτὸν ὅτι ἀμοιβὴν ταύτην λαμβάνει τῆς φιλοθέου αὐτοῦ γνώμης. Ἐννόησον γὰρ ὅση ἐστὶν ἡ τοῦ πατριάρχου ἀρετὴ, ὅταν ὁ Θεὸς λέγῃ· ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου. Πολλὴ τῆς ἀρετῆς ἡ ἐπίτασις· οὐ γὰρ μόνον ὑπὲρ ὧν αὐτὸς μέτεισι τὴν ἀρετὴν, τὰς ἀμοιβὰς δέχεται, ἀλλὰ καὶ ὑπὲρ ὧν διετάξατο τοῖς ἐξ αὐτοῦ τεχθεῖσι, δαψιλοῦς ἀξιοῦται τῆς ἀντιδόσεως· εἰκότως· αὐτὸς γὰρ λοιπὸν ἅπασι διδάσκαλος γέγονεν. Ὁ γὰρ τὴν ἀρχὴν καὶ τὰ προοίμια παρασχὼν, οὗτος καὶ τῶν μετὰ ταῦτα γινομένων αἴτιος ἂν εἴη.

γʹ. Καὶ ὅρα τοῦ Δεσπότου τὴν ἀγαθότητα. Οὐ μόνον ὑπὲρ τῆς ἐν τῷ παρελθόντι ἀρετῆς ἀμείβεται τὸν δίκαιον, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης. ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ. Ἐπειδὴ, φησὶ, προγινώσκω τοῦ δικαίου τὴν γνώμην, διὰ τοῦτο προλαμβάνω ταῖς ἀμοιβαῖς. Οἶδε γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν, καὶ ὅταν θεάσηται τὰ δέοντα βουλευομένους καὶ ὑγιῆ τὴν γνώμην ἐπιδεικνυμένους, καὶ χεῖρα ὀρέγει, καὶ πρὸ τῶν πόνων ἀμείβεται, προθυμοτέρους ταύτῃ κατασκευάζων· καὶ τοῦτο ἂν εὕροις ἐπὶ τῶν δικαίων ἁπάντων γινόμενον. Εἰδὼς γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, ὥστε μὴ ἀπαγορεῦσαι πρὸς τὰ δυσχερῆ, μεταξὺ τῶν πόνων πολλάκις τὴν παρ᾽ ἑαυτοῦ ἀντίληψιν καὶ τὰς ἀμοιβὰς παρέχει, ὥστε καὶ τὸν πόνον ἐπικουφίσαι, καὶ τὴν ὁρμὴν ἐπιτεῖναι. ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου. Οὐ μόνον περὶ αὐτοῦ προλέγει, ὅτι Συντάξει, ἀλλὰ καὶ περὶ τῶν υἱῶν αὐτοῦ, ὅτι Φυλάξουσι τὰς ὁδοὺς Κυρίου, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ αἰνιττόμενος. Τὰς ὁδοὺς Κυρίου, τοῦτ᾽ ἔστι τὰ προστάγματα, τὰς ἐντολάς. Ποιεῖν γὰρ, φησὶ, δικαιοσύνην καὶ κρίσιν· μηδὲν τοῦ δικαίου προτιμᾷν, ἐκτὸς γίνεσθαι πάσης ἀδικίας. Τοῦτο γὰρ ἡ μεγίστη ἀρετή· διά τοι τοῦτο πάντα εἰς ἔργον ἐκβήσεται, ὅσα ἐλάλησε Κύριος πρὸς αὐτόν.

Οἶμαι δὲ καὶ ἕτερόν τι αἰνίττεσθαι αὐτὸν διὰ τοῦ λέγειν, Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, ἀντὶ τοῦ, Σὺ μὲν ὁ τὴν ἀρετὴν ἑλόμενος, καὶ τοῖς ἐμοῖς προστάγμασι πειθόμενος, καὶ τὴν ὑπακοὴν ἐπιδεικνύμενος, εἰς ἔθνος μέγα καὶ πολὺ γενήσῃ· οἱ δὲ παράνομοι οὗτοι οἱ κατὰ τὴν τῶν Σοδόμων χώραν οἰκοῦντες, ἀφανισθήσονται ἅπαντες. Ὥσπερ γὰρ ἡ ἀρετὴ σωτηρίας ὑπόθεσις γίνεται τοῖς ταύτην μετιοῦσιν, οὕτως ἡ πονηρία ἀφανισμοῦ αἰτία καθίσταται. Εἶτα ἐπειδὴ καὶ διὰ τῆς εὐλογίας, καὶ διὰ τῶν ἐπαίνων εἰς πλείονα παῤῥησίαν ἤγαγε τὸν δίκαιον, ἄρχεται τῆς ὑποθέσεως, καί φησι· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Φοβερὰ τὰ εἰρημένα. Κραυγὴ Σοδόμων, φησὶ, καὶ Γομόῤῥας. Καίτοι καὶ ἕτεραι πόλεις μετ᾽ αὐτῶν ἠφανίσθησαν, ἀλλ᾽ ἐπειδὴ αὗται ἦσαν αἱ περιφανέστεραι, τούτων ἐμνημόνευσεν. Πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

Ὅρα τῶν κακῶν τὴν ἐπίτασιν. Οὐ μόνον πολὺ τὸ πλῆθος τῆς κραυγῆς, ἀλλὰ καὶ τῆς ἀδικίας. Τὸ γὰρ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, οἶμαι σημαίνειν, ὅτι μετὰ τῆς παρανομίας ἐκείνης τῆς ἀφάτου καὶ πάσης συγγνώμης ἀπεστερημένης, καὶ ἑτέρας ἀδικίας πολλὰς ἐπεδείκνυντο, οἱ δυνατώτεροι κατεξανιστάμενοι τῶν ἀσθενεστέρων, οἱ πλούσιοι τῶν πενήτων. Οὐ μόνον τοίνυν, φησι, πολὺ τῆς κραυγῆς τὸ πένθος, ἀλλὰ καὶ αἱ ἁμαρτίαι αὐτῶν οὐχ αἱ τυχοῦσαί εἰσιν, ἀλλὰ καὶ μεγάλαι, καὶ σφόδρα μεγάλαι. Ξένον γὰρ τρόπον παρανομίας ἐπενόησαν, καὶ ἀλλοκότους καὶ ἀθέσμους τῶν μίξεων νόμους ἐφεῦρον, καὶ τοσαύτη τῆς κακίας ἡ φορὰ, ὡς ἅπαντας τῆς λύμης ἀναπλησθῆναι πάσης, καὶ μηδεμίαν λοιπὸν διόρθωσιν αὐτοὺς ἐπιδέχεσθαι, ἀλλ᾽ ἀφανισμοῦ δεῖσθαι παντελοῦς· οὐδὲ γὰρ ἰατρείαν λοιπὸν ἐπιδέχεται τὰ τούτων πάθη ἀνίατα γεγονότα. Εἶτα παιδεύων ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν, κἂν μεγάλα ᾖ σφόδρα τὰ ἁμαρτήματα καὶ ὡμολογημένα, μὴ πρότερον τὰς ψήφους ἐκφέρειν, πρὶν ἂν ἐναργεῖς ἀποδείξεις γένωνται, φησί· Καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται τὴν ἐρχομένην πρός με· εἰ δὲ μὴ, ἵνα γνῶ.

Τί βούλεται τῆς λέξεως ἡ συγκατάβασις; Καταβὰς, φησὶν, ὄψομαι. Τόπον γὰρ ἐκ τόπου μεταβαίνει ὁ τῶν ὅλων Θεός; Οὐχὶ, μὴ γένοιτο. Οὐ τοῦτο λέγει, ἀλλ᾽ ὅπερ πολλάκις ἔφην, τῇ παχύτητι τῆς λέξεως ἡμᾶς παιδεῦσαι βούλεται, ὅτι δεῖ πολλῇ τῇ ἀκριβείᾳ κεχρῆσθαι, καὶ μήτε ἀπὸ ἀκοῆς καταδικάζειν τοὺς ἡμαρτηκότας, μήτε ἄνευ ἀποδείξεως τὰς ψήφους ἐκφέρειν. Ἀκούωμεν ταῦτα ἅπαντες. Οὐ γὰρ μόνον οἱ τὸν δικαστικὸν θρόνον ἐπέχοντες, τοῦτον παραφυλάττεσθαι ὀφείλουσι τὸν νόμον, ἀλλὰ καὶ ἡμῶν ἕκαστος μηδέποτε ἀπὸ ψιλῆς διαβολῆς κατακρίνειν τὸν πλησίον. Διὰ γὰρ τοῦτο καὶ μετὰ ταῦτα ὁ μακάριος οὗτος Μωϋσῆς ἐνηχούμενος ὑπὸ τοῦ Πνεύματος παρῄνει, λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ.

Καὶ ὁ μακάριος δὲ Παῦλος γράφων ἐβόα· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Καὶ ὁ Χριστὸς διατασσόμενος τοῖς μαθηταῖς, καὶ διδάσκων τῶν Ἰουδαίων τὸ πλῆθος, τοὺς γραμματέας αὐτῶν καὶ Φαρισαίους, ἔλεγε· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Τί γὰρ, φησὶ, πρὸ καιροῦ ἁρπάζεις τὸ τοῦ δικαστοῦ ἀξίωμα; τί προλαμβάνεις τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Βούλει κριτὴς εἶναι; Σαυτοῦ γίνου, καὶ τῶν σοι πεπλημμελημένων. Οὐδεὶς ὁ κωλύων. Οὕτω γὰρ καὶ τὰ ἡμαρτημένα σοι διορθώσῃ, καὶ οὐδεμίαν ἐκ τοῦ πράγματος ὑποστήσῃ βλάβην. Ἐὰν δὲ τὰ κατὰ σαυτὸν καταλιπὼν ἑτέρους καθέζῃ κρίνων, μείζονα σαυτῷ τὰ φορτία τῶν ἁμαρτημάτων συλλέγων οὐκ αἰσθάνῃ. Δι᾽ ὃ, παρακαλῶ, φεύγωμεν πάντη τὸ καταδικάζειν τοὺς πλησίον. Εἰ γὰρ καὶ τῆς ἐξουσίας τῆς δικαστικῆς οὐ μετέχεις, ἀλλὰ τῇ γνώμῃ κατέκρινας. καὶ ὑπεύθυνον τῷ ἁμαρτήματι πεποίηκας, οὐδεμίαν ἀπόδειξιν δεξάμενος, ἀλλὰ πολλάκις ἐξ ὑποψίας καὶ διαβολῆς ψιλῆς. Διὰ γὰρ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἐβόα λέγων· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.

δʹ. Εἶδες ἀρετῆς ὑπερβολήν; Οὐ μόνον οὐ παρεδέχετο αὐτὸς τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνε τὸν τοῦ ἀδελφοῦ καταλαλεῖν βουλόμενον. Ἐὰν τοίνυν βουλώμεθα καὶ ἡμεῖς ἐλαττοῦν τὰ ἑαυτοῖς ἐπταισμένα, τοῦτο μάλιστα πάντων φυλαττώμεθα, μήτε καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε τοὺς καταλαλεῖν ἐπιχειροῦντας προσίεσθαι, μᾶλλον δὲ κατὰ τὸν προφήτην ἀπελαύνειν, καὶ πάντη ἀποστρέφεσθαι. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Μωϋσῆν δηλοῦν διὰ τοῦ λέγειν, Ἀκοὴν ματαίαν μὴ παραδέξῃ. Διά τοι τοῦτο καὶ νῦν ὁ τῶν ὅλων Δεσπότης τοσαύτῃ παχύτητι λέξεως ἐχρήσατο πρὸς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν, καί φησι· Καταβὰς ὄψομαι. Τί γάρ; Οὐκ ἠπίστατο; οὐκ ᾔδει τὸ μέγεθος τῶν ἁμαρτημάτων; οὐκ ἐγίνωσκε τὸ ἀδιόρθωτον τῶν ἐπταισμένων; Ἀλλ᾽ ὥσπερ ἀπολογίαν τινὰ συντιθεὶς τοῖς μετὰ ταῦτα ἀναισχύντως ἐγκαλεῖν βουλομένοις, καὶ δεικνὺς αὐτῶν τὸ ἀκάθεκτον, καὶ τὴν πολλὴν σπάνιν τῆς ἀρετῆς, τοσαύτῃ κέχρηται τῇ μακροθυμίᾳ. Τάχα δὲ οὐ διὰ τοῦτο μόνον, ἀλλ᾽ ὥστε καὶ τῷ δικαίῳ ἀφορμὴν παρασχεῖν δεῖξαι τῆς γνώμης αὐτοῦ τὸ συμπαθὲς καὶ τὸ φιλόστοργον. Οἱ μὲν οὖν ἄγγελοι, καθάπερ ἔφθην εἰπὼν, ἀπῆλθον εἰς τὰ Σόδομα· ὁ δὲ πατριάρχης εἱστήκει ἐναντίον Κυρίου. Καὶ ἐγγίσας, φησὶν, Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;

Ὢ τῆς τοῦ δικαίου παῤῥησίας, μᾶλλον δὲ, ὢ ψυχῆς συμπάθεια· ὅπως τῇ τῆς συμπαθείας μέθῃ καρωθεὶς οὐδὲ ὃ λέγει συνίησι. Καὶ δεικνύουσα ἡ θεία Γραφὴ, ὅτι μετὰ φόβου πολλοῦ καὶ τρόμου τὴν ἱκεσίαν ποιεῖται, φησίν· Ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; Τί ποιεῖς, ὦ μακάριε πατριάρχα; Τῆς παρὰ σοῦ δεῖται παρακλήσεως ὁ Δεσπότης, ὥστε μὴ τοῦτο ποιῆσαι; Ἀλλὰ μὴ τοῦτο νοήσωμεν· οὐδὲ γὰρ ὡς τοῦ Δεσπότου τοῦτο ποιεῖν μέλλοντος λέγει, ἀλλ᾽ ἐπειδὴ ἐξ εὐθείας διὰ τὸν ἀδελφιδοῦν εἰπεῖν οὐκ ἐθάῤῥει, κοινὴν ὑπὲρ ἁπάντων ποιεῖται τὴν ἱκεσίαν, βουλόμενος μετὰ τῶν ἄλλων καὶ τοῦτον διασῶσαι, καὶ μετὰ τούτου καὶ τοὺς ἄλλους ἐξαρπάσαι· καὶ ἄρχεται τῆς παρακλήσεως, καί φησιν· Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτούς;

Οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς· οὐ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. Μηδαμῶς. Ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Ὅρα πῶς καὶ ἐν τῇ ἱκεσίᾳ δείκνυσιν αὐτοῦ τῆς γνώμης τὸ φιλόθεον, καὶ κριτὴν πάσης τῆς γῆς ὁμολογεῖ, καὶ ἀξιοῖ μὴ συναπολέσαι δίκαιον μετὰ ἀσεβοῦς.

Εἶτα ὁ ἥμερος καὶ φιλάνθρωπος Θεὸς ἐπινεύει τῇ αἰτήσει, καί φησι· Ποιῶ ὅπερ εἴρηκας, καὶ δέχομαί σου τὴν παράκλησιν. Ἐὰν εὑρεθῶσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, δι᾽ ἐκείνους ἀφήσω πάντα τὸν τόπον. Χαρίζομαι, φησὶ, τοῖς πεντήκοντα δικαίοις, ἐὰν εὑρεθῶσι, τῶν λοιπῶν τὴν σωτηρίαν, καὶ τὴν αἴτησιν τὴν σὴν εἰς ἔργον ἀγάγω. Ἀλλ᾽ ἴδωμεν τὸν δίκαιον τοῦτον, ὅπως παῤῥησίας ἐπιλαβόμενος, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν εἰδὼς, πάλιν δευτέραν αἴτησιν προσάγει, καί φησι· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Μὴ νομίσῃς, φησὶ, Δέσποτα, ἀγνοεῖν με ἐμαυτὸν, καὶ ὑπερβαίνειν με τὸ μέτρον, καὶ τοσαύτῃ κεχρῆσθαι τῇ παῤῥησίᾳ. Οἶδα γὰρ ὅτι γῆ εἰμι καὶ σποδός· ἀλλ᾽ ὥσπερ τοῦτο οἶδα, καὶ σαφῶς ἐπίσταμαι, οὕτως οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι πολὺ τὸ μέγεθος τῆς σῆς φιλανθρωπίας, καὶ ὅτι πλούσιος εἶ ἐν ἀγαθότητι, καὶ βούλει πάντας ἀνθρώπους σωθῆναι. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν, πῶς ἄν ποτε γενομένους ἀπολέσῃς, εἰ μὴ πολλὴ τῶν ἁμαρτημάτων ἦν ἡ φορά; Δι᾽ ὃ δέομαι πάλιν καὶ ἀξιῶ, Ἐὰν ἐλάττους τῶν πεντήκοντα εὑρεθῶσι, καὶ τεσσαράκοντα πέντε ὦσιν ἐν τῇ πόλει δίκαιοι, οὐ σώσεις τὴν πόλιν; Καὶ εἶπεν· Ἐὰν εὑρεθῶσι τεσσαράκοντα πέντε, οὐ μὴ ἀπολέσω.

Τίς ἂν κατ᾽ ἀξίαν τὸν τῶν ὅλων Θεὸν ὑμνήσειε τῆς τοσαύτης μακροθυμίας καὶ συγκαταβάσεως, ἢ τὸν δίκαιον μακαρίσειε τοσαύτης ἀπολαύσαντα παῤῥησίας; Καὶ προσέθηκε, φησὶν, ἔτι λαλῆσαι, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. Εἶτα λοιπὸν ὥσπερ αἰδεσθεὶς τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν ὁ δίκαιος, καὶ δεδιὼς μήποτε καὶ δόξῃ ὑπερβαίνειν, καὶ πέρα τοῦ μέτρου τὴν ἱκεσίαν ποιεῖσθαι, φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Ἐπειδὴ εἶδεν ἕτοιμον πρὸς φιλανθρωπίαν, οὐκ ἔτι κατὰ μικρὸν καθυφίησιν, οὐδὲ πέντε δικαίους παραλιπὼν, ἀλλὰ δέκα, οὕτω προσάγει τὴν παράκλησιν, καί φησιν· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα. Σκόπει πόση τοῦ δικαίου ἡ εὐτονία· καθάπερ αὐτὸς μέλλων ὑπεύθυνος τῇ ψήφῳ γίνεσθαι, οὕτω πολλὴν τίθεται τὴν σπουδὴν ἐξαρπάσαι τῆς μελλούσης ἐπάγεσθαι τιμωρίας τὸ τῶν Σοδομιτῶν ἔθνος. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον, Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. Πάντα λόγον ὑπερβαίνει καὶ πᾶσαν ἔννοιαν ἡ τοῦ Δεσπότου ἀγαθότης. Τίς γὰρ ἡμῶν τῶν ἐν μέσῳ μυρίων κακῶν στρεφομένων εἵλετό ποτε κατὰ τῶν ὁμογενῶν ψῆφον ἐκφέρων τοσαύτῃ χρήσασθαι συγκαταβάσει καὶ φιλανθρωπίᾳ;

εʹ. Ἀλλ᾽ ὅμως ὁ δίκαιος οὗτος ὁρῶν τὸν πλοῦτον τῆς τοῦ Θεοῦ φιλανθρωπίας οὐχ ἵσταται, ἀλλὰ πάλιν φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; Ἐπειδὴ γὰρ ἄφατος ἦν ἡ μακροθυμία, διὰ τοῦτο δεδοικὼς μὴ καὶ εἰς ἀγανάκτησιν τὴν κατ᾽ αὐτοῦ κινήσειε τὸν παρακαλούμενον, φησί· Μή τι, Κύριε; Μὴ προπετές τι ποιῶ; μὴ ἀναίσχυντόν τι ἐπιδείκνυμι; μὴ καταγνώσεως ἄξιον πρᾶγμα διαπράττομαι, ἐὰν λαλήσω ἔτι ἅπαξ; Μετὰ τῆς πολλῆς ἐκείνης ἀγαθότητος ἔτι μίαν ἱκεσίαν δέξαι παρ᾽ ἐμοῦ.

Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. Καὶ ἐπειδὴ προλαβὼν εἶπεν, Ἔτι ἅπαξ λαλήσω; Ἀπῆλθε, φησὶ, Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Εἴδετε τοῦ Δεσπότου τὴν συγκατάβασιν; εἴδετε τοῦ δικαίου τὴν φιλοστοργίαν; ἐμάθετε ὅση ἡ ἰσχὺς τῶν τὴν ἀρετὴν μετιόντων; Ἐὰν γὰρ εὑρεθῶσι, φησὶ, δέκα δίκαιοι, δι᾽ ἐκείνους πᾶσι τὴν συγχώρησιν τῶν ἡμαρτημένων δωροῦμαι. Οὐ καλῶς ἔλεγον, ὅτι ταῦτα πάντα ἐγένετο, ἵνα μηδεμία καταλίπηται τοῖς μετὰ ταῦτα ἀναισχυντοῦσιν ἀντιλογίας ἀφορμή;

Εἰσὶ γὰρ πολλοὶ τῶν μεμηνότων, ἀκόλαστον γλῶτταν ἔχοντες, καὶ αἰτιᾶσθαι βουλόμενοι καὶ λέγοντες· Τίνος ἕνεκεν ἐνεπρήσθη τὰ Σόδομα; Εἰ μακροθυμίας ἀπήλαυσαν, ἴσως ἂν μετενόησαν. Διὰ τοῦτο δείκνυσί σοι τῆς κακίας τὴν ἐπίτασιν, καὶ ὅτι ἐν τοσούτῳ πλήθει τοσαύτη ἦν σπάνις ἀρετῆς, ὡς ἑτέρου κλυδωνίου τοιούτου δεῖσθαι, οἷον πρότερον κατέλαβε τὴν οἰκουμένην. Ἀλλ᾽ ἐπειδὴ ὑπόσχεσίς ἐστι τοῦ Θεοῦ, ὥστε μηκέτι τοιαύτην ἐπενεχθῆναι τιμωρίαν, διὰ τοῦτο ἕτερον τρόπον τιμωρίας ἐπάγει, ὁμοῦ κἀκείνους ὑπὸ τὴν τιμωρίαν ἄγων, καὶ τοῖς ἑξῆς ἅπασι διηνεκῆ τὴν διδασκαλίαν παρεχόμενος.

Ἐπειδὴ γὰρ ἀνέτρεψαν τοὺς τῆς φύσεως νόμους, καὶ ξένας καὶ παρανόμους ἐπενόησαν μίξεις, διὰ τοῦτο ξένον τιμωρίας τὸν τρόπον ἐπήγαγε, διὰ τὴν ἐκείνων παρανομίαν καὶ τῆς γῆς τὴν γαστέρα πηρώσας, καὶ καταλιπὼν ὑπόμνημα διηνεκὲς ταῖς μετὰ ταῦτα γενεαῖς, ὥστε μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι.

Καὶ ἔξεστι τῷ βουλομένῳ εἰς τοὺς τόπους ἀφικνεῖσθαι ἐκείνους, καὶ ὁρᾷν αὐτὴν, ὡς εἰπεῖν, τὴν γῆν βοῶσαν καὶ δεικνύουσαν τῆς τιμωρίας τὰ ἴχνη, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, ὡς χθὲς καὶ πρώην ἐπαχθείσης τῆς τιμωρίας, οὕτω καταφανὴς ἡ ἀγανάκτησις δείκνυται. Δι᾽ ὃ, παρακαλῶ, ἐξ ὧν ἕτεροι τὴν δίκην ἔδοσαν ἡμεῖς σωφρονιζώμεθα. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Τί οὖν; ἐπειδὴ ἐκεῖνοι οὕτως ἐκολάσθησαν, οὐκ εἰσὶ καὶ νῦν πολλοὶ τὰ αὐτὰ ἐκείνοις παρανομοῦντες, καὶ μὴ κολαζόμενοι; Ναί· ἀλλὰ τοῦτο μᾶλλον τιμωρίαν προξενήσει τοῖς τοιαῦτα παρανομοῦσι. Ὅταν γὰρ μήτε ἐκ τῶν εἰς ἐκείνους συμβεβηκότων σωφρονιζώμεθα, μήτε ἀπὸ τῆς μακροθυμίας τοῦ Θεοῦ κερδαίνωμέν τι, ἐννόησον καὶ ὅπως ἐκεῖνο τὸ ἄσβεστον πῦρ σφοδρότερον ἑαυτοῖς ὑπανάπτωμεν, καὶ τὸν σκώληκα πικρὸν ἐργαζώμεθα. Ἄλλως δὲ, ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ Θεοῦ χάριν εἰσὶ καὶ νῦν ἐνάρετοι, δυσωπεῖν δυνάμενοι τὸν Δεσπότην, καθάπερ τότε ὁ πατριάρχης· εἰ καὶ ἡμεῖς ἐκ τοῦ τὰ καθ᾽ ἑαυτοὺς σκοπεῖν, καὶ πρὸς τὴν ῥᾳθυμίαν ἀφορᾷν τὴν ἡμετέραν, νομίζομεν πολλὴν εἶναι τὴν σπάνιν τῆς ἀρετῆς· ὅμως διὰ τὴν ἐκείνων ἀρετὴν τὴν περὶ τούτους μακροθυμίαν ἐπιδείκνυται. Καὶ ἵνα μάθῃς ὅτι ἡ τῶν τοιούτων παῤῥησία τῆς μακροθυμίας ἡμῖν πρόξενος γίνεται, ἄκουσον ἐξ αὐτῆς ταύτης τῆς ἱστορίας, τί φησι πρὸς τὸν πατριάρχην, ὅτι Ἐὰν δέκα δικαίους εὕρω, οὐ μὴ ἀπολέσω τὴν πόλιν.

Καὶ τί λέγω δέκα δικαίους; Οὐδεὶς εὑρέθη ἐκεῖ τῆς παρανομίας ἐκτὸς, εἰ μὴ μόνος Λὼτ ὁ δίκαιος, καὶ αἱ τούτου δύο θυγατέρες. Ἡ γὰρ γυνὴ δι᾽ αὐτὸν ἴσως τὴν ἐν τῇ πόλει τιμωρίαν διαφυγοῦσα, ὕστερον τὴν δίκην ἔδωκε δι᾽ οἰκείαν ῥᾳθυμίαν. Νυνὶ δὲ διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἐπειδὴ ἐπέδωκε τὰ τῆς εὐσεβείας, πολλοὶ καὶ ἐν μέσαις ταῖς πόλεσι λανθάνοντές εἰσι, δυνάμενοι δυσωπεῖν τὸν Θεὸν, καὶ ἐν ὄρεσι καὶ σπηλαίοις ἕτεροι, καὶ ἡ τῶν ὀλίγων τούτων ἀρετὴ τὴν τῶν πολλῶν κακίαν ἀποκρύψαι δύναται· ἐπειδὴ πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης, καὶ πολλάκις οἶδε δι᾽ ὀλίγους δικαίους τῶν πολλῶν χαρίζεσθαι τὴν σωτηρίαν.

Καὶ τί λέγω δι᾽ ὀλίγους δικαίους; Πολλάκις, ὅταν μὴ εὑρεθῇ ἐν τῷ παρόντι βίῳ δίκαιος, διὰ τὴν τῶν τετελευτηκότων ἀρετὴν τῶν ζώντων κήδεται, καὶ βοᾷ λέγων· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Εἰ καὶ αὐτοὶ, φησὶν, ἀνάξιοί εἰσι τοῦ σώζεσθαι, καὶ οὐδεμίαν ἀφορμὴν ἔχουσι σωτηρίας, ἀλλ᾽ ἐπειδὴ τὸ φιλανθρωπεύεσθαι σύνηθες ἐμοὶ, καὶ περὶ τὸ ἐλεεῖν εἰμι ἕτοιμος, καὶ ἐξαρπάζειν τῶν δεινῶν, δι᾽ ἐμαυτὸν ποιήσω καὶ διὰ τὸν παῖδά μου Δαυῒδ ὑπερασπισμόν· καὶ ὁ πρὸ τοσούτων ἐτῶν τοῦ βίου μεταστὰς, οὗτος αἴτιος τῆς σωτηρίας γίνεται τοῖς ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένοις. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς τιμᾷ τοὺς ἐν ἀρετῇ διαλάμποντας· πῶς αὐτοὺς προτίθησι, καὶ ἀνταξίους δείκνυσι παντὸς τοῦ πλήθους; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.

Οὗτος ἅπας, φησὶν, ὁ κόσμος, ὁ κατὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἂν εἴη ἰσοστάσιος τούτων τῶν ἐν θλίψεσι, τῶν ἐν κακουχίαις, τῶν γυμνητευόντων, τῶν περιιόντων, τῶν ἐν σπηλαίοις διαγόντων διὰ τὸν Θεόν. ϛʹ. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, ἄνδρα εὐτελὲς μὲν σχῆμα ἔξωθεν περικείμενον, ἀρετὴν δὲ ἔνδοθεν περιβεβλημένον, μὴ ἐξευτελίσῃς τοῦτον διὰ τὸ φαινόμενον, ἀλλὰ τὸν τῆς ψυχῆς πλοῦτον καταμάνθανε, καὶ τὴν ἔνδον περιφάνειαν, καὶ τότε ὄψει πανταχόθεν τὴν ἀρετὴν λάμπουσαν. Τοιοῦτος ἦν ὁ μακάριος Ἠλίας· μηλωτὴν μόνον εἶχε, καὶ ὁ τὴν πορφυρίδα περιβεβλημένος Ἀχαὰβ τῆς ἐκείνου μηλωτῆς ἐδεῖτο. Εἶδες τοῦ μὲν Ἀχαὰβ τὴν πενίαν, τοῦ δὲ Ἠλία τὸν πλοῦτον; Ὅρα καὶ τῆς δυνάμεως ὅσον τὸ μέσον. Ἡ μηλωτὴ τούτου τὸν οὐρανὸν ἀπέκλεισε· τῶν ὑετῶν ἔστησε τὴν φορὰν, καὶ ἡ γλῶσσα τοῦ προφήτου χαλινὸς ἐγένετο τῷ οὐρανῷ, καὶ ἐπὶ τρία ἔτη καὶ μῆνας ἓξ ὑετὸς οὐκ ἐγένετο· καὶ ὁ τὴν ἁλουργίδα καὶ τὸ διάδημα περικείμενος περιῄει τὸν προφήτην ἐπιζητῶν, καὶ οὐδὲν δυνάμενος κερδᾶναι ἐκ τῆς τοσαύτης δυναστείας.

Ἀλλ᾽ ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ εἶδεν ἀπὸ ζήλου καὶ πολλῆς θερμότητος τὸν προφήτην κινηθέντα, καὶ τὴν μεγάλην ταύτην τιμωρίαν ἐπαγαγόντα κατὰ πάσης τῆς γῆς, ὥστε μὴ καὶ αὐτὸν συναπολαῦσαι τῆς τιμωρίας, καὶ ὁμοίως τῇ ἐκείνων πονηρίᾳ κολάζεσθαι, φησὶ πρὸς αὑτόν· Ἐγερθεὶς πορεύθητι εἰς Σαρεπτὰ τῆς Σιδωνίας. Ἐκεῖ γὰρ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀναστὰς ἐπορεύθη. Ὅρα τοῦ Πνεύματος τὴν χάριν, ἀγαπητέ. Καὶ γὰρ καὶ χθὲς εἰς φιλοξενίαν ἡμῖν ὁ λόγος ἅπας κατέληξε, καὶ σήμερον ἰδοὺ ἡ φιλόξενος αὕτη χήρα εἰς τέλος ἡμῖν ἄγειν τὸν λόγον μέλλει. Καὶ παρεγένετο, φησὶ, πρὸς τὴν χήραν, καὶ εὗρεν αὐτὴν συλλέγουσαν ξύλα, καί φησι πρὸς αὐτήν· Δός μοι μικρὸν ὕδωρ, καὶ πίομαι. Ἡ δὲ ὑπήκουσε.

Καί φησι πρὸς αὐτὴν πάλιν· Ποίησόν μοι ἐγκρυφίας, καὶ φάγομαι. Ἡ δὲ λοιπὸν ἐκκαλύπτει αὑτῆς τὴν ὑπερβάλλουσαν πενίαν, μᾶλλον δὲ τὸν ἄφατον πλοῦτον· ἡ γὰρ τῆς πενίας ἐπίτασις ἐδείκνυ τοῦ πλούτου τὸ μέγεθος. Ἡ δέ φησιν· Οὐκ ἔστι τῇ δούλῃ σου, εἰ μὴ δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία, καὶ ἀποθανούμεθα.

Ἐλεεινὰ τὰ ῥήματα, καὶ αὐτὴν λιθίνην ψυχὴν ἱκανὰ ἐπικάμψαι. Οὐδεμία λοιπὸν, φησὶν, ἔσται ἐλπὶς σωτηρίας. Ἐπὶ θύραις τὰ τοῦ θανάτου. Τοῦτο μόνον ἡμῖν ὑπολέλειπται πρὸς ζωὴν, ὃ μόλις ἀρκέσει ἐμοὶ καὶ τοῖς παιδίοις. Ὅπερ ἦν μοι δυνατὸν, πεποίηκα· τοῦ ὕδατος μετέδωκα. Ἀλλ᾽ ἵνα μάθωμεν καὶ τῆς γυναικὸς τὸ φιλόξενον, καὶ τοῦ δικαίου τὴν πολλὴν παῤῥησίαν, ὅρα τί γίνεται. Ἐπειδὴ ἔμαθεν ὁ προφήτης πάντα μετὰ ἀκριβείας, ἵνα ἐκκαλύψῃ ἡμῖν τὴν ἀρετὴν τῆς γυναικὸς (ὁ γὰρ Θεὸς ὁ εἰπὼν, ὅτι Ἐντέταλμαι γυναικὶ τοῦ διατρέφειν σε, αὐτὸς ἦν ὁ διὰ τοῦ προφήτου ἐνεργῶν), καί φησι πρὸς αὐτήν· Ποίησον ἐμοὶ πρῶτον, καὶ φάγομαι, καὶ τότε τοῖς τέκνοις σου. Ἀκούετε, γυναῖκες, αἱ πλούτῳ περιῤῥεόμεναι, καὶ εἰς μυρία ἀνόνητα καταναλίσκουσαι τὴν οἰκείαν περιουσίαν, καὶ οὐδὲ μετὰ τὴν οἰκείαν ἀπόλαυσιν πολλάκις καταδεχόμεναι ὀβολοὺς δύο προέσθαι τοῖς δεομένοις, ἢ ἀνδρί τινι τῶν ἐναρέτων διὰ τὸν Θεὸν πενομένῳ.

Αὕτη δὲ οὐδὲν ἕτερον κεκτημένη, ἢ τὴν δράκα τοῦ ἀλεύρου, καὶ μέλλουσα κατὰ μικρὸν, ὅσον κατὰ τὸν ἑαυτῆς λογισμὸν, τῶν παίδων τὸν θάνατον ὁρᾷν, ἀκούσασα παρὰ τοῦ προφήτου, ὅτι Ἐμοὶ πρῶτον ποίησον, καὶ τότε σοὶ καὶ τοῖς παιδίοις σου, οὐκ ἐδυσχέρανεν, οὐκ ἠμέλλησεν, ἀλλ᾽ ἐποίει τὸ ἐπιταχθὲν, παιδεύουσα πάντας ἡμᾶς προτιμᾷν τῆς οἰκείας ἀναπαύσεως τοὺς τοῦ Θεοῦ δούλους, καὶ μὴ ἁπλῶς παρατρέχειν τὰ τοιαῦτα κέρδη, ἀλλ᾽ εἰδέναι ὅτι πολλὴ ἡ ὑπὲρ τούτων ἡμῖν ἀντίδοσις ἔσται. Ὅρα γοῦν ταύτην τὴν χήραν, ἀντὶ μιᾶς δρακὸς ἀλεύρου καὶ ὀλίγου ἐλαίου πῶς διηνεκῆ ἅλωνα ἐκτήσατο. Μετὰ γὰρ τὸ τραφῆναι τὸν προφήτην, οὔτε ἡ δρὰξ τοῦ ἀλεύρου ἐπέλειψεν, οὔτε ὁ καμψάκης τοῦ ἐλαίου, πάσης τῆς γῆς λιμῷ διαφθειρομένης.

Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐδὲ μόχθων ἐδεῖτο λοιπὸν, ἀλλ᾽ εἶχεν ἕτοιμον διηνεκῶς τὸ ἄλευρον καὶ τὸ ἔλαιον, καὶ οὔτε γεωργίας ἔχρῃζεν, οὔτε τῆς τῶν βοῶν συνεργίας, οὔτε ἑτέρας τινὸς ἐπιμελείας, ἀλλὰ παρὰ φύσιν ἦν ἰδεῖν ἅπαντα συμβαίνοντα, Καὶ τοῦ βασιλέως τοῦ τὸ διάδημα περικειμένου ἐν ἀμηχανίᾳ ὄντος, καὶ λιμῷ διαφθειρομένου, χήρα ἡ πενιχρὰ, ἡ πάντων ἐστερημένη, ἐπειδὴ τὸν προφήτην ὑπεδέξατο, ἐν εὐπορίᾳ ἐτύγχανε διηνεκεῖ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Εἶδες χθὲς οἵων ὁ πατριάρχης ἠξιώθη, δαψιλῆ τὴν φιλοξενίαν ἐπιδειξάμενος καὶ μετὰ πολλῆς τῆς θερμότητος· ὅρα καὶ ταύτην τὴν Σιδωνίαν ἀθρόον πλοῦτον ἄφατον κτησαμένην. Ἡ γὰρ γλῶσσα τοῦ προφήτου, ἡ τοῦ οὐρανοῦ τὰς ἡνίας ἐπισχοῦσα, αὕτη τοῦ ἀλεύρου τὴν δράκα πηγάσαι ἐποίησε, ταὶ τοῦ ἐλαίου τὸν καμψάκην.

ζʹ. Ταύτην πάντες μιμείσθωσαν καὶ ἄνδρες καὶ γυναῖκες. Ἐγὼ μὲν γὰρ ἐβουλόμην εἰς τὸν τοῦ προφήτου ζῆλον ὑμᾶς ἐναγαγεῖν, καὶ τῆς ἀρετῆς τὴν μίμησιν· ἀλλ᾽ ἐπειδὴ τοῦτο ὑπέρογκον ὑμῖν δοκεῖ εἶναι, καίτοι κἀκεῖνος ἄνθρωπος ἦν, καὶ σάρκα περιέκειτο καθὼς καὶ ἡμεῖς, καὶ τῆς αὐτῆς ἡμῖν μετεῖχε φύσεως· ἀλλ᾽ ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ μετὰ δαψιλείας εἰσήνεγκε, καὶ τὴν ἀρετὴν εἵλετο, ἠξιώθη καὶ τῆς ἄνωθεν χάριτος· ἀλλὰ τέως κἂν τὴν γυναῖκα ταύτην μιμησώμεθα, καὶ τότε κατὰ μικρὸν ἥξομεν καὶ ἐπὶ τὴν τοῦ προφήτου μίμησιν. Μιμησώμεθα τοίνυν τὴν ταύτης φιλοξενίαν, καὶ μηδεὶς λοιπὸν πενίαν προβαλλέσθω. Οἶος γὰρ ἂν ᾖ πένης, οὐκ ἂν εἴη ταύτης πενέστερος, ἣ πρὸς μίαν ἡμέραν μόνον ἐκέκτητο τροφὴν, καὶ οὐδὲ οὕτως ὀκνηροτέρα γέγονε περὶ τὴν τοῦ δικαίου αἴτησιν, ἀλλὰ πολλῇ τῇ προθυμίᾳ χρησαμένη ταχεῖαν τὴν ἀμοιβὴν ἐκομίσατο. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ.

