Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΜΗ΄-Ν΄: Ο θάνατος της Σάρρας, ο γάμος του Ισαάκ και η γέννηση των διδύμων

Η αγορά του σπηλαίου για την ταφή της Σάρρας, η αποστολή του δούλου για την εύρεση της Ρεβέκκας, ο γάμος του Ισαάκ και η γέννηση του Ησαύ και του Ιακώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 17

ΟΜΙΛΙΑ ΜΗʹ. Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου. Εἴδετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ἀνδρείαν· εἴδετε ψυχὴν ἀδάμαντος στεῤῥοτέραν, πῶς, τὸ ἧκον εἰς αὐτὸν, διὰ τὸν περὶ τὸν Θεὸν πόθον ἱερεὺς τοῦ παιδὸς ἐγένετο, καὶ τῇ μὲν γνώμῃ ᾕμαξε τὴν δεξιὰν, καὶ τὸ ἱερεῖον προσήνεγκε· διὰ δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν σῶον καὶ ὑγιῆ τὸν παῖδα λαβὼν ἐπανῄει, καὶ ἀπὸ τῆς προαιρέσεως ἀνεκηρύττετο ὁ πατριάρχης καὶ τὸν στέφανον λαμπρὸν ἀνεδήσατο, καὶ τοῦτον τὸν τελευταῖον ἀγῶνα ἠγωνίσατο, καὶ διὰ πάντων τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο. Ἴδωμεν καὶ σήμερον τοῦ δικαίου τούτου τὸ φιλόστοργον, ὅσην ποιεῖται τοῦ παιδὸς τὴν κηδεμονίαν. Ἐπειδὴ γὰρ μετὰ τὸ ἀπὸ τῆς θυσίας ταύτης ἐπανελθεῖν τῆς καινῆς καὶ παραδόξου διεδέξατο αὐτὸν τῆς Σάῤῥας τὸ πένθος, αἰτήσας παρὰ τῶν υἱῶν Χὲτ κτῆσιν τάφου, καὶ πριάμενος τὸν τόπον, ἀπέθετο τὸν νεκρὸν, καὶ ταύτην πρώτην ἀρχὴν κτήσεως ποιεῖται ὁ πατριάρχης διὰ τὴν τῆς Σάῤῥας τελευτήν.

Δεικνῦσα γὰρ ἡμῖν ἡ θεία Γραφὴ διὰ πάντων τοῦ δικαίου τὴν ἀρετὴν, καὶ ὅτι ὡς πάροικος καὶ παρεπίδημος ἅπαντα διῆγε τὸν χρόνον, καὶ τοῦτο ἐπεσημήνατο, ἵνα μάθωμεν, ὅτι ὁ τοσαύτης ἀπολαύων τῆς ἄνωθεν συμμαχίας, καὶ οὕτω περιφανὴς γεγονὼς, καὶ ἐπὶ τοσοῦτον πλῆθος ἐκταθεὶς, οἰκεῖον τόπον οὐκ ἐκτήσατο, καθάπερ νῦν πολλοὶ ποιοῦσιν, ἀγροὺς καὶ κώμας, καὶ πολλήν τινα καὶ ἄφατον περιουσίαν κατακτᾶσθαι σπουδάζοντες. Εἶχε γὰρ ἀρκοῦντα πλοῦτον τὸν ἀπὸ τῆς γνώμης, καὶ οὐδεμίαν περὶ ταῦτα ἐποιεῖτο τὴν σπουδήν. Ἀκουέτωσαν οἱ ἀθρόον γαὶ ἐν μιᾷ καιροῦ ῥοπῇ τὰ πάντων περιβαλλόμενοι, καὶ πανταχοῦ, ὡς εἰπεῖν, τῆς οἰκείας πλεονεξίας τὴν ἐπιθυμίαν ἐκτείνοντες, καὶ μιμείσθωσαν τὸν πατριάρχην, τὸν οὐδὲ ὅπου καταθῇ τῆς Σάῤῥας τὸ λείψανον ἐσχηκότα, μέχρις ὅτε, καὶ ὑπ᾽ αὐτῆς τῆς ἀνάγκης ὠθούμενος, ὠνήσατο τὸν ἀγρὸν καὶ τὸ σπήλαιον παρὰ τῶν υἱῶν Χέτ.

Ὅτι γὰρ περίβλεπτος ἦν παρὰ τοῖς τὴν Χαναναίαν οἰκοῦσιν, ἄκουε τῶν υἱῶν Χὲτ πρὸς αὐτὸν λεγόντων· Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσῃ τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ.