Ἀντὶ μικρῶν ἔθος αὐτῷ μεγάλα δωρεῖσθαι. Τί γὰρ, εἰπέ μοι, τοσοῦτον εἰσήνεγκεν, ὅσον ἐκομίσατο; Ἀλλ᾽ ὁ Δεσπότης ὁ ἡμέτερος οὐ τῇ ποσότητι προσέχειν εἴωθεν, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης, καὶ ἀπὸ ταύτης καὶ τὰ μικρὰ μεγάλα γίνεται, καὶ τὰ μεγάλα πολλάκις ἐξευτελίζεται, ὅταν μὴ ἱλαρᾷ τῇ προθυμίᾳ ἐπιτελῆται τὰ γινόμενα. Διὰ τοῦτο καὶ ἡ χήρα ἐκείνη ἡ ἐν τῷ Εὐαγγελίῳ, πολλῶν πολλὰ βαλόντων ἐν τῷ γαζοφυλακίῳ, δύο λεπτὰ βαλοῦσα πάντας ὑπερηκόντισεν, οὐκ ἐπειδὴ πλείονα τῶν ἄλλων ἔβαλεν, ἀλλ᾽ ὅτι δαψιλῆ τὴν γνώμην ἐπεδείξατο. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐκ τοῦ περισσεύοντος αὐτοῖς τοῦτο ἐποίουν· αὕτη δὲ ἅπαντα ἅπερ ἐκέκτητο ἔβαλεν. Ὅλον γὰρ τὸν βίον αὐτῆς ἔβαλε. Κἂν τὰς γυναῖκας μιμησώμεθα οἱ ἄνδρες, καὶ μὴ ἐλάττους αὐτῶν ὀφθῶμεν, ἀλλὰ σπουδάσωμεν μὴ μόνον πρὸς τὴν οἰκείαν ἀπόλαυσιν πᾶσαν τὴν οὐσίαν καταναλίσκειν, ἀλλὰ καὶ τῶν δεομένων πολλὴν ποιεῖσθαι πρόνοιαν, καὶ μετὰ προθυμίας καὶ φαιδρότητος τοῦτο ποιεῖν. Καὶ γὰρ ὁ γεωργὸς εἰς τὴν γῆν καταβάλλων τὰ σπέρματα, οὐ μετὰ στυγνότητος τοῦτο ἐργάζεται, ἀλλὰ χαίρων καὶ γεγηθὼς, καὶ ἤδη τῇ προσδοκίᾳ τὰ δράγματα βλέπειν νομίζων, οὕτως εἰς τὴν γῆν ἀφίησι τὰ σπέρματα.

Καὶ σὺ τοίνυν, ἀγαπητὲ, μὴ πρὸς τὸν λαμβάνοντα ὅρα μόνον, μηδὲ πρὸς τὴν δαπάνην τὴν γινομένην, ἀλλ᾽ ἐννόει ὅτι οὗτος μέν ἐστιν ὁ ὁρώμενος, ὁ παρὰ σοῦ δεχόμενος, ἕτερος δὲ ὁ τὰ εἰς ἐκεῖνον γινόμενα οἰκειούμενος, καὶ οὐχ ὁ τυχὼν, ἀλλ᾽ ὁ τῶν ὅλων Δεσπότης, ὁ τῶν ἁπάντων Κύριος, ὁ οὐρανοῦ καὶ γῆς ποιητής· καὶ ὅτι ἡ δαπάνη αὕτη πρόσοδος γίνεται, καὶ οὐ μόνον οὐκ ἐλαττοῖ σου τὴν οὐσίαν, ἀλλὰ καὶ πλεονάζει μᾶλλον, ἐὰν σὺ μετὰ πίστεως τοῦτο ἐργάζῃ καὶ ἱλαρᾶς τῆς προθυμίας. Εἴπω τὸ κεφάλαιον τῶν ἀγαθῶν· μετὰ τῆς προσόδου τῆς ἀπὸ τῆς δαπάνης ταύτης γινομένης καὶ ἁμαρτημάτων συγχωρήσεώς σοι πρόξενος γίνεται, οὗ τί ἂν γένοιτο ἴσον; Εἰ τοίνυν βουλοίμεθα εἰδέναι πλουτεῖν τὸν ἀληθῆ πλοῦτον, καὶ μετὰ τοῦ πλούτου καὶ τῶν ἁμαρτημάτων τὴν συγχώρησιν εὕρασθαι, ἐκχέωμεν τὰ ὄντα εἰς τὰς τῶν δεομένων χεῖρας, προαποστείλωμεν αὐτὰ εἰς τὸν οὐρανὸν, ἔνθα οὐδὲ κλέπτης, οὐδὲ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ οἰκέτου κακουργία, οὐκ ἄλλο οὐδὲν λυμήνασθαι δυνήσεται τὸν πλοῦτον τὸν ἡμέτερον. Τὸ γὰρ χωρίον ἐκεῖνο πάσης τοιαύτης βλάβης ἀνώτερον. Μόνον μὴ μετὰ κενοδοξίας τοῦτο ποιῶμεν, ἀλλὰ κατὰ τοὺς ὑπ᾽ αὐτοῦ δεδομένους νόμους, ὥστε μὴ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καρπώσασθαι, ἀλλὰ τὸν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομείνωμεν, καὶ τοῦ κέρδους ἀποστερηθῶμεν.

Ὥσπερ γὰρ πάσαις ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτός ἐστιν ὁ πλοῦτος ὁ ἐκεῖ μετατιθέμενος διὰ τῆς τῶν πενήτων χειρὸς, οὕτω κενοδοξίᾳ μόνῃ ἀναλίσκεται· καὶ ὅπερ ἐστὶν ἐνταῦθα ὁ σὴς καὶ ὁ σκώληξ πρὸς τὴν τῆς ἐσθῆτος διαφθορὰν, τοῦτο κενοδοξία γίνεται πρὸς τὸν ἀπὸ τῆς ἐλεημοσύνης συλλεγόμενον πλοῦτον.

Δι᾽ ὃ, παρακαλῶ, μὴ μόνον ποιῶμεν τὴν ἐλεημοσύνην, ἀλλὰ καὶ μετὰ ἀσφαλείας ταύτην ἐργαζώμεθα, ἵνα ἀντὶ μικρῶν μεγάλα καρπωσώμεθα ἀγαθὰ, καὶ ἀντὶ τῶν ἐπικήρων τὰ ἄφθαρτα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, καὶ μετὰ τούτων ἁπάντων καὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων τυχεῖν δυνηθῶμεν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΜΓʹ. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. αʹ. Καθάπερ λειμών τις εὐανθὴς διάφορα καὶ ποικίλα τὰ ἄνθη ἐν ἑαυτῷ δείκνυσιν, οὕτως ἡ θεία Γραφὴ τῶν δικαίων τὰς ἀρετὰς ἡμῖν δείκνυσιν, οὐχ ἵνα καθάπερ ἐπὶ τῶν ἀνθῶν πρὸς βραχὺ μόνον ἀπολαύσωμεν τῆς εὐωδίας, ἀλλ᾽ ἵνα διηνεκῆ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσώμεθα.

Ἐκεῖ μὲν γὰρ μόνον ἐδεξάμεθα τῇ χειρὶ τὰ ἄνθη, καὶ μετ᾽ ὀλίγον αὐτὰ μαρανθέντα τὴν οἰκείαν χάριν ἠμαύρωσεν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ᾽ ἐπειδὰν δεξώμεθα διὰ τῆς ἀκοῆς τὰς ἀρετὰς τῶν δικαίων, καὶ εἰς τοὺς κόλπους τῆς διανοίας ἡμῶν αὐτὰς ἐναποθώμεθα, διὰ παντὸς τοῦ χρόνου τῆς τούτων εὐωδίας ἀπολαύειν δυνάμεθα, ἐὰν ἐθέλωμεν. Φέρε οὖν, ἐπειδὴ τοιαύτη τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἁγίων ἡ εὐωδία, σήμερον τοῦ Λὼτ τὴν εὐωδίαν καταμάθωμεν, ἵνα γνῶμεν ἀκριβῶς, ὅπως εἰς ἄκραν τῆς ἀρετῆς τὴν κορυφὴν ἡ τοῦ πατριάρχου συνουσία τὸν δίκαιον τοῦτον ἀνήγαγε, καὶ κατ᾽ ἴχνος αὐτοῦ καὶ αὐτὸς τὴν οἰκείαν φιλοξενίαν διὰ τῶν ἔργων ἐπιδείκνυται.

Ἀλλ᾽ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄξιον αὐτῶν τῆς Γραφῆς ἐπακοῦσαι τῶν ῥημάτων. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας; Ἐπειδὴ μετὰ τὸ ἐπιξενωθῆναι τῷ πατριάρχῃ, ἐξαναστάντων αὐτῶν ἐκεῖθεν, ὁ μὲν κηδεμὼν καὶ φιλάνθρωπος Θεὸς τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καὶ σχήματι ἀνθρώπου τότε ὀφθεὶς παρέμενε τῷ πατριάρχῃ διαλεγόμενος, καθάπερ χθὲς ἠκούσατε· βουλόμενος ἅπαντας ἡμᾶς διδάξαι καὶ τῆς ἑαυτοῦ μακροθυμίας τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὸ φιλόστοργον, οἱ δὲ ἄγγελοι ὥρμησαν ἐπὶ τὰ Σόδομα· τὴν ἀκολουθίαν ἑαυτῆς διατηροῦσα ἡμῖν ἡ θεία Γραφὴ νῦν φησιν· Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας, τὸ ἐπιταχθὲν πληρώσοντες. Καὶ ὅρα ἀκρίβειαν καὶ παρατήρησιν τῆς θείας Γραφῆς, πῶς καὶ τὸν καιρὸν ἡμῖν ἐσήμανε, καθ᾽ ὃν παρεγένοντο· Ἑσπέρας γάρ φησι. Καὶ τίνος ἕνεκεν τὸν καιρὸν ἐδήλωσε; καὶ διὰ τί κατὰ τὴν ἑσπέραν παρεγένοντο; Ἵνα τὴν πολλὴν ἡμῖν ἐπίτασιν δείξῃ τῆς τοῦ Λὼτ φιλοξενίας.

Καθάπερ γὰρ ὁ πατριάρχης κατὰ τὸν τῆς μεσημβρίας καιρὸν καθήμενος ἐπετήρει τοὺς παριόντας, καὶ ἔργον ἐποιεῖτο τὴν τούτων θήραν, καὶ ἐπέτρεχε καὶ μετὰ περιχαρείας τοὺς ὁδίτας ὑπεδέχετο· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἐπειδὴ ᾔδει τῆς κακίας τῶν ἐν Σοδόμοις οἰκούντων τὴν πονηρίαν, οὐδὲ τὸν τῆς ἑσπέρας καιρὸν παρεπέμπετο, ἀλλὰ μέχρι τούτου παρέμενε, μήπου θησαυρός τις αὐτῷ παρεμπέσῃ, καὶ τὸν ἀπὸ τῆς φιλοξενίας καρπὸν δρέψασθαι δυνηθῇ Ἀληθῶς θαυμάσαι ἔστι μετὰ πολλῆς τῆς ὑπερβολῆς τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅτι ἐν μέσῳ τοιούτων παρανόμων ἀναστρεφόμενος, οὐ μόνον οὐ γέγονε ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ πλείονα τὴν ἀρετὴν ἐπεδείκνυτο. Καὶ πάντων, ὡς εἰπεῖν, κατὰ κρημνῶν φερομένων, οὗτος μόνος ἐν τοσούτῳ πλήθει τὴν εὐθεῖαν ὥδευεν ὁδόν. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ὅτι οὐχ οἷόν τε ἐν μέσῃ πόλει στρεφόμενόν τινα διασῶσαι τὴν ἀρετὴν, ἀλλ᾽ ἀναχωρήσεως δεῖ, καὶ τῆς ἐν τοῖς ὄρεσι διατριβῆς, καὶ οὐ δυνατὸν τὸν οἰκίας προεστῶτα, καὶ γυναῖκα ἔχοντα, καὶ παίδων ἐπιμελούμενον καὶ οἰκετῶν, ἐνάρετον εἶναι; Ὁράτωσαν τοίνυν τὸν δίκαιον τοῦτον μετὰ γυναικὸς καὶ παιδίων καὶ οἰκετῶν, καὶ ἐν πόλει διάγοντα, καὶ μεταξὺ τοσούτων πονηρῶν καὶ παρανόμων διατρίβοντα, καὶ καθάπερ σπινθῆρά τινα ἐν μέσῳ πελάγει διαλάμποντα, καὶ οὐ μόνον οὐ σβεννύμενον, ἀλλὰ καὶ λαμπρότερον τὸ φῶς δεικνύοντα.

Καὶ ταῦτα λέγω, οὐ κωλύων τὴν ἀναχώρησιν τὴν ἀπὸ τῶν πόλεων, καὶ τὴν ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρημίαις διατριβὴν ἀπαγορεύων, ἀλλὰ δεικνὺς ὅτι τῷ βουλομένῳ νήφειν καὶ ἐγρηγορέναι οὐδὲν τούτων κώλυμα γίνεται. Ὥσπερ οὖν τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα οὐδὲ ἡ ἔρημος ὠφελῆσαί τι δύναται· οὐδὲ γὰρ ὁ τόπος ἐστὶν ὁ τὴν ἀρετὴν κατορθῶν, ἀλλ᾽ ἡ γνώμη καὶ ὁ τρόπος· οὕτω τὸν νήφοντα καὶ διεγηγερμένον οὔτε τὸ ἐν μέσῃ τῇ πόλει διατρίβειν καταβλάψαι τι δυνήσεται. Καὶ διὰ τοῦτο ἐβουλόμην, καθάπερ τὸν μακάριον τοῦτον, τοὺς ἐναρέτους μάλιστα ἐν μέσῳ τῶν πόλεων εἶναι, ἵνα καθάπερ ζύμη τοῖς ἄλλοις γινόμενοι, πολλοὺς εἰς τὸν οἰκεῖον ζῆλον ἐνάγωσιν. Ἀλλ᾽ ἐπειδὴ δυσχερὲς τοῦτο καταφαίνεται εἶναι, κἂν ἐκεῖνο γινέσθω. Παράγει γὰρ λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ βραχὺς ὁ παρὼν βίος· καὶ εἰ μὴ νῦν, ὡς ἔτι ἐν τῷ σκάμματι ἑστήκαμεν, τῶν πόνων τῆς ἀρετῆς ἁψώμεθα, καὶ τὰ δίκτυα τῆς κακίας διαφύγωμεν, ὕστερον μάτην ἑαυτοὺς αἰτιασόμεθα, ὅτε οὐδὲν ὄφελος τῆς μεταγνώσεως. Ἕως μὲν γὰρ ἂν ὦμεν ἐν τῇ παρούσῃ ζωῇ, δυνατὸν μεταγνόντας τοῦ ἐντεῦθεν ἀπόνασθαι κέρδους, καὶ τὰ πρότερα ἀπονιψαμένους ἁμαρτήματα τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῆναι· εἰ δὲ τὸν παρόντα καιρὸν προϊέμενοι ἀθρόον προαναρπασθείημεν, μετανοήσομεν μὲν καὶ τότε, οὐδεμίαν δὲ ὄνησιν ἐκ τούτου ἕξομεν.

Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Προφήτου λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; καὶ πάλιν, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Οὐδεὶς, φησὶν, ἔσται ἐκεῖ λοιπὸν ὁ ἐξαιρούμενος τὸν ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον, οὔτε ἂν ἀδελφὸς ᾖ, οὔτε ἂν πατὴρ, οὔτε ἂν μήτηρ. Καὶ τί λέγω, ἀδελφὸς, καὶ πατὴρ, καὶ μήτηρ; Οὔτε αὐτοὶ οἱ δίκαιοι οἱ παῤῥησίαν πολλὴν κεκτημένοι τότε συμβαλέσθαι τι δυνήσονται ἡμῖν, εἰ νῦν ῥᾳθυμήσαιμεν. Ἐὰν στῇ γὰρ, φησὶ, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται. Καὶ ὅρα τῆς ἀπειλῆς τὸ μέγεθος, καὶ οἵους δικαίους εἰς μέσον παρήγαγεν. Ἐπειδὴ οὗτοι γὰρ κατὰ καιρὸν καὶ ἑτέροις σωτηρίας ὑπόθεσις γεγόνασιν· ὅ τε γὰρ Νῶε, τοῦ φοβεροῦ κλυδωνίου ἐκείνου τὴν οἰκουμένην κατειληφότος, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱοὺς ἔσωσε· καὶ ὁ Ἰὼβ ὁμοίως καὶ ἑτέροις σωτηρίας ὑπόθεσις γέγονε· καὶ ὁ Δανιὴλ δὲ πολλοὺς ἐξήρπασε θανάτου, ἡνίκα ὁ βάρβαρος ἐκεῖνος ἐπιζητῶν τὰ ὑπὲρ ἀνθρωπίνην φύσιν τυγχάνοντα, ἀνελεῖν ἐπεχείρει τοὺς Χαλδαίους, καὶ τοὺς Μάγους καὶ τοὺς Γαζαρηνούς.

βʹ. Καὶ ἵνα μὴ νομίσωμεν ὅτι καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἔσται τινὰ τοιαῦτα, καὶ οἱ ἐνάρετοι καὶ παῤῥησίαν ἔχοντες τοὺς μετὰ ῥᾳθυμίας ἐνταῦθα διάγοντας ἐλευθερῶσαι τῆς ἐκεῖ τιμωρίας δυνήσονται τοὺς αὑτῶν ἐπιτηδείους· διὰ τοῦτο τοὺς δικαίους τούτους παρήγαγεν ἡμῖν, τὸν φόβον ἡμῖν ἀνατεινόμενος, καὶ παιδεύων ἐν τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν ἄνωθεν χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἡμῶν ἔχειν, καὶ μήτε ἐπὶ προγόνων ἀρετῇ μέγα φρονεῖν, εἰ αὐτοὶ ἐν κακίᾳ τυγχάνομεν ὄντες, μήτε ἐπ᾽ ἄλλῳ τινὶ, ἀλλ᾽ ἓν τοῦτο μόνον σπουδάζειν· κἂν προγόνους ὦμεν ἐναρέτους ἐσχηκότες, μιμεῖσθαι αὐτῶν τὴν ἀρετήν· κἂν τὸ ἐναντίον πάλιν συμβαίη, καὶ φαύλων ὦμεν προγόνων, μὴ νομίζειν ἐκ τούτου τι παραβλάπτεσθαι, ἀλλὰ πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἐπαποδύεσθαι· οὐδὲν γὰρ ἡμῖν ἐκ τούτου βλάβος ἔσται. Ἕκαστος γὰρ ἐξ ὧν διεπράξατο, ἢ στεφανοῦται, ἢ κατακρίνεται, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν, Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἅπαντα εἰδότες καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, πολὺν τῆς ἀρετῆς ποιησώμεθα λόγον.

Καὶ ὡς ἔτι ἐν τῷ σκάμματί ἐσμεν, πρὶν ἢ διαλυθῆναι τὸ θέατρον, φροντίσωμεν ἡμῶν τῆς σωτηρίας, ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ τὴν ἀρετὴν μετελθόντες, ἐν τῷ διηνεκεῖ αἰῶνι τὰς ὑπὲρ ταύτης ἀμοιβὰς κομισώμεθα· καθάπερ καὶ ὁ δίκαιος οὗτος, ὁ μεταξὺ τοσούτων πονηρῶν οἰκῶν, καὶ οὐδένα ἔχων ζηλοῦντα αὐτοῦ τὴν ἀρετὴν, ἀλλὰ καὶ πάντας ὁρῶν χλευάζοντας, κωμῳδοῦντας, οὐ μόνον ὀκνηρότερος οὐκ ἐγένετο, ἀλλὰ καὶ οὕτω διέλαμψεν, ὡς καταξιωθῆναι καὶ ἀγγέλους ὑποδέξασθαι· καὶ πάντων ἄρδην ἀπολλυμένων, αὐτὸς μόνος σὺν ταῖς θυγατράσι διέφυγε τὴν ἐπενεχθεῖσαν δίκην. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Ὁ καιρὸς μάλιστα δείκνυσιν ἡμῖν τοῦ δικαίου τούτου τὴν ὑπερβάλλουσαν ἀρετὴν, ὅτι καὶ ἑσπέρας καταλαβούσης παρέμενε, καὶ οὐκ ἀφίστατο. Ἐπειδὴ γὰρ ᾔδει τὸ ἐντεῦθεν αὐτῷ τικτόμενον κέρδος, διὰ τοῦτο ἐπιθυμῶν ἐπιτυχεῖν τοῦ πλούτου, πολλῇ τῇ προσεδρίᾳ ἐκέχρητο, καὶ τῆς ἡμέρας πληρωθείσης οὐκ ἀνεχώρει. Τοιοῦτον γὰρ ψυχὴ ζέουσα καὶ διεγηγερμένη· οὐχ ὑπό τινων κωλυτικῶν ἐμποδίζεται τὴν οἰκείαν ἀρετὴν ἐπιδείξασθαι, ἀλλὰ καὶ δι᾽ αὐτῶν μάλιστα τῶν κωλυόντων ἐπιπλεῖον αἴρεται, καὶ μείζονα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτει. Ἰδὼν δὲ, φησὶ, Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς.

Ἀκουέτωσαν οἱ καὶ παραγινομένους πολλάκις καὶ καθικετεύοντας, καὶ πολλὴν τὴν προσεδρίαν ἐπιδεικνυμένους διακρουόμενοι, καὶ πολλὴν τὴν ἀπανθρωπίαν ἐπιδεικνύμενοι. Ὅρα γὰρ τὸν δίκαιον τοῦτον, ὅπως οὐκ ἀνέμεινε παραγενέσθαι πρὸς αὐτὸν, ἀλλὰ καθάπερ ὁ πατριάρχης, οὐκ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ἀλλ᾽ ὁδίτας τινὰς αὐτοὺς εἶναι ὑπολαμβάνων, θεασάμενος μονονουχὶ ἐσκίρτησε, καὶ περιχαρὴς γέγονεν, ὡς ἐπιτυχὼν τῆς θήρας, καὶ μὴ διαμαρτὼν τοῦ σπουδαζομένου. Ἰδὼν γὰρ, φησὶν, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. Ηὐχαρίστησε τῷ Θεῷ, ὅτι κατηξίωσεν αὐτὸν ὑποδέξασθαι τοὺς παριόντας. Σκόπει ψυχῆς ἀρετήν. Μεγάλην εὐεργεσίαν παρὰ τοῦ Θεοῦ ταύτην ἡγήσατο, τὸ ἐπιτυχεῖν τῶν ἀνδρῶν, καὶ διὰ τῆς εἰς τούτους δεξιώσεως τὸν οἰκεῖον πόθον ἀποπληρῶσαι.

Μὴ γάρ μοι λέγε, ὅτι ἄγγελοι ἦσαν· ἀλλ᾽ ἐκεῖνο λογίζου, ὅτι ὁ δίκαιος οὗτος οὐδέπω τοῦτο ἠπίστατο, ἀλλ᾽ ὡς ἀνθρώπους ἀγνῶτας παροδεύοντας ὑποδεχόμενος, οὕτω διέκειτο. Καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Ἱκανὰ τὰ ῥήματα ταῦτα τὴν ἐναποκειμένην ἀρετὴν τῇ τοῦ δικαίου ψυχῇ ἐκκαλύψαι.

Τί γὰρ ἄν τις ἐκπλαγείη τὴν ταπεινοφροσύνην ὑπερβάλλουσαν, τὴν θερμότητα, ἣν περὶ τὴν φιλοξενίαν ἐπεδείκνυτο; Ἰδοὺ, φησὶ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν. Κἀκείνους κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα αὐτῶν ὀνομάζει. Ἀκούσωμεν, ἀγαπητοὶ, τῶν ῥημάτων τούτων μετὰ ἀκριβείας, καὶ παιδευθῶμεν καὶ ἡμεῖς τὰ ὅμοια διαπράττεσθαι. Ὁ ἐπίδοξος, ὁ περιφανὴς, ὁ ἐν τοσαύτῃ περιουσίᾳ τυγχάνων, ὁ οἰκοδεσπότης, τοὺς ὁδίτας, τοὺς ξένους, τοὺς ἀγνῶτας, τοὺς εὐτελεῖς τὸ φαινόμενον, τοὺς παριόντας, τοὺς οὐδαμόθεν αὐτῷ προσήκοντας κυρίους ὀνομάζει καί φησιν· Ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε.

Ἑσπέρα γὰρ, φησὶ, κατέλαβε. Πείσθητέ μοι, καὶ τὸν κάματον τῆς ἡμέρας παραμυθήσασθε, εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καταλύσαντες. Μὴ γὰρ, φησὶ, μέγα τι ὑμῖν ἐπαγγέλλομαι; Νίψασθε τοὺς πόδας ὑμῶν τοὺς ὑπὸ τῆς ὁδοιπορίας κεκμηκότας, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν. Χαρίσασθε οὖν μοι ταύτην τὴν χάριν, καὶ μὴ ἀνανεύσητέ μου πρὸς τὴν παράκλησιν.

Καὶ εἶπαν, φησίν· Οὐχὶ, ἀλλ᾽ ἐν τῇ πλατείᾳ καταλύσομεν. Καὶ μετὰ τοσαύτην παράκλησιν ἰδὼν αὐτοὺς ἀνανεύοντας οὐκ ἐνάρκησεν, οὐκ ἀπέστη τοῦ σπουδαζομένου, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον ἡμεῖς πολλάκις ποιοῦμεν· καὶ ἐὰν ἄρα ποτέ τινα προτρέψασθαι βουληθείημεν, εἶτα θεασώμεθα πρὸς ὀλίγον ἀνανεύοντα, εὐθὺς ἀφιστάμεθα· καὶ τοῦτο συμβαίνει ἀπὸ τοῦ μὴ θερμότητι καὶ πόθῳ τοῦτο ποιεῖν, ἀλλὰ μάλιστα καὶ νομίζειν ἀρκοῦσαν ἀπολογίαν ἔχειν, τὸ λέγειν ὅτι τό γε ἑαυτῶν πεποιήκαμεν.

γʹ. Τί λέγεις, ὅτι τὸ σαυτοῦ πεποίηκας; Ἀπώλεσας τὴν θήραν, διήμαρτες τοῦ θησαυροῦ, καὶ τὸ σεαυτοῦ πεποίηκας; Τότε ἂν ἦς τὸ σαυτοῦ πεποιηκὼς, εἰ μὴ ἔῤῥιψας ἀπὸ τῶν χειρῶν τὸν θησαυρὸν, εἰ μὴ παρέδραμες τὴν ἄγραν, εἰ μὴ ἀφοσιώσει τῇ μέχρι ῥημάτων τὴν φιλοξενίαν ἐπεδείξω. Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ τί; Ὁρῶν ἀντιτείνοντας καὶ εἰς τὴν πλατείαν καταλῦσαι βουλομένους (τοῦτο δὲ ἐποίουν οἱ ἄγγελοι, ἐπὶ πλέον ἐκκαλύψαι τὴν ἀρετὴν βουλόμενοι τοῦ δικαίου, καὶ παιδεῦσαι πάντας ἡμᾶς, ὅση αὐτοῦ ἡ φιλοξενία), λοιπὸν αὐτὸς οὐκ ἔτι ἀνέχεται διὰ λόγων τὴν παράκλησιν ποιεῖσθαι, ἀλλὰ καὶ βίαν ἐπιτίθησι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔνθα γὰρ ἂν πνευματικὸν πρόκειται κέρδος, εὔκαιρος ἡ ἀνάγκη καὶ ἡ βία ἐπαινετή. Καὶ κατεβιάζετο, φησὶν, αὐτούς.

Ἐμοὶ δοκεῖ καὶ ἄκοντας αὐτοὺς ἕλκειν. Εἶτα ἐπειδὴ εἶδον τὸν δίκαιον ἔργον τοῦτο τιθέμενον, καὶ οὐ πρότερον ἀφιστάμενον, εἰ μὴ τὸ σπουδαζόμενον αὐτῷ εἰς ἔργον ἀγάγοι, Ἐξέκλιναν, φησὶ, πρὸς αὐτὸν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι. Εἶδες καὶ ἐνταῦθα οὐκ ἐν τῇ πολυτελείᾳ τῆς τραπέζης τὴν φιλοξενίαν ἐπιδεικνυμένην, ἀλλὰ ἐν τῇ δαψιλείᾳ τῆς γνώμης; Ἐπειδὴ γὰρ ἴσχυσεν αὐτοὺς εἰσαγαγεῖν εἰς τὸν οἶκον αὐτοῦ, εὐθέως τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο. Καὶ ἐκεῖνος μὲν πρὸς τὴν θεραπείαν αὐτῶν παρεσκευάζετο, καὶ τὰ τῆς ἑστιάσεως παρεῖχε, καὶ πᾶσαν ἐπεδείκνυτο τιμὴν καὶ θεραπείαν πρὸς τοὺς παραγενομένους, ἀνθρώπους αὐτούς τινας ὁδίτας εἶναι νομίζων.

Οἱ δὲ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λὼτ, καὶ ἔλεγον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ μόνον τούτων ἴδωμεν τὴν μανίαν τὴν πάσης συγγνώμης ἀπεστερημένην· ἀλλ᾽ ἐννοήσωμεν, πῶς ὁ δίκαιος ἐν μέσῳ τοιούτων θηρίων οὕτως ἀλλοκότων οἰκῶν, οὕτω διέλαμψε καὶ τοσαύτης ἀρετῆς ὑπερβολὴν ἐπεδείξατο, πῶς ἐνεγκεῖν ἠδυνήθη τὴν ἀνομίαν αὐτῶν, πῶς οὐκ ἔφυγε τὴν αὐτόθι οἴκησιν, πῶς τῆς πρὸς αὐτοὺς διαλέξεως ἠνείχετο. Πῶς, ἐγὼ λέγω. Προειδὼς ὁ τῶν ὅλων Δεσπότης τὴν ὑπερβάλλουσαν αὐτῶν πονηρίαν, ᾠκονόμησε τὸν δίκαιον τοῦτον αὐτόθι κατοικῆσαι, ἵνα καθάπερ ἰατρὸς ἄριστος τῶν ἀῤῥωστημάτων αὐτῶν περιγενέσθαι δυνηθῇ. Ἀλλ᾽ ὁρῶν αὐτοὺς ἀνίατα νοσοῦντας, καὶ μηδεμίαν θεραπείαν ἐπιδέξασθαι βουλομένους, οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ὁ ἰατρός· κἂν ἴδῃ τὰ πάθη νικῶντα τὴν τέχνην, οὐ παύεται τὰ παρ᾽ ἑαυτοῦ πληρῶν, ἵνα, ἂν μὲν τῷ χρόνῳ ἀνακτήσασθαι δυνηθῇ τὸν κάμνοντα, δείξῃ τὴν περιουσίαν τῆς τέχνης· εἰ δὲ μηδὲν πλέον ἀνύει, ἔχῃ τὴν μεγίστην ἀπολογίαν, ὅτι οὐδὲν τῶν προσηκόντων εἰς αὐτὸν παρέλιπεν· ὃ δὴ καὶ ἐνταῦθα γεγένηται.

Ὁ μὲν γὰρ δίκαιος οὗτος καὶ τούτων ἐν μέσῳ ἀναστρεφόμενος, καὶ οὕτως ἔμενε δίκαιος πολλὴν τὴν φιλοσοφίαν ἐκδεικνύμενος· ἐκεῖνοι δὲ καὶ διὰ τοῦτο ἦσαν πάσης συγγνώμης ἀπεστερημένοι, ὅτι οὐ μόνον οὐκ ἔληξαν τῆς κακίας, ἀλλὰ καὶ μᾶλλον αὐτὴν ἐπέτειναν. Ὅρα γάρ· Περιεκύκλωσαν, φησὶ, τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβύτου, ὁ λαὸς ἅμα. Μεγίστη τῆς πονηρίας ἡ συμφωνία, πολλὴ τῆς κακίας ἡ φορὰ, ἄφατος τῆς παρανομίας ἡ ὑπερβολὴ, ἀσύγγνωστος ἡ ἐπιχείρησις. Ἀπὸ νεανίσκου, φησὶν, ἕως πρεσβύτου. Οὐ μόνον ἡ νεότης, φησὶν, ἦν ἡ τὰ παράνομα ταῦτα ἐπιζητοῦσα, ἀλλὰ καὶ οἱ πρεσβῦται τὴν ἡλικίαν, καὶ πᾶς ὁ λαὸς ἅμα. Καὶ οὔτε τὴν τόλμαν τὴν ἀναιδῆ καὶ ἀναίσχυντον ταύτην ᾐδοῦντο, οὔτε τὸν ἀκοίμητον ὀφθαλμὸν εἰς ἔννοιαν ἐλάμβανον, οὔτε τὸν δίκαιον ᾐσχύνοντο, οὔτε τῶν ξένων νομιζομένων καὶ ἐπὶ τὴν τοῦ δικαίου φιλοξενίαν αὐτόθι καταλυσάντων ἐφείδοντο, ἀλλ᾽ ἀπηρυθριασμένως καὶ γυμνῇ, ὡς εἰπεῖν, τῇ κεφαλῇ τὰ τῆς ἀσελγείας ἐκεῖνα ῥήματα λέγοντες προσίασι, καὶ καλέσαντες τὸν δίκαιον, ἔλεγον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς ὑμᾶς; Ἐξάγαγε αὐτοὺς, ἵνα συγγενώμεθα αὐτοῖς.

Διὰ ταύτην αὐτῶν οἶμαι τὴν ἐπιχείρησιν, καὶ τὴν παράνομον πονηρίαν, καὶ τὸν δίκαιον μέχρι τῆς ἑσπέρας παρακαθῆσθαι, ὥστε μηδενὶ συγχωρῆσαι τῶν ὁδιτῶν ἀγνοοῦντι περιπεσεῖν ταῖς ἐκείνων πάγαις. Καὶ ὁ μὲν δίκαιος μετὰ τῆς φιλοξενίας, καὶ τῆς σωφροσύνης τῆς οἰκείας ἐπιδεικνύμενος τὴν ὑπερβολὴν, ταύτην ἐποιεῖτο τὴν σπουδὴν ὥστε πάντας τοὺς παροδεύοντας ὑποδέχεσθαι, καὶ μηδεὶς αὐτὸν λάθοι, εἰ καὶ τέως οὐκ ἀγγέλους, ἀλλ᾽ ἀνθρώπους εἶναι ἐνόμιζεν. Οἱ δὲ παράνομοι ἐκεῖνοι μετὰ τοῦ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι οἷον ὁ δίκαιος, τὰ πᾶσαν κακίαν ἀποκρύπτοντα μόνα τολμᾷν ἐπετήδευον. Διὰ τοῦτο οὖν εἰς τὴν πλατεῖαν ἐβούλοντο καταλῦσαι, ἵνα παράσχωσι τῷ δικαίῳ ἀφορμὴν ἐπιδείξασθαι τὴν περὶ αὐτοὺς φιλοξενίαν, καὶ δείξωσιν αὐτῷ διὰ τῶν ἔργων ὡς ἀξίαν μέλλουσιν ὑφίστασθαι τὴν τιμωρίαν, οὕτω τὴν παρανομίαν μεθ᾽ ὑπερβολῆς ἐπιδεικνύμενοι.

δʹ. Ἀλλ᾽ ἴδωμεν λοιπὸν τοῦ δικαίου τῆς ἀρετῆς τὸ μέγεθος. Ἐξελθὼν, φησὶ, πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν μὲν θύραν προσέῳξεν, εἶπε δὲ πρὸς αὐτούς. Ὅρα πῶς δέδοικεν ὁ δίκαιος καὶ τρέμει ὑπὲρ τῆς τῶν ξένων ἀσφαλείας. Οὐδὲ γὰρ ἁπλῶς τὴν θύραν προσέῳξεν ὀπίσω αὐτοῦ, ἀλλ᾽ εἰδὼς αὐτῶν τὴν μανίαν καὶ τὸ τολμηρὸν, καὶ ὑφορώμενος αὐτῶν τὴν προπέτειαν, εἶτά φησι πρὸς αὐτούς· Μηδαμῶς, ἀδελφοί. Ὢ τῆς τοῦ δικαίου μακροθυμίας, ὢ ταπεινοφροσύνης ὑπερβολή.

Τοῦτο ἀληθῶς ἀρετὴ, τὸ μετ᾽ ἐπιεικείας τοῖς τοιούτοις προσφέρεσθαι. Οὐδεὶς γὰρ τὸν νοσοῦντα θεραπεῦσαι βουλόμενος, καὶ τὸν μαινόμενον σωφρονίσαι, μετὰ θυμοῦ καὶ αὐστηρίας τοῦτο ποιεῖ. Σκόπει γὰρ, πῶς τοὺς τὰ τοιαῦτα παρανομεῖν βουλομένους ἀδελφοὺς καλεῖ, ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ καθικέσθαι αὐτῶν τῆς συνειδήσεως, καὶ ἀποστῆσαι αὐτοὺς τῆς ἐπιχειρήσεως τῆς μιαρᾶς. Μηδαμῶς, φησὶν, ἀδελφοί· μὴ πονηρεύσησθε.

Μηδὲν, φησὶ, τοιοῦτον λογίσησθε, μὴ τὴν πονηρὰν ταύτην πρᾶξιν ἐννοήσητε, μηδὲ τὴν φύσιν αὐτὴν παραδειγματίσητε, μηδὲ ἀθέσμους ἐπινοήσητε μίξεις· ἀλλ᾽ εἰ καὶ βούλεσθε τῆς μανίας ὑμῶν τὸν οἶστρον παραμυθήσασθαι, ἐγὼ τοῦτο παρέξω, ὥστε κουφότερον ὑμῶν γενέσθαι τὸ τόλμημα. Εἰσί μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρας. Ἔτι, φησὶν, ἄπειροί εἰσι γαμικῆς συνουσίας, ἀνέπαφοι τυγχάνουσιν, ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας εἰσὶ, λάμπουσαι τῇ ὥρᾳ· ταύτας πᾶσιν ἐκδότους δίδωμι, καὶ χρᾶσθε αὐταῖς ὡς ἀρέσκει ὑμῖν.