Ἀλλ᾽ ὅρα τὸν δίκαιον, ὅπως κἀκείνους παιδεύει δι᾽ αὐτῶν τῶν ἔργων τὴν οἰκείαν φιλοσοφίαν, καὶ οὐ πρότερον ἀνέχεται λαβεῖν τὸ μνημεῖον, πρὶν ἂν τὴν δικαίαν καταβάλλῃ τιμήν. Εἰ γὰρ καὶ ὑμεῖς, φησὶν, οὕτω περὶ ἐμὲ εὐγνώμονες γεγόνατε, ἀλλ᾽ ἐγὼ οὐκ ἀνέξομαι, εἰ μὴ πρότερον τὴν δέουσαν τιμὴν καταβάλλοιμι, λαβὼν παρ᾽ ὑμῶν τὸ μνημεῖον. Καὶ δοὺς, φησὶ, τὸ ἀργύριον, ἔλαβε τὸ μνημεῖον· καὶ ἔθαψε Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ. Καὶ ὁ οὕτω περιφανὴς καὶ περίβλεπτος, καὶ τοσαύτην παῤῥησίαν παρὰ τῷ Θεῷ ἔχων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, τῶν αὐτόθι τοσαύτης ἀπολαύων θεραπείας, ὡς καὶ τοὺς υἱοὺς Χὲτ βασιλέα αὐτὸν ὀνομάζειν, οὐδὲ βῆμα ποδὸς ἐκέκτητο. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀνακηρύττων τοῦ δικαίου τούτου τὴν ἀρετὴν, γράφων ἔλεγε· Πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Εἶτα διδάσκων ἡμᾶς πῶς πίστει παρῴκησεν, ἐπήγαγεν· Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τῇ ἐλπίδι, φησὶ, τῶν μελλόντων ὑπερεώρα τῶν παρόντων, καὶ τῇ προσδοκίᾳ τῶν μειζόνων ἔλαττον ἐφρόντιζε τούτων τῶν ἐν τῷ παρόντι βίῳ· καὶ ταῦτα πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς χάριτος.

Ποίαν οὖν ἕξομεν ἡμεῖς ἀπολογίαν, εἰπέ μοι, οἱ μετὰ τοσαύτας ἐπαγγελίας καὶ τὰς ὑποσχέσεις τῶν ἀποῤῥήτων ἀγαθῶν πρὸς τὰ παρόντα ἐπτοημένοι, καὶ ὠνούμενοι ἀγροὺς, καὶ πανταχοῦ φαιδρύνεσθαι σπουδάζοντες, καὶ ἀπὸ πλεονεξίας καὶ ἁρπαγῆς ταῦτα ἅπαντα συλλέγοντες, καὶ ὅπερ ὁ μακάριος προφήτης θρηνῶν ἔλεγε, τοῦτο διὰ τῶν ἔργων πληροῦντες· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτα καθ᾽ ἑκάστην ἡμέραν ὁρῶμεν γινόμενα, καὶ χήρας μὲν ἁρπαζομένας, ὀρφανοὺς δὲ ἀποδυομένους, καὶ τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατωτέρων πιεζομένους; Ἀλλ᾽ οὐχ οὕτως ὁ δίκαιος οὗτος· ἀλλὰ καὶ μνημεῖον ὠνήσασθαι βουληθεὶς, ἐπειδὴ εἶδεν ἑτοίμους διαδοῦναι βουλομένους τοὺς αἰτηθέντας, οὐ πρότερον ἠνέσχετο, πρὶν ἢ τὴν δικαίαν κατέβαλε τιμήν. Ἅπερ ἐννοοῦντες, ἀγαπητοὶ, μιμησώμεθα οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ περὶ τὴν τῶν πλειόνων ἐπιθυμίαν ἐκκαιόμενοι, μεῖζον ἑαυτοῖς καὶ σφοδρότερον ἐπισωρεύωμεν τὸ πῦρ τὸ ἄσβεστον, τὴν φλόγα τὴν ἀφόρητον. Ἀκουσόμεθα γὰρ, εἰ ἐπιμένοιμεν ταῖς τοιαύταις ἁρπαγαῖς καὶ πλεονεξίαις, τὰ πρὸς τὸν πλούσιον ἐκεῖνον εἰρημένα Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἐπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;

Τίνος γὰρ ἕνεκεν, ἀγαπητὲ, τοσαῦτα συλλέγειν σπουδάζεις, ἅπερ μετ᾽ οὐ πολὺ μέλλων ἐντεῦθεν ἀφαρπάζεσθαι καταλείψεις ἐνταῦθα, οὐ μόνον οὐδὲν ἀπ᾽ αὐτῶν καρπώσασθαι δυνηθεὶς, ἀλλὰ καὶ τὸ φορτίον τῶν ἁμαρτημάτων ἐπὶ τῶν οἰκείων ὤμων ἐπιφερόμενος, καὶ ἄπρακτα λοιπὸν μεταγινώσκων; Καὶ τὰ μὲν παρὰ σοῦ μετὰ πλεονεξίας συλλεγέντα πολλάκις καὶ εἰς τὰς τῶν ἐχθρῶν χεῖρας ἐλεύσεται· αὐτὸς δὲ τὴν ἐπὶ τούτοις δίκην ἀπαιτηθήσῃ. Ποίας οὖν οὐκ ἂν εἴη τοῦτο παραφροσύνης, τὸ ἑτέροις πονεῖσθαι, καὶ αὐτὸς τὴν ἐπὶ τούτοις δίκην διδόναι;