Λαβόντες αὐτὰς, φησὶ, πληρώσατε ὑμῶν εἰς αὐτὰς τὴν ἀσέλγειαν, καὶ ἐμφορήθητε τῆς ἐπιθυμίας ὑμῶν τῆς πονηρᾶς. Μόνον εἰς τοὺς ἄνδρας τούτους μηδὲν ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου. Ἐπειδὴ ἐβιασάμην, φησὶν, αὐτοὺς, καὶ εἰσήγαγον ὑπὸ τὰς δοκούς μου, ἵνα μὴ ἐμοὶ ἐπιγραφῇ ἡ εἰς αὐτοὺς γινομένη παρανομία, καὶ ἐγὼ αὐτοῖς αἴτιος τῆς ὕβρεως ταύτης γένωμαι, διὰ τοῦτο ὑπὲρ αὐτῶν τὰς δύο μου θυγατέρας δίδωμι, ὥστε τούτους ἐλευθερῶσαι τῶν ὑμετέρων χειρῶν. Πόση τοῦ δικαίου ἡ ἀρετή; πᾶσαν ἀρετὴν φιλοξενίας ἐνίκησε. Τί γὰρ ἄν τις εἴποι κατ᾽ ἀξίαν τῆς τοῦ δικαίου τούτου φιλοφροσύνης, ὃς οὐδὲ τῶν θυγατέρων φείσασθαι ἠνέσχετο, ἵνα τὴν εἰς τοὺς ξένους τιμὴν ἐπιδείξηται, καὶ ἐλευθερώσῃ τῆς παρανομίας τῶν Σοδομιτῶν; Καὶ οὗτος μὲν καὶ τὰς θυγατέρας τὰς ἑαυτοῦ ἐκδίδωσιν, ἵνα τοὺς ξένους, τοὺς ὁδίτας (πάλιν γὰρ τὰ αὐτὰ λέγω), τοὺς μηδαμόθεν αὐτῷ γνωρίμους ἐξαρπάσῃ τῆς τῶν παρανόμων ὕβρεως· ἡμεῖς δὲ ὁρῶντες πολλάκις τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους εἰς αὐτὸ τῆς ἀσεβείας τὸ βάραθρον, καὶ σχεδὸν εἰπεῖν, ὑπὸ τὴν φάρυγγα τοῦ διαβόλου γινομένους, οὐδὲ λόγου μεταδοῦναι ἀνεχόμεθα, οὐδὲ συμβουλεῦσαι, καὶ τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσενεγκεῖν, καὶ ἐξαρπάσαι τῆς κακίας, καὶ πρὸς τὴν ἀρετὴν χειραγωγῆσαι.

Ποίαν οὖν σχοίημεν ἀπολογίαν, τοῦ μὲν δικαίου μηδὲ τῶν θυγατέρων φεισαμένου διὰ τὴν εἰς τοὺς ξένους κηδεμονίαν· ἡμῶν δὲ οὕτως ἀνηλεῶς περὶ τοὺς ἡμετέρους διακειμένων, καὶ πολλάκις τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀλογίας γέμοντα ῥήματα προϊεμένων; Τί γὰρ κοινὸν ἔχω, φησὶ, πρὸς αὐτόν; οὐδέν μοι μέλει, οὐδὲν πρᾶγμα ἔχω μετ᾽ αὐτοῦ.

Τί λέγεις, ἄνθρωπε; Οὐδὲν κοινὸν ἔχεις πρὸς αὐτόν; Ἀδελφός σού ἐστι, τῆς αὐτῆς σοὶ μετέχει φύσεως, ὑπὸ τὸν αὐτόν ἐστε Δεσπότην, πολλάκις δὲ καὶ τῆς αὐτῆς μετέχετε τραπέζης, τῆς πνευματικῆς λέγω καὶ φρικτῆς, καὶ λέγεις, Οὐδὲν κοινὸν ἔχω πρὸς αὐτὸν, καὶ ἀνηλεῶς παρατρέχεις, καὶ οὐκ ὀρέγεις χεῖρα κειμένῳ; Καὶ Ἰουδαίοις μὲν ὁ νόμος προσέταττε, μηδὲ τῶν ἐχθρῶν τὰ ὑποζύγια παρορᾷν πεπτωκότα· σὺ δὲ τὸν ἀδελφὸν ὑπὸ τοῦ διαβόλου πολλάκις τετρωμένον καὶ κείμενον ὁρῶν, οὐκ ἐπὶ τῆς γῆς, ἀλλ᾽ εἰς τὸ τῆς ἁμαρτίας βάραθρον, οὐκ ἀνασπᾷς διὰ τῆς παραινέσεως, οὐδὲ νουθεσίαν εἰσάγεις τὴν παρὰ σαυτοῦ, οὐδὲ σπουδάζεις καὶ ἑτέρους, εἰ οἷόν τε, εἰς συμμαχίαν λαβεῖν, ἵνα τῆς φάρυγγος τοῦ θηρίου τὸ μέλος τὸ σὸν ἐλευθερῶσαι δυνηθῇς, καὶ πρὸς τὴν οἰκείαν ἐπαναγαγεῖν εὐγένειαν, ἵνα καὶ αὐτὸς, εἴ ποτε περιπέσῃς, ὃ μὴ γένοιτο, τοῖς δικτύοις τοῦ πονηροῦ δαίμονος ἐκείνου, δυνηθῇς ἔχειν τοὺς ἀμῦναι δυναμένους, καὶ ἐλευθερῶσαι τῶν τοῦ διαβόλου χειρῶν; Οὕτω καὶ Παῦλος διεγεῖραι βουλόμενος Γαλάτας εἰς τὴν τῶν οἰκείων μελῶν πρόνοιαν, φησί· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· μονονουχὶ λέγων, Ἐὰν ἀσυμπαθῶς καὶ ἀνηλεῶς παραδράμῃς τὸν ἀδελφὸν, ἴσως καὶ σὲ περιπεπτωκότα ἕτερος οὕτω παραδραμεῖται.

Εἰ τοίνυν βούλει μὴ παροφθῆναι, εἴποτε περιπέσοις, μήτε αὐτὸς παρίδοις, ἀλλὰ πολλὴν ἐπίδειξαι τὴν φιλοστοργίαν, καὶ θησαυρὸν ἡγοῦ μέγιστον τὸ δυνηθῆναι διασῶσαι τὸν ἀδελφόν.

Οὐδὲν γὰρ τούτου ἴσον γένοιτ᾽ ἄν ποτε εἰς ἀρετῆς λόγον. Ἐὰν γὰρ ἐννοήσῃς μόνον, ὅτι οὗτος, ὃν παρορᾷς καὶ παρατρέχεις, ὑπὸ τοῦ Δεσπότου σου τοσαύτης ἠξίωται τῆς τιμῆς, ὡς δι᾽ αὐτὸν μὴ παραιτήσασθαι καὶ τὸ αἷμα ἐκχέειν τὸ ἑαυτοῦ (καθὼς καὶ Παῦλός φησι· Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανε)· πῶς οὐχὶ τῇ γῇ σεαυτὸν κατορύξεις;

Εἰ τοίνυν δι᾽ αὐτὸν ὁ Χριστὸς καὶ τὸ αἷμα ἐξέχεε, τί μέγα ποιήσεις, ἐὰν τὴν παρὰ σαυτοῦ φιλοστοργίαν ἐπιδείξῃ, καὶ τῇ διὰ τῶν λόγων προτροπῇ διαναστήσῃς κείμενον, καὶ τὴν αὐτοῦ ψυχὴν βεβαπτισμένην ἴσως καὶ ὑποβρύχιον γεγενημένην ἀνενέγκῃς ἐκ τοῦ τῆς κακίας βυθοῦ, καὶ παρασκευάσῃς ἰδεῖν τῆς ἀρετῆς τὸ φῶς, καὶ μὴ παλινδρομῆσαι ἐπὶ τὸν τῆς κακίας ζόφον;

εʹ. Μιμησώμεθα τοίνυν, παρακαλῶ, τὸν δίκαιον τοῦτον, καὶ εἰ δέοι καὶ κίνδυνόν τινα ὑπομένειν ὑπὲρ τοῦ τὴν σωτηρίαν τοῦ πλησίον πραγματεύσασθαι, μηδὲ τοῦτο παραιτησώμεθα. Ὁ γὰρ τοιοῦτος κίνδυνος σωτηρίας ἡμῖν ὑπόθεσις γίνεται, καὶ πολλῆς παῤῥησίας πρόξενος.

Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ὅπως πρὸς δῆμον ὁλόκληρον τοσαύτην περὶ τὴν κακίαν τὴν συμφωνίαν ἐπιδειξάμενον παρετάξατο, καὶ μετ᾽ ἐπιεικείας πολλῆς καὶ τὴν ἀνδρείαν ἄφατον ἐπεδείκνυτο, εἰ καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθη τῆς ἀκαθέκτου αὐτῶν μανίας. Μετὰ γὰρ τὰ ῥήματα ἐκεῖνα, καὶ τὴν ἐπιείκειαν τὴν ὑπερβάλλουσαν, καὶ τὸ μονονουχὶ ταῖς χερσὶν ἐκδοῦναι διὰ τῶν λόγων τὰς θυγατέρας, τί φασι πρὸς αὐτόν; Ἀπόστα ἐκεῖ. Ὢ μέθης ὑπερβολὴ, ὢ παραφροσύνης ἐπίτασις.

Τοιοῦτον γὰρ ἡ πονηρὰ αὕτη καὶ ἀκόλαστος ἐπιθυμία· ἐπειδὰν περιγένηται τοῦ λογισμοῦ, οὐκ ἀφίησι συνιδεῖν οὐδὲν τῶν δεόντων, ἀλλὰ καθάπερ ἐν σκότῳ καὶ νυκτομαχίᾳ τινὶ, οὕτως ἅπαντα διαπράττεται. Ἀπόστα, φησὶν, ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;

Νῦν οὖν σε κακώσομεν μᾶλλον, ἢ ἐκείνους. Ὅρα πῶς μὲν ὁ δίκαιος ἐπιεικῶς αὐτοῖς διαλέγεται, οἱ δὲ πόσῃ κέχρηνται τῇ θρασύτητι. Ὥσπερ ἐκβακχευθέντες λοιπὸν ὑπὸ τοῦ διαβόλου, καὶ ὡς ὑπ᾽ ἐκείνου στρατηγούμενοι, οὕτω κατεξανίστανται τοῦ δικαίου, καί φασιν· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Πάροικόν σε, φησὶν, ἐδεξάμεθα· μὴ γὰρ καὶ κριτὴς ἡμῶν κατέστης; Ὢ ἀγνωμοσύνης ὑπερβολή. Δέον ἐντραπῆναι, δέον αἰδεσθῆναι τὴν συμβουλὴν τοῦ δικαίου, οἱ δὲ, καθάπερ οἱ μαινόμενοι καὶ τὸν ἰατρὸν συγκόψαι ἐπιχειροῦσιν, οὕτω καὶ οὗτοι· Σὲ, φησὶ, κακώσομεν μᾶλλον, ἢ ἐκείνους.

Εἰ μὴ βούλει, φησὶν, ἡσυχάσαι, μαθήσῃ ὡς οὐδέν σοι πλέον ἔσται τῆς εἰς ἐκείνους προστασίας, ἢ τὸ ἐκείνους μὲν διαφυγεῖν τὸν κίνδυνον, σὲ δὲ τούτῳ περιβληθῆναι. Παρεβιάζοντο δὲ τὸν Λὼτ σφόδρα. Ὅρα τὸν δίκαιον τοῦτον καὶ ἀνδρείαν ἐπιδεικνύμενον, καὶ τοσούτῳ πλήθει ἀντιτάττεσθαι ἐπιχειροῦντα. Καὶ ἤγγισαν, φησὶ, συντρῖψαι τὴν θύραν. Ἐπειδὴ γὰρ μέλλων ἐξιέναι, καὶ τὴν τούτων μανίαν προορῶν προσέῳξεν αὐτοῦ ὄπισθεν τὴν θύραν, οὐκ ἀνασχόμενοι οἱ μιαροὶ οὗτοι καὶ παράνομοι τῆς τοῦ δικαίου παραινέσεως, αὐτόν τε ἐβιάζοντο καὶ τὴν θύραν συντρῖψαι ἐπεχείρουν. Ἀλλ᾽ ἐπειδὴ διὰ τῶν πραγμάτων ἐδείκνυτο καὶ ἡ τοῦ δικαίου ἀρετὴ, καὶ ἡ πρὸς τοὺς ξένους νομιζομένους κηδεμονία, καὶ τοῦ πλήθους ἐκείνου παντὸς ἡ περὶ τὴν κακίαν συμφωνία, τότε λοιπὸν ἐκκαλύπτουσιν ἑαυτοὺς οἱ παραγεγονότες. Καὶ ἐπειδὴ εἶδον τὸν δίκαιον πάντα τὰ παρ᾽ ἑαυτοῦ πεπληρωκότα, τὴν οἰκείαν ἐπιδεικνύμενοι δύναμιν ἐπαμύνουσι τῷ δικαίῳ καταδυναστευομένῳ ὑπὸ τῆς ἐκείνων μανίας. Ἐκτείναντες γὰρ, φησὶν, οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.

Ὁρᾷς πῶς καὶ ὁ δίκαιος οὗτος παραχρῆμα τῆς φιλοξενίας κομίζεται τὰς ἀμοιβὰς, καὶ οἱ παράνομοι ἐκεῖνοι ἀξίαν τίνουσι δίκην; Εἰσεσπάσαντο γὰρ, φησὶ, τὸν Λὼτ εἰς τὸν οἶκον, καὶ τὴν θύραν ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. Ἐπειδὴ τὸ τῆς διανοίας αὐτῶν ὄμμα πεπήρωτο, διὰ τοῦτο καὶ τῆς ὁράσεως τὴν τύφλωσιν ὑπομένουσιν, ἵνα μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὄφελος τῶν σωματικῶν ὀφθαλμῶν, τῶν τῆς διανοίας ὀμμάτων πεπηρωμένων.

Καὶ ἐπειδὴ σύμφωνον τὴν κακίαν ἐπεδείκνυντο, καὶ οὔτε οἱ νέοι, οὔτε οἱ πρεσβῦται ἀπείχοντο τῆς πονηρᾶς ἐπιχειρήσεως, διὰ τοῦτο πάντες, φησὶν, ἀπετυφλώθησαν, καὶ οὐ μόνον τὴν πήρωσιν ἐδέχοντο, ἀλλὰ καὶ τὰ τῆς ἰσχύος αὐτοῖς τοῦ σώματος διελύετο· ἐπειδὴ γὰρ τὸ κυριώτερον μέρος τὴν ψυχὴν ἦσαν διαλελυμένοι, διὰ τοῦτο καὶ τοῦ σώματος τὴν ἰσχὺν παρελύθησαν· καὶ οἱ πρότερον συντρῖψαι τὴν θύραν ἐπιχειροῦντες, καὶ μετὰ πολλῆς ἀπειλῆς τῷ δικαίῳ διαλεγόμενοι, ἀθρόον εἱστήκεισαν παραλελυμένοι, καὶ πρὸ τῶν ὀφθαλμῶν κειμένην τὴν θύραν οὐχ ὁρῶντες. Τότε λοιπὸν ἀνέπνευσεν ὁ δίκαιος, ὁρῶν τίνες ἦσαν οἱ παραγενόμενοι, καὶ ὅτι μεγάλη τις αὐτῶν ἡ δύναμίς ἐστι. Καὶ γὰρ εἶπον, φησὶ, πρὸς αὐτὸν οἱ ἄνδρες· Ἔστι τίς σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει; Ὅρα πῶς τῆς φιλοξενίας ἀμείβονται τὸν δίκαιον, καὶ πῶς αὐτῷ χαρίσασθαι βούλονται τῶν οἰκείων πάντων τὴν σωτηρίαν. Εἴ τίς σοι, φησὶν, ἐν τῇ πόλει, εἴ τινος ἀντέχῃ, εἴ τινα οἶδας ἐκτὸς γεγονότα τῆς τούτων παρανομίας, Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου καὶ ἐκ τῆς γῆς, καὶ πάντας τούς σοι προσήκοντας ἐξάγαγε. Ἀπόλλυμεν γὰρ ἡμεῖς τὸν τόπον τοῦτον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγουσι, διδάσκοντες τὸν δίκαιον ἅπαντα μετὰ ἀκριβείας. Ὅτι ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρῖψαι αὐτούς.

Τοῦτο ἦν ὅπερ ἔλεγε τῷ πατριάρχῃ, ὅτι Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με.

Ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου. ϛʹ. Πολὺ τῆς παρανομίας αὐτῶν τὸ μέγεθος, καὶ διὰ τοῦτο, ἐπειδὴ ἀνίατός ἐστιν ἡ νόσος, καὶ τὸ τραῦμα οὐδεμίαν θεραπείαν ἐπιδέχεται, ἀπέστειλε Κύριος ἡμᾶς ἐκτρῖψαι αὐτήν. Τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ μακάριος Δαυΐδ· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἐπειδὴ ἀφανίσαι, φησὶ, παραγεγόναμεν πᾶσαν ταύτην τὴν περίχωρον (διὰ γὰρ τὴν πονηρίαν τῶν ἐνοικούντων καὶ ἡ γῆ τὴν τιμωρίαν δέξεται), ἔξελθε σὺ ἐντεῦθεν. Ταῦτα ἀκούσας ὁ δίκαιος, καὶ μαθὼν τὴν αἰτίαν, δι᾽ ἣν παραγεγόνασιν ἄνδρες μὲν τὸ φαινόμενον, ἄγγελοι δὲ τυγχάνοντες καὶ ὑπηρέται τοῦ τῶν ὅλων Θεοῦ, Ἐξελθὼν ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ. Καὶ μὴν ἄνω ἔλεγε τοῖς παρανόμοις ἐκείνοις, ὅτι Ἰδοὺ δύο θυγατέρας ἔχω, αἵτινες οὐκ ἔγνωσαν ἄνδρας· πῶς οὖν ἐνταῦθά φησι, Πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ; Μὴ νομίσῃς ἐναντία εἶναι ταῦτα τοῖς πρότερον παρὰ τοῦ δικαίου ῥηθεῖσιν. Ἔθος γὰρ τοῦτο ἦν τοῖς παλαιοῖς πρὸ πολλοῦ τοῦ χρόνου τὰς μνηστείας ποιεῖσθαι, καὶ πολλάκις καὶ συνοικεῖν ταῖς μνηστευθείσαις, καὶ ἅμα τοῖς γονεῦσι διατρίβειν· ὃ καὶ νῦν ἐστι πολλαχοῦ γινόμενον.

Ἐπεὶ οὖν ἤδη τὰ τῆς μνηστείας ἐγεγόνει, διὰ τοῦτο καὶ γαμβροὺς αὐτοὺς ὀνομάζει καί φησι, Τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ· τῇ γνώμῃ γὰρ καὶ τῇ συγκαταθέσει εἰληφότες ἦσαν. Καί φησιν· Ἀνάστητε, καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν.

Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. Ὅρα πῶς ἐκ τῆς ζύμης ἐκείνης ἦσαν τῆς πονηρᾶς οὗτοι. Καὶ διὰ τοῦτο βουλόμενος ὁ Θεὸς ταχέως ἐλευθερῶσαι τὸν δίκαιον τῆς πρὸς ἐκείνους συγγενείας, οὐ συνεχώρησεν οὐδὲ μιγῆναι αὐτοῖς τὰς θυγατέρας τοῦ δικαίου, ἀλλὰ προανήρπασε μετὰ τῶν πονηρῶν καὶ τούτους, ἵνα ἐξελθὼν ὁ δίκαιος μετὰ τῶν θυγατέρων διαφύγῃ τὴν πρὸς ἐκείνους συγγένειαν. Ἀκούσαντες τοίνυν παρὰ τοῦ δικαίου τὴν φοβερὰν ταύτην ἀπειλὴν, μονονουχὶ διεχλεύαζον, καὶ ἐνόμιζον ληρωδίαν εἶναι τὰ παρ᾽ αὐτοῦ λεγόμενα.

Ἀλλ᾽ ὅμως ὁ δίκαιος τὰ παρ᾽ ἑαυτοῦ ἐπλήρου, καὶ ἐπειδὴ ἅπαξ ἐμνηστεύσαντο αὐτοῦ τὰς θυγατέρας, ἐβουλήθη ἐξαρπάσαι αὐτοὺς τῆς τιμωρίας· ἀλλ᾽ ἐκεῖνοι οὐδὲ οὕτως ἠνέσχοντο, ἀλλ᾽ ἐπέμενον τῷ οἰκείῳ τρόπῳ, καὶ ἐμάνθανον λοιπὸν δι᾽ αὐτῶν τῶν ἔργων, ὡς οὐ συμφερόντως αὐτοῖς τοῦ δικαίου τὴν συμβουλὴν ἀπεπέμψαντο.

Ἡνίκα δὲ, φησὶν, ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν. Μὴ μέλλε, φησί· δεῖ γὰρ ἤδη τὸν ὄλεθρον τούτοις ἐπιστῆναι. Σαυτὸν οὖν καὶ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας διάσωσον. Ἐκεῖνοι γὰρ οἱ μὴ θελήσαντες πεισθῆναί σου τῇ παραινέσει, οὐκ εἰς μακρὰν τῆς ἀπωλείας κοινωνήσουσι τοῖς λοιποῖς Μὴ τοίνυν μέλλε, ἵνα μὴ καὶ αὐτὸς τῇ ἀπωλείᾳ τῶν παρανόμων τούτων κοινωνήσῃς. Καὶ ἐταράχθησαν ταῦτα ἀκούσαντες οἱ περὶ τὸν Λὼτ καὶ τὴν γυναῖκα καὶ τὰς θυγατέρας· Ἐταράχθησαν, φησὶ, τοῦτ᾽ ἔστιν, ἔμφοβοι γεγόνασιν, εἰς πολλὴν δειλίαν κατέστησαν, ἠγωνίασαν τὴν ἀπειλήν. Διὸ κηδόμενοι τοῦ δικαίου Οἱ ἄγγελοι ἐκράτησαν, φησὶ, τῆς χειρὸς αὐτοῦ. Οὐκ ἔτι λοιπὸν ὡς περὶ ἀνδρῶν διαλέγεται ἡ Γραφὴ, ἀλλ᾽ ἐπειδὴ μέλλουσιν ἐπάγειν τὴν τιμωρίαν, ἀγγέλους αὐτοὺς ὀνομάζει καί φησιν· Ἐκράτησαν τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι αὐτοῦ Κύριον.

Παρεθάῤῥυναν αὐτοὺς διὰ τῆς ἁφῆς τῆς χειρὸς, καὶ ἐνεύρωσαν αὐτῶν τὴν προθυμίαν, ἵνα μὴ ὁ φόβος διαλύσῃ αὐτῶν τὴν ἰσχύν· διὰ τοῦτο ἐπήγαγεν, Ἐν τῷ φείσασθαι αὐτοῦ Κύριον. Ἐπειδὴ γὰρ, φησὶ, σωτηρίας αὐτὸν ἄξιον ἔκρινεν ὁ Κύριος, διὰ τοῦτο καὶ οἱ ἄγγελοι βουλόμενοι νευρῶσαι αὐτῶν τὴν προθυμίαν τῆς χειρὸς αὐτῶν κρατοῦσι, Καὶ ἐξαγαγόντες αὐτοὺς ἔξω εἶπαν· Σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ, εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Ἐπειδὴ, φησὶ, λοιπὸν ἀπηλλάξαμέν σε τῶν παρανόμων τούτων, μηκέτι περιβλέψῃ εἰς τὰ ὀπίσω, μήτε θελήσῃς ἰδεῖν τὰ τούτοις συμβησόμενα, ἀλλὰ σπεῦσον καὶ μακρὰν γενοῦ, ἵνα διαφυγεῖν δυνηθῇς τὴν ἐπαγομένην τούτοις τιμωρίαν. Εἶτα δεδοικὼς ὁ δίκαιος, μήποτε οὐ δυνηθῇ καταλαβεῖν τὸν ὑπ᾽ αὐτῶν ἀφορισθέντα τόπον, καὶ εἰς τὸ ὄρος φθάσαι, φησί· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς εἰς ἐμὲ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, μικρά ἐστιν· ἐκεῖ σωθήσομαι, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.

Ἐπειδὴ ἅπαξ, φησὶν, ἐκρίνατε τὴν σωτηρίαν χαρίσασθαί μοι, ὑπερβαίνει δέ μου τὴν ἰσχὺν τὸ φθάσαι τὴν τοῦ ὄρους κορυφὴν, πλείονα περὶ ἐμὲ τὴν φιλανθρωπίαν ἐπιδείξασθε, καὶ κουφότερόν μοι τὸν κάματον ποιήσατε. Μήποτε οὖν καταληφθῶ ὑπὸ τῆς ἐπαγομένης τιμωρίας, καὶ κοινωνήσω τῆς δίκης τούτοις, τὴν πόλιν ταύτην τὴν πλησίον ἀφορίσατέ μοι. Εἰ γὰρ καὶ εὐτελής ἐστι καὶ μικρὰ, ἀλλ᾽ ἐκεῖ διασωθεὶς δυνήσομαι ἐν ἀσφαλείᾳ εἶναι λοιπόν.

Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Ἐδεξάμην σου τὴν ἱκεσίαν, φησὶ, καὶ ποιήσω καὶ τοῦτο, καὶ παρέξω σοι τὸ αἰτηθὲν, καὶ διὰ σὲ καὶ τῆς πόλεως φείσομαι. Σπεῦσον οὖν, καὶ κατάλαβε τὸν τόπον, καὶ σώζου· οὐδὲ γὰρ ποιήσω τι μέχρι τοῦ παραγενέσθαι σε ἐκεῖ. Οὐ γὰρ δυνήσομαι, φησὶ, τοῦ ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἐπειδὴ κήδομαί σου τῆς σωτηρίας, ἀναμενῶ τὴν ἐκεῖ σου ἄφιξιν, καὶ τότε τούτοις ἐπάγω τὴν τιμωρίαν. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Περὶ τὴν τοῦ ἡλίου ἀνατολὴν ἔφθασε τὴν πόλιν· καὶ εὐθέως ἐκείνου ἐντὸς τῆς πόλεως γενομένου, οὗτοι τὴν τιμωρίαν ἐδέχοντο. Ἔβρεξε γὰρ, φησὶ, Κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ πᾶν ἀνατέλλον ἐκ τῆς γῆς. Μὴ ξενιζέτω σε, ἀγαπητὲ, τῶν ῥημάτων ἡ συνθήκη· ἰδίωμα γὰρ τοῦτό ἐστι τῆς Γραφῆς, καὶ ἀδιαφόρως οὕτω πολλάκις τίθησι τὰ ῥήματα· ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν.

Ἔβρεξε γὰρ, φησὶ, Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, ἵνα εἴπῃ ὅτι Κύριος τὴν τιμωρίαν ἐπήγαγε, καὶ οὐ μόνον τὰς πόλεις κατέστρεψε, καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας, ἀλλὰ καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς ἠφάνισεν. Ἐπειδὴ γὰρ οἱ ταύτην οἰκοῦντες ἄνθρωποι πολὺν τῆς πονηρίας τὸν καρπὸν ἐπεδείξαντο, διὰ τοῦτο καὶ τῆς γῆς, φησὶ, τοὺς καρποὺς ἀχρήστους ἐργάζομαι, ἵνα καὶ ἐκείνων ἀφανισθέντων αὕτη διηνεκὲς ὑπόμνημα γένηται ταῖς μετὰ ταῦτα γενεαῖς, διὰ τῆς οἰκείας ἀκαρπίας πάντας διδάσκουσα τῶν ἐνοικησάντων αὐτῇ τὴν πονηρίαν. Εἶδες ὅσον ἐστὶν ἀρετὴ, καὶ ὅσον κακία, καὶ πῶς ὁ μὲν δίκαιος ἐσώθη, αὐτοὶ δὲ ἀξίαν τὴν τιμωρίαν ἔδοσαν τῆς πονηρίας; Καὶ ὥσπερ ὁ δίκαιος διὰ τὴν οἰκείαν ἀρετὴν καὶ τὰς θυγατέρας διέσωσε, καὶ τῆς πόλεως ἐκείνης τὴν καταστροφὴν διεκώλυσεν· οὕτω καὶ οὗτοι διὰ τὴν ὑπερβολὴν τῆς οἰκείας πονηρίας, οὐ μόνον αὐτοὶ ἀπώλοντο καὶ διεφθάρησαν, ἀλλὰ καὶ τὴν γῆν ἄκαρπον εἰς τὸ ἑξῆς γενέσθαι παρεσκεύασαν. Καὶ ἐπέβλεψεν ἡ γυνὴ, φησὶν, εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός.

Ἐπειδὴ γὰρ ἀκούσασα τῶν ἀγγέλων τῶν διαταττομένων τῷ δικαίῳ, ὥστε μὴ προσέχειν εἰς τὰ ὀπίσω, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπείξεως τὴν ἀναχώρησιν ποιήσασθαι, παρήκουσε τῶν ῥηθέντων, καὶ τὸ παραγγελθὲν οὐκ ἐφύλαξε, διὰ τοῦτο τῆς οἰκείας ῥᾳθυμίας δίδωσι δίκην.

ζʹ. Ἀλλ᾽ ἡμεῖς ταῦτα ἀκούοντες, πολλὴν τῆς οἰκείας σωτηρίας τὴν πρόνοιαν ποιησώμεθα, καὶ τῆς μὲν ἐκείνων παρανομίας φύγωμεν τὴν μίμησιν· τοῦ δὲ δικαίου τούτου τὴν φιλοξενίαν ζηλώσωμεν καὶ τὴν ἄλλην ἀρετὴν, ἵνα δυνηθῶμεν καὶ τὴν ἄνωθεν ὀργὴν ἀποκρούσασθαι.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν μετὰ σπουδῆς ταύτην μετιόντα, μὴ πολὺν ἐντεῦθεν κομίσασθαι τὸν θησαυρόν. Καὶ γὰρ οἱ δίκαιοι οὗτοι οὕτω τῆς ἄνωθεν ῥοπῆς ἠξιώθησαν, καὶ ὁ πατριάρχης καὶ ὁ Λὼτ, καὶ ἀνθρώπους νομίζοντες ὑποδέχεσθαι, κατηξιώθησαν καὶ ἀγγέλους ὑποδέχεσθαι, καὶ τὸν τῶν ἀγγέλων Δεσπότην. Ἔξεστι καὶ ἡμῖν, ἐὰν βουλώμεθα, καὶ νῦν αὐτὸν ὑποδέξασθαι. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκὼς, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται.

Οὕτω τοίνυν τοὺς ξένους ὑποδεχώμεθα, καὶ μὴ πρὸς τὴν τῶν φαινομένων εὐτέλειαν ἀπίδωμέν ποτε. Ἐνίοτε γὰρ, εἰ τοιαύτῃ γνώμῃ τὰ τῆς φιλοξενίας ἐπιδειξώμεθα, καταξιωθησόμεθα καὶ ἡμεῖς τοιούτους ὑποδέχεσθαι, ἄνδρας μὲν νομιζομένους, τῶν ἀγγέλων δὲ τὴν ἀρετὴν μετιόντας· μόνον μὴ περιεργαζώμεθα, μηδὲ πολυπραγμονῶμεν, ἵνα μὴ διαμάρτωμεν τοῦ θησαυροῦ. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος τούτους τοὺς δικαίους αἰνιττόμενος, καὶ διδάσκων ἡμᾶς πῶς ἐπέτυχον τοιαύτης ὑποδοχῆς, φησί· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.

Τοῦτο γὰρ αὐτοὺς μάλιστα θαυμαστοὺς καὶ μεγάλους ἀπέδειξεν, ὅτι οὐκ εἰδότες αὐτοὺς, τὴν θεραπείαν ἐπεδείκνυντο. Καὶ ἡμεῖς τοίνυν πίστει καὶ εὐλαβείᾳ τὸ πρᾶγμα μετίωμεν, ἵνα καὶ τοῦ θησαυροῦ ἐπιτυχεῖν δυνηθῶμεν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΔʹ. Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ. αʹ. Ἡ κατὰ τὴν Σαμαρεῖτιν ὑπόθεσις ἱκανῶς ἡμᾶς χθὲς ἐδίδαξε καὶ τοῦ Δεσπότου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν περὶ αὐτὴν κηδεμονίαν, καὶ ἐκείνης τὴν εὐγνωμοσύνην. Εἴδετε πῶς ὕδωρ αἰσθητὸν ὑδρεύσασθαι παραγενομένη, ἐκ τῆς νοητῆς πηγῆς τὰ θεῖα νάματα ἀρυσαμένη, οὕτως οἴκαδε ἐπανῆλθε, πληροῦσα τὸ παρὰ τοῦ Δεσπότου εἰρημένον· Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐμφορηθεῖσα γὰρ αὕτη τῆς θείας ἐκείνης καὶ πνευματικῆς πηγῆς, οὐ κατέσχεν εἴσω τὰ νάματα, ἀλλ᾽ ὑπερβλύζουσα, ὡς εἰπεῖν, ἐκχέει καὶ εἰς τοὺς τὴν πόλιν οἰκοῦντας τῆς παρασχεθείσης αὐτῇ δωρεᾶς τὸ χάρισμα, καὶ κήρυξ ἐγένετο ἀθρόον ἡ γυνὴ, ἡ Σαμαρεῖτις, ἡ ἀλλόφυλος.

Εἴδετε ὅσον ἐστὶ ψυχῆς εὐγνωμοσύνη, εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως οὐδενὸς ὑπερορᾷ, ἀλλὰ κἂν ἐν γυναικὶ, κἂν ἐν πενίᾳ, κἂν ὅπου δήποτε εὕρῃ διεγηγερμένην ψυχὴν καὶ ζέουσαν, παραχρῆμα τὴν παρ᾽ ἑαυτοῦ χάριν ἐπαφίησι. Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὴν γυναῖκα ταύτην, καὶ μετὰ πολλῆς προσοχῆς δεχώμεθα τὰ παρὰ τοῦ Πνεύματος διδάγματα. Οὐδὲ γὰρ ἡμέτερά ἐστι τὰ λεγόμενα, οὐδὲ ἐξ οἰκείας γλώττης φθεγγόμεθα, ἅπερ ἂν εἴπωμεν, ἀλλ᾽ ἐκ τῆς τοῦ Δεσπότου φιλανθρωπίας ὁδηγούμενοι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν καὶ τὴν οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας.

Μὴ τοίνυν πρὸς ἐμὲ τὸν λέγοντα ἀπίδῃς, ἀγαπητὲ, μηδὲ πρὸς τὴν εὐτέλειαν τὴν ἐμὴν, ἀλλ᾽ ὅτι τὰ παρὰ τοῦ Δεσπότου διακομίζω, καὶ πρὸς τὸν ἀποστείλαντα ἔχων τὴν διάνοιαν τεταμένην, οὕτω μετὰ νήψεως δέχου τὰ λεγόμενα.

Ἐπεὶ καὶ ἐν τοῖς ἀνθρωπίνοις πράγμασιν, ἐπειδὰν ὁ βασιλεὺς, ὁ τὸ διάδημα περικείμενος, γράμματα διαπέμψηται, ὁ μὲν ἐπιφερόμενος ταῦτα καθ᾽ ἑαυτὸν μὲν οὐδενὸς λόγου ἄξιος τυγχάνει, ἀλλ᾽ εὐτελής τίς ἐστι, καὶ πολλάκις οὐδὲ προγόνους ἀριθμεῖν ἔχων, ἀλλ᾽ ἀνώνυμος καὶ ἐξ ἀνωνύμων· ἀλλ᾽ οὐκ ἐκείνῳ προσέχουσιν οἱ ταῦτα δέχεσθαι μέλλοντες, ἀλλὰ διὰ τὰ τοῦ βασιλέως γράμματα πολλὴν κἀκείνῳ τιμὴν ἀπονέμουσι, καὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ φόβου καὶ πολλῆς τῆς ἡσυχίας δέχονται. Εἰ τοίνυν ἐκεῖνος ἀνθρώπου ἐπαγόμενος γράμματα, καὶ χάρτην ἁπλῶς ἐπιφερόμενος, παρὰ πᾶσιν ἐναποδέχεται, πολλῷ μᾶλλον ὑμεῖς ἂν εἴητε δίκαιοι τὰ παρὰ τοῦ Πνεύματος δι᾽ ἡμῶν ὑμῖν πεμφθέντα λόγια μετὰ πολλῆς τῆς προσοχῆς ὑποδέχεσθαι, ἵνα τῆς εὐγνωμοσύνης πολλὴν κομίσησθε τὴν ἀμοιβήν. Ἐὰν γὰρ ἴδῃ ὁ τῶν ὅλων Δεσπότης τῆς ψυχῆς ὑμῶν τὴν προθυμίαν, καὶ ἡμῖν δαψιλεστέραν παρέξει τὴν χορηγίαν διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, καὶ ὑμῖν πλείονα δωρήσεται τὴν σύνεσιν, ὥστε συνιέναι τὰ λεγόμενα. Δαψιλὴς γὰρ ἡ τοῦ Πνεύματος χάρις, καὶ εἰς πάντας ἐκχεομένη οὐδένα μερισμὸν ὑπομένει, ἀλλὰ τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ ὅσῳ ἂν πλείους ὦσιν οἱ ταύτης μετέχοντες, τοσούτῳ καὶ τὰ τῆς χάριτος ἐπὶ πλέον ἐκτείνεται.

Φέρε οὖν, εἰ δοκεῖ, καὶ σήμερον τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων ἐπιλαβώμεθα, καὶ ἴδωμεν ὅπου τὸν λόγον κατελύσαμεν, καὶ ὅθεν αὐτὸν ἀναλαβεῖν σήμερον προσῆκε. Ποῦ οὖν τὸν λόγον πρώην προσορμίσαντες, οὕτω τῆς διδασκαλίας ἐπαυσάμεθα; Τὰ κατὰ τὸν Λὼτ ὑμῖν διηγούμενοι, καὶ τὸν τῶν Σοδόμων ἐμπρησμὸν, ἐκεῖ τὸν λόγον ἐστήσαμεν, ὅπου ὁ δίκαιος εἰς τὴν Σηγὼρ διεσώθη. Ὁ ἥλιος γὰρ ἐξῆλθεν ἐπὶ τῆς γῆς, φησὶ καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ τότε ἡ θεήλατος ἐκείνη ὀργὴ τούς τε ἐν Σοδόμοις κατέλαβε, καὶ τῆς γῆς τὸν ἀφανισμὸν εἰργάσατο, ὅτε καὶ ἡ γυνὴ τοῦ δικαίου ἐπιλαθομένη τῶν ῥηθέντων παρὰ τῶν ἀγγέλων, ἐπιβλέψασα εἰς τὰ ὀπίσω, ἐγένετο στήλη ἁλὸς, διηνεκὲς ὑπόμνημα ταῖς μετὰ ταῦτα γενεαῖς τῆς οἰκείας ῥᾳθυμίας παρεχομένη. Ἀναγκαῖον οὖν σήμερον τὰ ἑξῆς ἐπελθόντας μικρά τινα διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, ἵνα πάλιν εἰδῆτε τοῦ πατριάρχου τὸ συμπαθὲς καὶ φιλόστοργον, καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Ἐπειδὴ γὰρ, τῆς ἀνατολῆς τοῦ ἡλίου γενομένης, ὁ μὲν δίκαιος Λὼτ εἰς τὴν Σηγὼρ διεσώθη, οἱ δὲ τὰ Σόδομα κατοικοῦντες ὑπὸ τὴν δίκην γεγόνασιν, ὁ πατριάρχης ὁμοῦ κἀκείνους οἰκτείρων τῆς ἀπωλείας, ἣν διὰ τὴν οἰκείαν παρανομίαν ὑπέμειναν, καὶ περὶ τοῦ δικαίου σφόδρα φροντίζων, ὀρθρίσας, φησὶ, περιεσκόπει τὰ γεγενημένα.

Ὤρθρισε γὰρ, φησὶν, Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον τῆς περιχώρου Σοδόμων καὶ Γομόῤῥας, καὶ εἶδε. Καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. Ἐν ἐκείνῳ, φησὶ, τῷ τόπῳ γεγονὼς, ἔνθα τὴν διάλεξιν πρὸς τὸν Δεσπότην ἐποιήσατο, καὶ τὴν περὶ τῶν ἐν Σοδόμοις παράκλησιν, ἑώρα τῆς φοβερᾶς ἐκείνης τιμωρίας τὰ ἴχνη, καὶ τοῦ δικαίου ἕνεκεν μαθεῖν τι ἐπεθύμει. Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος, φιλόστοργον καὶ συμπαθητικόν. Καὶ ἵνα διδάξῃ ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι εὐθέως αὐτῷ τούτου τὴν γνῶσιν ἐνέθηκεν ἡ τοῦ Πνεύματος χάρις, ὁμοῦ δὲ καὶ τὸν δίκαιον ἵνα τῆς περὶ τοῦ Λὼτ ἀπαλλάξῃ φροντίδος, φησίν· Ἐν τῷ ἐκτρῖψαι Κύριον τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς. Τί ἐστιν, Ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραάμ; Τῆς παρακλήσεως, φησὶν, ἧς ἐποιήσατο, λέγων, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Τί οὖν, ἂν εἴποι τις, διὰ τὴν παράκλησιν τοῦ πατριάρχου ὁ δίκαιος διεσώθη, καὶ οὐχὶ διὰ τὴν ἰδίαν δικαιοσύνην;

Ναὶ, καὶ διὰ τὴν παράκλησιν τοῦ πατριάρχου· ὅταν γὰρ τὰ παρ᾽ ἑαυτῶν συνεισενέγκωμεν, καὶ ἡ παρὰ τῶν δικαίων πρεσβεία τὰ μέγιστα ἡμᾶς ὀνίνησιν. Ἐπεὶ ἐὰν αὐτοὶ μὲν ῥᾳθυμῶμεν, τὰς δὲ ἐλπίδας τῆς ἡμετέρας σωτηρίας ἐπ᾽ ἐκείνοις μόνοις ποιώμεθα, οὐδὲν ἡμῖν ἔσται πλέον· οὐκ ἐπειδὴ ἀσθενεῖς οἱ δίκαιοι, ἀλλ᾽ ἐπειδὴ ἡμεῖς διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτοὺς προδίδομεν.

βʹ. Καὶ ἵνα μάθῃς ὅτι, ὅταν ἀμελῶμεν, κἂν δίκαιοι ὦσιν οἱ ὑπὲρ ἡμῶν παρακαλοῦντες, κἂν προφῆται, οὐδὲν ἡμῖν ἐκ τούτου ὄφελος γίνεται (ἐκεῖνοι μὲν γὰρ τὴν ἑαυτῶν ἀρετὴν καὶ διὰ τούτων ἐπιδείκνυνται, ἡμῖν δὲ οὐδεμία ἔσται ὄνησις διὰ τὸν οἰκεῖον τρόπον), ἄκουσον τοῦ τῶν ὅλων Θεοῦ πρὸς τὸν ἐκ κοιλίας ἁγιασθέντα Ἱερεμίαν τὸν προφήτην λέγοντα· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Ὅρα τοῦ Δεσπότου φιλανθρωπίαν· προλέγει τῷ προφήτῃ, ἵνα μὴ μετὰ τὸ προσεύξασθαι παρακουσθεὶς, νομίσῃ ὅτι διὰ τὴν παρ᾽ αὐτοῦ αἰτίαν τοῦτο γεγένηται. Διὰ τοῦτο ἤδη προμηνύει αὐτῷ τὴν κακίαν τοῦ λαοῦ, καὶ διαστέλλεται μὴ προσεύξασθαι, ἵνα καὶ αὐτὸς εἰδέναι ἔχῃ τῆς πονηρίας ἐκείνων τὴν ἐπίτασιν, κἀκεῖνοι μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὁ προφήτης συμβάλλεται, εἰ μὴ καὶ αὐτοὶ τὰ παρ᾽ ἑαυτῶν εἰσενεγκεῖν βουληθῶσιν. Ὅπερ εἰδότες, ἀγαπητοὶ, καταφεύγωμεν μὲν ἐπὶ τὰς τῶν ἁγίων πρεσβείας, καὶ παρακαλῶμεν ὥστε ὑπὲρ ἡμῶν δεηθῆναι, ἀλλὰ μὴ ταῖς ἐκείνων ἱκεσίαις μόνον θαῤῥῶμεν, ἀλλὰ καὶ αὐτοὶ τὰ καθ᾽ ἑαυτοὺς δεόντως οἰκονομῶμεν, καὶ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς ἐχώμεθα, ἵνα χώραν δῶμεν τῇ πρεσβείᾳ τῇ ὑπὲρ ἡμῶν γινομένῃ. Τοῦτο καὶ πρὸς ἕτερον προφήτην φησὶν ὁ τῶν ἁπάντων Δεσπότης· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι;

Θυμιῶσι στέαρ, καὶ χαυῶνας ποιοῦσι τῇ στρατιᾷ τοῦ οὐρανοῦ· μονονουχὶ λέγων πρὸς αὐτόν· Ὑπὲρ τούτων με παρακαλεῖς, τῶν οὐχ ἱσταμένων τῆς πονηρίας, τῶν οὐδεμίαν αἴσθησιν λαμβανόντων τῆς νόσου ἐν ᾗ κατέχονται, ἀλλ᾽ οὕτως ἀναλγήτως διακειμένων; Οὐχ ὁρᾷς αὐτῶν τὴν ὑπερβάλλουσαν καταφρόνησιν; οὐ βλέπεις αὐτῶν τὴν μανίαν τὴν πολλήν; πῶς οὐδέπω κόρον εἰλήφασι τῆς ἀσεβείας, ἀλλὰ καθάπερ ὗς ἐν βορβόρῳ, οὕτως ἐγκαλινδοῦνται ταῖς οἰκείαις παρανομίαις; Μὴ γὰρ, εἰ ἐβούλοντο ἐπιστρέφειν, παρακληθῆναι ἀνέμενον; Οὐκ ἐγώ εἰμι ὁ διὰ τῶν προφητῶν βοῶν καὶ λέγων· Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτήν· Μετὰ ταῦτα πάντα πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε; Μὴ γὰρ ἕτερόν τι ζητῶ, ἢ παύσασθαι τῆς πονηρίας μόνον, καὶ στῆναι τῶν κακῶν; μὴ γὰρ ὑπὲρ τῶν παρελθόντων εὐθύνας ἀπαιτῶ, ἐὰν ἴδω μεταβάλλεσθαι βουλομένους; οὐ καθ᾽ ἑκάστην ἡμέραν βοῶ λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν;

Οὐ διὰ τοῦτο πάντα ποιῶ, ἵνα τῆς ἀπωλείας ἐξαρπάσω τοὺς ἐπὶ τῇ πλάνῃ προκατειλημμένους; Μὴ γὰρ, ἐὰν ἴδω μεταβαλλομένους, ὑπερτίθεμαι; Οὐκ ἐγώ εἰμι ὁ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι; Μὴ γὰρ οὕτως αὐτοὶ ἐπιθυμοῦσι τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐμοὶ περισπούδαστόν ἐστιν ἅπαντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Μὴ γὰρ διὰ τοῦτό σε ἀπὸ τοῦ μὴ ὄντος παρήγαγον, ἵνα ἀπολέσω; μὴ γὰρ εἰκῆ τὴν βασιλείαν καὶ τὰ μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ ηὐτρέπισα; Οὐχὶ διὰ τοῦτο καὶ γέενναν ἠπείλησα, ἵνα εἰς τὴν βασιλείαν ἅπαντας καὶ διὰ τούτου δραμεῖν παρασκευάσω;

Μὴ τοίνυν, ὦ μακάριε προφῆτα, ἐκείνους καταλιμπάνων, ἐμοὶ πρόσαγε τὴν παράκλησιν, ἀλλ᾽ ἕν σοι τοῦτο διὰ σπουδῆς ἔστω, ὥστε τῆς ἐκείνων νόσου περιγενέσθαι, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῆς ἀῤῥωστίας, καὶ πρὸς ὑγίειαν ἐπαναγαγεῖν, καὶ τὰ παρ᾽ ἐμοῦ πάντως ἕψεται. Οὐ γὰρ μέλλω, οὐδὲ ἀναβάλλομαι, ἐπειδὰν ἴδω ψυχὴν εὐγνώμονα· ἓν γὰρ μόνον ἐπιζητῶ, ὁμολογίαν τῶν ἐπταισμένων καὶ οὐκ ἔτι τὴν ἐπὶ τοῖς ἐπταισμένοις δίκην ἐπάγω. Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς τὸ παρ᾽ ἐμοῦ προτεινόμενον; Εἰ μὴ ᾔδειν χείρους γινομένους, ἐκ τοῦ μὴ ὁμολογῆσαι τὰ πρότερα ἁμαρτήματα, οὐκ ἂν οὐδὲ τοῦτο ἐζήτουν. Ἀλλ᾽ ἐπειδὴ οἶδα τὸ τῶν ἀνθρώπων γένος μᾶλλον πρὸς κακίαν ῥέπον, διὰ τοῦτο βούλομαι τὰ πρότερα ὁμολογῆσαι ἁμαρτήματα, ἵνα ἡ ὁμολογία κώλυμα αὐτοῖς γένηται πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν.

γʹ. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀναλογιζόμενοι, καὶ ἐννοοῦντες τοῦ ἡμετέρου Δεσπότου τὴν φιλανθρωπίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ πρότερον πολλὴν ἑαυτῶν τὴν ἐπιμέλειαν ποιώμεθα, καὶ τὸν ῥύπον τὸν ἀπὸ τῶν ἁμαρτημάτων ἐκκαθάρωμεν, καὶ οὕτως ἐπὶ τὰς πρεσβείας τῶν ἁγίων σπεύδωμεν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, καὶ δι᾽ ἑαυτῶν παρακαλοῦντες τὰ μέγιστα ὀνησόμεθα. Ἐπειδὴ γὰρ φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ὁ ἡμέτερος, οὐχ οὕτω δι᾽ ἑτέρων παρακαλούμενος ὑπὲρ ἡμῶν ἐπινεύει, ὡς δι᾽ ἡμῶν αὐτῶν. Ὅρα ἀγαθότητος ὑπερβολήν· ἐὰν ἴδῃ τοὺς προσκεκρουκότας ἡμᾶς, τοὺς ἠτιμωμένους, τοὺς μηδεμίαν παῤῥησίαν ἔχοντας, μικρὸν διεγερθέντας, καὶ ἐπὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας αὐτοῦ καταφυγεῖν ἐθελήσαντας, εὐθέως ἐπινεύει ταῖς αἰτήσεσι, καὶ χεῖρα ὀρέγει κειμένοις, καὶ διανίστησι πεπτωκότας, καὶ βοᾷ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;

Ἀλλ᾽ ἵνα μάθητε καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι πολλοὶ δι᾽ ἑαυτῶν μᾶλλον παρακαλέσαντες ἴσχυσαν ἐπιτυχεῖν τῶν σπουδαζομένων, ἢ δι᾽ ἑτέρων, ἀναγκαῖόν ἐστι τοὺς ἐπιτυχόντας εἰς μέσον παραγαγεῖν, ἵνα καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς ζῆλον διεγερθῶμεν.

Ἀκούσωμεν τοίνυν πῶς ἡ Χαναναία ἐκείνη γυνὴ κατώδυνος οὖσα τὴν ψυχὴν καὶ ἀλλόφυλος, ἐπειδὴ εἶδε τὸν τῶν ψυχῶν ἰατρὸν, καὶ τὸν ἥλιον τῆς δικαιοσύνης ἀνατείλαντα τοῖς ἐν σκότει καθημένοις, ὅπως μετὰ θερμῆς καὶ ζεούσης προθυμίας τὴν πρόσοδον ἐποιήσατο, καὶ οὔτε τὸ γυναῖκα αὐτὴν εἶναι, οὔτε τὸ ἀλλόφυλον, ὀκνηροτέραν γενέσθαι παρεσκεύασεν, ἀλλὰ πάντα τὰ κωλύματα ταῦτα παρωσαμένη, προσελθοῦσά φησιν· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.

Ἀλλ᾽ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος σιγᾷ καὶ οὐκ ἀποκρίνεται, οὐ λόγου μεταδίδωσιν, οὐδὲ οἰκτείρει τὸ γύναιον, ὁρῶν μετὰ τοσαύτης οἰμωγῆς προσελθοῦσαν, ἀλλὰ μακροθυμεῖ, βουλόμενος τὸν λανθάνοντα θησαυρὸν ἐν τῇ γυναικὶ κατάδηλον ἅπασι ποιῆσαι. ᾜδει γὰρ τὸν κρυπτόμενον μαργαρίτην, ὃν οὐκ ἐβούλετο λαθεῖν ἡμᾶς· καὶ διὰ τοῦτο ἀναβάλλεται, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῖ, ἵνα ἡ πολλὴ τῆς γυναικὸς προσεδρία διδασκαλία πᾶσι γένηται τοῖς μετὰ ταῦτα. Καὶ ὅρα τοῦ Θεοῦ τὴν ἄφατον ἀγαθότητα. Αὐτὸς μὲν, φησὶν, οὐκ ἀπεκρίνατο αὐτῇ· οἱ δὲ μαθηταὶ συμπαθέστεροι καὶ φιλανθρωπότεροι νομίζοντες εἶναι, οὐ τολμῶσι φανερῶς εἰπεῖν· Παράσχου αὐτῇ τὴν αἴτησιν, ἐλέησον αὐτὴν, σπλαγχνίσθητι ἐπ᾽ αὐτῇ· ἀλλὰ τί; Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ λέγοντες· ἐλευθέρωσον ἡμᾶς τῆς ἐπαχθείας, ἀπάλλαξον ἡμᾶς τῆς κραυγῆς τῆς παρ᾽ αὐτῆς γινομένης. Τί οὖν ὁ Δεσπότης;

Νομίζετέ με, φησὶν, εἰκῆ σεσιγηκέναι, καὶ μὴ ἀξιῶσαι αὐτὴν ἀποκρίσεως; Ἀκούετε· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Οὐκ ἴστε, φησὶν, ὅτι ἀλλόφυλός ἐστιν ἡ γυνή; οὐκ ἴστε ὅτι καὶ ὑμῖν ἤδη παρηγγύησα εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν;

Τίνος οὖν ἕνεκεν οὕτως ἀνεξετάστως τὴν συμπάθειαν ἐπιδείκνυσθε; Σκόπει τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, πῶς καὶ ὅτε ἔδοξεν ἀποκρίνεσθαι, τῆς σιγῆς βαρύτερον καθικνεῖτο τῆς γυναικὸς, καὶ μονονουχὶ καιρίαν αὐτῇ δέδωκε τὴν πληγὴν, κατὰ μικρὸν αὐτὴν διεγεῖραι βουλόμενος, ἵνα μάθωσιν ἀγνοοῦντες οἱ μαθηταὶ τὴν ἐγκεκρυμμένην ἐν αὐτῇ πίστιν. Ἀλλ᾽ οὐδὲ οὕτως ἐνάρκησεν, οὐδὲ ὀκνηροτέρα γέγονε θεασαμένη καὶ τοὺς μαθητὰς οὐδὲν πλέον ἀνύσαντας, καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Εἰ μηδὲ οὗτοι ἴσχυσαν δυσωπῆσαι τὴν ὑπὲρ ἐμοῦ ἱκεσίαν ποιησάμενοι, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην προσεδρεύω; ἀλλὰ καθάπερ ὑπὸ πυρὸς φλεγομένη, καὶ ἐμπιπραμένη τὸν λογισμὸν, καὶ τὰ σπλάγχνα διακοπτομένη, πρόσεισι προσκυνοῦσα καὶ λέγουσα, Κύριε, βοήθει μοι. Καὶ οὐδὲ οὕτως ἐπινεύει τῇ γυναικὶ, ἀλλ᾽ ἀπόκρισιν ποιεῖται τῆς προτέρας βαρυτέραν. Οὐκ ἔστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐννόησον, ἀγαπητὲ, καὶ θαύμασον ἐνταῦθα τῆς ψυχῆς αὐτῆς τὸν πόθον καὶ τὴν πίστιν τὴν ὑπερβάλλουσαν· ὅτι κυνάριον ἀκούσασα οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεπήδησεν, ἀλλὰ μετὰ πολλῆς εὐγνωμοσύνης φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐτῶν.

Ὁμολογῶ, φησὶ, κυνάριον εἶναι· ὡς κυνάριον οὖν με ἀξίωσον τῶν ψιχίων τῆς τραπέζης. Εἶδες γυναικὸς πίστιν καὶ εὐγνωμοσύνην; Κατεδέξατο τὸ εἰρημένον, καὶ παραχρῆμα ἐπέτυχε τοῦ σπουδαζομένου, καὶ ἐπέτυχε μετὰ πολλῶν τῶν ἐγκωμίων. Τί γάρ φησιν ὁ Χριστός;

Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ὦ γύναι· θαυμασμοῦ τὸ ῥῆμα, ἐπαίνου πολλοῦ γέμον τὸ εἰρημένον. Μεγάλην, φησὶν, ἐπεδείξω τὴν πίστιν· διὰ τοῦτο τοσαῦτά σοι ὑπάρξει, ὅσα θέλεις. Ὅρα φιλοτιμίας δαψίλειαν, καὶ θαύμασον τοῦ Δεσπότου τὴν σοφίαν. Ἆρα οὐκ ἐν προοιμίοις ἐνομίζομεν ἀσυμπαθῆ τινα αὐτὸν εἶναι, οὕτω διακρουόμενον, καὶ πρότερον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῦντα τὸ γύναιον, μετὰ δὲ ταῦτα καὶ διὰ τῆς προτέρας, καὶ διὰ τῆς δευτέρας ἀποκρίσεως μονονουχὶ ἀπελαύνοντα, καὶ τὴν μετὰ τοσούτου πόθου προσελθοῦσαν ἀποσοβοῦντα; Ἀλλ᾽ ἐκ τοῦ τέλους κατάμαθε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅτι βουλόμενος αὐτὴν περιφανεστέραν ἐργάσασθαι, διὰ τοῦτο τῇ μακροθυμίᾳ ἐχρήσατο. Εἰ μὲν γὰρ εὐθέως ἐπένευσεν, οὐκ ἂν ἔγνωμεν ἡμεῖς τῆς γυναικὸς τὴν ἀρετήν· ἐπειδὴ δὲ μικρὸν ἀνεβάλλετο, καὶ τοῦ Δεσπότου ἔγνωμεν τὴν ἄφατον φιλανθρωπίαν, κἀκείνης τὴν πίστιν τὴν ὑπερβάλλουσαν.

δʹ. Ταύτην δὲ πᾶσαν τὴν ἱστορίαν εἰς μέσον παραγαγεῖν ἠναγκάσθημεν, ἵνα μάθωμεν, ὅτι οὐχ οὕτω δι᾽ ἑτέρων παρακαλοῦντες ἀνύομεν, ὡς αὐτοὶ δι᾽ ἑαυτῶν, ἐπειδὰν μετὰ θερμότητος προσίωμεν καὶ διεγηγερμένης διανοίας.

Ἰδοὺ γὰρ αὕτη καὶ τοὺς μαθητὰς ἔχουσα ὑπὲρ αὐτῆς ἱκετεύοντας οὐδὲν πλέον ἀνύσαι ἠδυνήθη, μέχρις ὅτε αὐτὴ δι᾽ ἑαυτῆς παραμείνασα τὴν φιλανθρωπίαν ἐπεσπάσατο τοῦ Δεσπότου. Καὶ ἡ παραβολὴ δὲ ἐκείνη τοῦ φίλου τοῦ ἀωρὶ τῆς νυκτὸς παραγενομένου, καὶ τοὺς τρεῖς ἄρτους αἰτήσαντος, τὸ αὐτὸ αἰνίττεται. Εἰ γὰρ καὶ μὴ διὰ τὸ φίλος αὐτοῦ εἶναι, φησὶν, ὑπακούσει αὐτῷ, διὰ γοῦν τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει. Εἰδότες τοίνυν τὴν ἄφατον φιλανθρωπίαν τοῦ ἡμετέρου Δεσπότου, προσίωμεν αὐτῷ, δεικνύντες, καὶ μονονουχὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων προτιθέντες κατ᾽ εἶδος ἕκαστον τῶν ἡμῖν πεπλημμελημένων, καὶ τὴν ὑπὲρ τῶν παρελθόντων συγχώρησιν αἰτοῦντες, ἵνα καὶ εἰς τὸ ἑξῆς πολλὴν τὴν ἀκρίβειαν ἐπιδειξάμενοι, πλείονα τὴν παρ᾽ αὐτοῦ εὔνοιαν ἐπισπασώμεθα. Ἀλλ᾽ ἐπανέλθωμεν, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τοῦ ἀναγνώσματος. Ἀνέβη δὲ, φησὶ, Λὼτ εἰς Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾽ αὐτοῦ· ἐφοβήθησαν γὰρ οἰκῆσαι ἐν Σηγώρ· καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾽ αὐτοῦ. Ἐνακμάζοντα ἔχων ἔτι τὸν φόβον τῆς τιμωρίας τῆς ἐπαχθείσης τοῖς κατὰ τὰ Σόδομα, πόῤῥωθεν ἄπεισιν ὁ δίκαιος, καὶ εἰς τὸ ὄρος, φησὶ, κατοικεῖ μετὰ τῶν θυγατέρων, καὶ ἐν ἐρημίᾳ ἐσχάτῃ καὶ μονώσει λοιπὸν ἐτύγχανε μετὰ τῶν δύο θυγατέρων ἐν τῷ ὄρει κατοικῶν.

Εἶπε δὲ, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ.

Δεῦρο, καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον, καὶ κοιμηθῶμεν μετ᾽ αὐτοῦ, καὶ ἐξαναστήσωμεν σπέρμα ἐκ τοῦ πατρὸς ἡμῶν. Μετ᾽ εὐλαβείας καὶ φόβου πολλοῦ ἀκούωμεν, ἀγαπητοὶ, τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων· οὐδὲν γὰρ ἁπλῶς καὶ εἰκῆ γέγραπται, ἀλλὰ πάντα συμφερόντως καὶ πρὸς ὠφέλειαν ἡμετέραν, κἂν ἡμεῖς ἔνια ἀγνοῶμεν. Οὐ γὰρ ἅπαντα δυνάμεθα μετὰ ἀκριβείας εἰδέναι, ἀλλ᾽ εἰ καὶ αἰτίας πειρώμεθά τινων ἀποδιδόναι κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀλλ᾽ ὅμως καὶ οὕτως ἔχει ἐγκεκρυμμένον τινὰ θησαυρὸν πολὺ ἀπόκρυφόν τε καὶ δυσερμήνευτον. Σκόπει τοίνυν, πῶς ἡ Γραφὴ πάντα σαφῶς διηγησαμένη, καὶ τὸν σκοπὸν ἡμῖν γνωρίσασα τῶν τοῦ δικαίου θυγατέρων, νῦν μὲν ὑπὲρ αὐτῶν ἀρκοῦσαν ἀπολογίαν ποιεῖται, νῦν δὲ ὑπὲρ τοῦ δικαίου, ἵνα μηδεὶς ἀφορῶν πρὸς τὸ γεγονὸς, μήτε τοῦ δικαίου καταγνοίη, μήτε τῶν αὐτοῦ θυγατέρων, ὡς δι᾽ ἀσέλγειαν τῆς μίξεως ταύτης γεγενημένης.

Πῶς οὖν ὑπὲρ τῶν θυγατέρων τοῦ δικαίου ἀπολογεῖται; Εἶπε, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Ὅρα τὸν σκοπὸν μετὰ ἀκριβείας, καὶ παντὸς αὐτὰς ἀπαλλάξεις ἐγκλήματος. Ἐνόμισαν γὰρ πανωλεθρίαν γεγενῆσθαι, καὶ μηδένα ἔτι καταλειφθῆναι· εἶτα καὶ τοῦ πατρὸς ἑώρων τὸ γῆρας. Ἵνα οὖν, φησὶ, μὴ ἀφανισθῇ τὸ γένος, καὶ ἀνώνυμοι γενώμεθα (τοῦτο γὰρ ἦν τὸ παλαιοῖς περισπούδαστον, ὥστε διὰ τῆς τῶν ἐκγόνων διαδοχῆς ἐκτείνεσθαι αὐτῶν τὸ γένος)· ἵνα οὖν, φησὶ, μὴ παντελῆ καὶ ἡμεῖς ἀφανισμὸν ὑπομείνωμεν, τοῦ μὲν πατρὸς πρὸς γῆρας ἐλάσαντος, οὐδενὸς δὲ εὑρισκομένου ἀνδρὸς, ᾧ συγγενόμεναι δυνησόμεθα ἐκταθῆναι, καὶ καταλιπεῖν τοῦ σπέρματος διαδοχὴν, Δεῦρο, φησὶν, ἵνα μὴ τοῦτο γένηται, ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον. Ἐπειδὴ οὐκ ἄν ποτε, φησὶν, ἀνάσχοιτο οὐδὲ ἀκοῇ τοῦτο παραδέξασθαι ὁ πατὴρ, διὰ τοῦ οἴνου τὴν ἀπάτην ἐργασώμεθα. Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι.

Εἶδες πῶς καὶ ὑπὲρ τοῦ δικαίου ἀπελογήσατο ἡ θεία Γραφὴ, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον; Πρότερον μὲν γὰρ ἐξ ὧν αἱ θυγατέρες τὴν διὰ τοῦ οἴνου ἀπάτην εἰργάσαντο, ἔδειξεν ὡς οὐκ ἂν ἑτέρως ἠδυνήθησαν πεῖσαι τὸν πατέρα τοῦτο καταδέξασθαι· νυνὶ δὲ λοιπὸν οἶμαι καὶ οἰκονομίας εἶναι τῆς ἄνωθεν τὸ γεγονὸς, ὥστε τοσοῦτον αὐτῷ κάρον ἐγγενέσθαι, ὡς πάντη ἀγνοῆσαι, ἵνα ἀνεύθυνος γένηται τῶν ἐγκλημάτων. Τὰ γὰρ ἁμαρτήματα ἐκεῖνα ἡμᾶς κατακρίνει καὶ καταδικάζει, ἅπερ ἂν εἰδότες καὶ ἑκόντες ἁμάρτωμεν. Ὁρᾷς δὲ τὴν Γραφὴν μαρτυροῦσαν τῷ δικαίῳ, ὅτι ὅλως οὐκ ᾔδει τὸ γεγονός; Ἀλλὰ πάλιν ἕτερον ἀνακύπτει ζήτημα τὸ τῆς μέθης. Δεῖ γὰρ πάντα διερευνᾶσθαι, ὥστε μηδεμίαν καταλιπεῖν τοῖς ἀγνώμοσι καὶ ἀναισχύντοις ἀφορμήν. Τί οὖν καὶ περὶ τούτου εἴπωμεν; Ὅτι οὐ τοσοῦτον ἐξ ἀκρασίας τὰ τῆς μέθης αὐτῷ γέγονεν, ὅσον ἀπὸ ἀθυμίας.

εʹ. Μηδεὶς τοίνυν τολμάτω ἢ τοῦ δικαίου ποτὲ καταψηφίσασθαι, ἢ τῶν τούτου θυγατέρων. Πῶς γὰρ οὐκ ἂν εἴη μανίας ἐσχάτης καὶ παραφροσύνης, οὓς ἡ θεία Γραφὴ παντὸς ἀπήλλαξεν ἐγκλήματος, μᾶλλον δὲ ὑπὲρ ὧν τοσαύτην ἀπολογίαν συνέθηκεν, ἡμᾶς τοὺς μυρίοις ἁμαρτημάτων φορτίοις πεπληρωμένους καταδικάζειν, καὶ μὴ ἀκούειν Παύλου λέγοντος, Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;

Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γέγονεν, ἀλλ᾽ ἡ ὑπερβολὴ τῆς ἀθυμίας μετὰ τῆς τοῦ οἴνου προσθήκης οὐδεμίαν αὐτῷ αἴσθησιν συνεχώρησε γενέσθαι, ἄκουσον τί φησιν. Ἐγένετο δὲ τῇ ἐπαύριον, καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν Ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν οὖν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην, καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾽ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Ὁρᾷς πῶς ἐξ ὀρθῆς γνώμης τοῦτο ἐποίουν. Ἐπειδὴ γὰρ ἠδυνήθην, φησὶν, ἐγὼ τὸ σπουδαζόμενόν μοι πληρῶσαι, ἀναγκαῖον καὶ σὲ τὸ αὐτὸ διαπράξασθαι· ἴσως γὰρ εἰς ἔργον ἡμῖν ἐκβήσεται τὰ τῆς προσδοκίας, καὶ οὐκ εἰς τέλος τὸ γένος ἡμῶν ἀφανισθήσεται. Ἐπότισαν δὲ καὶ τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι.

Σκόπησον, ἀγαπητὲ, ὅτι τὸ πᾶν τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν ἔργον τὸ γεγονὸς, ὥσπερ ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ, καθεύδοντος αὐτοῦ, ἐκ τῆς πλευρᾶς μέρος λαβὼν οὐδεμίαν αἴσθησιν αὐτῷ συνεχώρησε γενέσθαι, ἀλλὰ τὴν πλευρὰν ἐκείνην εἰς γυναῖκα διαπλάσας παρέστησε τῷ Ἀδάμ· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν. Εἰ γὰρ ἡ τῆς πλευρᾶς ἀφαίρεσις, ἐπειδὴ τὴν ἔκστασιν αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀνεπαισθήτως γέγονε, πολλῷ μᾶλλον νῦν τοῦτο ἂν ἐγένετο. Ὅπερ γὰρ εἶπεν ἐκεῖ ἡ θεία Γραφὴ, ὅτι Ἐπέβαλεν ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· τοῦτο καὶ ἐνταῦθα ἐσήμανε διὰ τοῦ εἰπεῖν, ὅτι Οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι, καὶ ἀναστῆναι. Καὶ συνέλαβον, φησὶν, ἐκ τοῦ πατρὸς αὐτῶν. Καὶ ἔτεκεν ἡ πρεσβυτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα· Ἐκ τοῦ πατρός μου.

Οὗτος πατὴρ Μωαβιτῶν. Ἔτεκε δὲ καὶ ἡ νεωτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Ἀμμᾶν, λέγουσα· Υἱὸς τοῦ γένους μου. Οὗτος πατὴρ Ἀμμανιτῶν. Ὁρᾷς πῶς οὐκ ἀσελγείας ἦν τὸ γεγονὸς, ὅτι παραχρῆμα καὶ τὰς προσηγορίας τοῖς τεχθεῖσιν ἐπέθεσαν μηνύουσαι τὸ γεγενημένον, καὶ μονονουχὶ καθάπερ ἐν στήλῃ τινὶ τοῖς τῶν παιδίων ὀνόμασιν ἐναποτιθέμεναι τοῦ γεγονότος τὴν μνήμην, καὶ ἤδη προμηνύουσαι, ὅτι ἔθνη ἐξ αὐτῶν ἔσται, καὶ εἰς πλῆθος ἐκταθήσεται τῶν τεχθέντων τὸ γένος. Ὁ μὲν γὰρ, φησὶν, ἔσται πατὴρ Μωαβιτῶν, ὁ δὲ, πατὴρ Ἀμμανιτῶν.

ϛʹ. Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, καὶ διὰ τῆς τοῦ γένους διαδοχῆς τὴν μνήμην αὐτοῖς ἐβούλοντο διατηρεῖσθαι, τοσαύτην σπουδὴν τοῦ δικαίου αἱ θυγατέρες ἐποιήσαντο· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν τὰ τῆς εὐσεβείας ἐπιδέδωκε, καὶ κατὰ τὸν μακάριον Παῦλον, Παράγει λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, τὴν διὰ τῆς τῶν ἀγαθῶν πράξεως ἔργων μνήμην ἑαυτοῖς καταλιμπάνωμεν, ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, ἡ τῆς ἀρίστης ἡμῶν πολιτείας ἀκρίβεια ὑπόμνησις καὶ διδασκαλία γένηται τοῖς εἰς ἡμᾶς ὁρῶσιν.

Οἱ γὰρ ἐνάρετοι, καὶ τὸν σώφρονα βίον μετιόντες, οὐκ ἐν τῇ ζωῇ ταύτῃ μόνον τυγχάνοντες τὰ μέγιστα τοὺς εἰς αὐτοὺς ὁρῶντας ὠφελεῖν δύνανται, ἀλλὰ καὶ μετὰ τὴν τοῦ βίου πάροδον. Καὶ ἵνα μάθῃς, ὅρα μοι πόσος ἐτῶν ἀριθμὸς παρῆλθε μέχρι τῆς σήμερον, καὶ ὁσάκις ἂν βουληθείημεν εἰς τὸν τῆς σωφροσύνης ζῆλόν τινας ἐνάγειν, τὸν Ἰωσὴφ εἰς μέσον ἄγοντες, τὸν εὐειδῆ, τὸν καλὸν, τὸν νέον, τὸν ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας τοσαύτην ἀνδρείαν περὶ τὴν σωφροσύνην ἐπιδειξάμενον, οὕτω πρὸς τὴν μίμησιν τοῦ δικαίου τοὺς ἀκούοντας διεγείρειν σπουδάζομεν. Τίς γὰρ ἂν, εἰπέ μοι, κατ᾽ ἀξίαν θαυμάσειε τὸν μακάριον τοῦτον, ὅτι ἐν δουλείᾳ τυγχάνων, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, ὅτε καὶ μάλιστα ἡ κάμινος ἐπὶ πλέον ἐξάπτεται τῶν ἐπιθυμιῶν, ὁρῶν τὴν αὐτοῦ δέσποιναν ἐπιπηδῶσαν αὐτῷ καὶ ἐπιμαινομένην, τοσαύτην ἐπεδείξατο τὴν ἀνδρείαν, καὶ οὕτω πρὸς τοὺς τῆς σωφροσύνης ἀγῶνας ἀπεδύσατο, ὡς τῆς ἀκολάστου γυναικὸς ἐκείνης γυμνὸς μὲν τῶν ἱματίων ἀποπηδῆσαι, τὸ δὲ τῆς σωφροσύνης ἔνδυμα περιβαλέσθαι;

Καὶ ἦν ἰδεῖν πρᾶγμα καινὸν καὶ παράδοξον, ἀρνίον ταῖς τοῦ λύκου χερσὶν ἐμπεσὸν, μᾶλλον δὲ τῆς λεαίνης, καὶ διασωθῆναι δυνηθὲν, καὶ καθάπερ περιστερὰν τοῦ ἱέρακος διαφυγοῦσαν τὴν βλάβην, οὕτω τὸν δίκαιον τῶν ἐκείνης διαρπαγέντα χειρῶν. Οὐχ οὕτω θαυμαστὸν εἶναί μοι δοκεῖ τὸ τοὺς τρεῖς παῖδας ἐκείνους ἐν μέσῃ τῇ καμίνῳ τῇ Βαβυλωνίᾳ ἐκείνῃ τοῦ πυρὸς ἀνωτέρους γενέσθαι, καὶ μηδὲν πλέον τὰ σώματα αὐτῶν παθεῖν, ὡς θαυμαστὸν καὶ παράδοξον, τὸν δίκαιον τοῦτον εἰς τὴν κάμινον ταύτην τὴν τῆς Βαβυλωνίας χαλεπωτέραν ἐμπεπτωκότα, τὴν ἀσέλγειαν λέγω τῆς Αἰγυπτίας, ἀνέπαφον διαμεῖναι, καὶ καθαρὸν τῆς σωφροσύνης τὸ ἔνδυμα διατηρήσαντα, οὕτως ἐξελθεῖν. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ἐπειδὴ γὰρ τὰ παρ᾽ ἑαυτοῦ εἰσήνεγκεν, εἶχε καὶ τὴν ἄνωθεν ῥοπὴν αὐτῷ συμπαροῦσαν, καὶ τὴν πυρὰν ἐκείνην κατασβεννύουσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ τὴν δρόσον τὴν παρὰ τοῦ Πνεύματος χαριζομένην. Εἴδετε πῶς οἱ ἐνάρετοι, καὶ ἐνταῦθα παρόντες, καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, ὠφελείας ἡμῖν ὑπόθεσις γίνονται;

Διὰ γὰρ τοῦτο τὸν δίκαιον τοῦτον εἰς μέσον νῦν παρηγάγομεν, ἵνα τούτῳ πάντες ἑπώμεθα. Τοῦτον οὖν ἅπαντες ζηλώσωμεν, καὶ ἀνώτεροι τῶν ἡδονῶν γενώμεθα, καὶ εἰδότες, Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, οὕτως ἑαυτοὺς καθοπλίζωμεν· καὶ ἐννοοῦντες ὅτι σῶμα περικείμενοι, πρὸς ἀσωμάτους δυνάμεις πυκτεύειν ἀναγκαζόμεθα, φραττώμεθα τοῖς ὅπλοις τοῦ Πνεύματος. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ σάρκα περικείμενοι πρὸς τὰς ἀοράτους δυνάμεις τὴν πάλην ἔχομεν, καὶ τὰ ὅπλα ἡμῶν ἀόρατα κατεσκεύασεν, ἵνα τῇ δυνάμει τῶν ὅπλων περιγινώμεθα τῆς φύσεως τῶν ἀντιπάλων. Θαῤῥοῦντες τοίνυν τῇ τῶν ὅπλων δυνάμει, τὰ παρ᾽ ἑαυτῶν εἰσφέρωμεν, καὶ δυνησόμεθα τῇ παντευχίᾳ ταύτῃ τῇ πνευματικῇ φραττόμενοι αὐτὴν τοῦ διαβόλου συγκόψαι τὴν ὄψιν. Οὐδὲ γὰρ ἐνεγκεῖν δύναται τὴν ἐντεῦθεν ἀστραπὴν, ἀλλὰ κἂν ἐπιχειρήσῃ στῆναι ἐξ ἐναντίας, εὐθέως ἀποτυφλοῦται τὰς ὄψεις.

Ἔνθα γὰρ ἂν ᾖ σωφροσύνη, καὶ σεμνότης, καὶ πολλὴ τῶν ἄλλων ἀρετῶν ἡ σύνοδος, ἐκεῖ καὶ ἡ τοῦ Πνεύματος χάρις μετὰ δαψιλείας ἐφίπταται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν. Ἐκκαθάρωμεν τοίνυν ἑαυτῶν, παρακαλῶ, τὸ συνειδὸς, καὶ ἀποσμήξωμεν ἡμῶν τὸν λογισμὸν, ἵνα πάσης ῥυπαρᾶς ἐννοίας ἀπηλλαγμένοι, τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ τῶν τοῦ διαβόλου περιγενώμεθα μηχανημάτων, καὶ καταξιωθῶμεν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαῦσαι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.