βʹ. Ἀλλ᾽ εἰ καὶ πρότερον οὕτω τὰ καθ᾽ ἑαυτοὺς ῥᾳθύμως διεθήκαμεν, νῦν γοῦν τὸ δέον βουλευσώμεθα, καὶ μὴ ἁπλῶς περιβάλλεσθαι σπουδάζωμεν πολλὴν τὴν περιουσίαν, ἀλλὰ πολλὴν τοῦ δικαίου ποιώμεθα πρόνοιαν Οὐδὲ γὰρ μέχρι τοῦ παρόντος στήσεται τὰ ἡμέτερα, οὐδὲ ἐπὶ τῆς ξένης διὰ παντὸς ἐσόμεθα, ἀλλὰ μετ᾽ οὐ πολὺ εἰς τὴν οἰκείαν ἐπανήξομεν πατρίδα. Πάντα οὖν ποιῶμεν, ὥστε μὴ ἐκεῖ ἐν ἐνδείᾳ ἡμᾶς γενέσθαι. Τί γὰρ ὄφελος ἐν ξένῃ μὲν πολὺν τὸν πλοῦτον καταλιπεῖν, ἐν δὲ τῇ οἰκείᾳ πατρίδι μηδὲ τῶν ἀναγκαίων τὴν χρείαν ἔχειν;

Σπεύσωμεν οὖν, παρακαλῶ, ὡς ἔτι καιρὸς, καὶ τὰ ἐπὶ τῆς ξένης ἐκεῖ μεταθῶμεν. Εἰ γὰρ καὶ πολὺ τὸ διάστημα, ἀλλὰ σφόδρα εὔκολος ἡ μετακομιδή. Καὶ γὰρ οἱ μετακομίζοντες ἕτοιμοι, καὶ μετὰ ἀσφαλείας ἐκεῖσε βαδίζοντες, καὶ ἐν ἀσύλῳ θησαυρῷ ἀποτιθέμενοι ἅπερ ἂν δι᾽ αὐτῶν προαποστεῖλαι δυνηθῶμεν. Αἱ γὰρ τῶν πενήτων χεῖρες εἰς ταμιεῖα τῶν οὐρανῶν ἀποτίθενται τὰ παρ᾽ ἡμῶν διδόμενα. Ὅταν οὖν καὶ ἡ εὐκολία ᾖ τοσαύτη καὶ ἀσφάλεια, τίνος ἕνεκεν ἀναδυόμεθα, οὐχὶ δὲ μετὰ πάσης σπουδῆς τοῦτο διαπραττόμεθα, ἵνα ἐκεῖ ταῦτα εὕρωμεν, ἔνθα μάλιστα αὐτῶν χρῄζομεν; Διὰ τοῦτο καὶ ὁ πατριάρχης οὗτος ὡς ἀλλοτρίαν κατῴκει τὴν Χαναναίαν, ἐπειδὴ ἐκείνην Ἐδέχετο τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐὰν τοίνυν βουληθῶμεν τὸν δίκαιον τοῦτον μιμήσασθαι, καὶ ἡμεῖς εἰς ἐκείνην καταντήσομεν ἂν, καὶ εἰς τοὺς κόλπους τοῦ πατριάρχου φθάσομεν. Ἡ γὰρ κοινωνία τῶν πράξεων καὶ τῆς ἀπολαύσεως τὴν κοινωνίαν ἡμῖν χαρίζεται.

Ἀλλ᾽, εἰ δοκεῖ, ἐπανέλθωμεν λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου, καὶ ἴδωμεν μετὰ τὸν τῆς Σάῤῥας θάνατον, ὅσην ὁ δίκαιος ποιεῖται φροντίδα τοῦ παιδὸς, τοῦ Ἰσαὰκ λέγω. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς διηγουμένης ἡμῖν. Καὶ Ἀβραὰμ, φησὶν, ἦν πρεσβύτερος, προβεβηκὼς ἡμερῶν. Καὶ Κύριος ηὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα. Τίνος ἕνεκεν τοῦτο ἡμῖν ἐπεσημήνατο; Ἐπειδὴ μέλλει φροντίδα ποιεῖσθαι τοῦ Ἰσαὰκ καὶ σπουδὴν, ὥστε νύμφην αὐτῷ ἀγαγέσθαι, διὰ τοῦτο ἐσήμανεν ἡμῖν τὴν ἡλικίαν τοῦ πατριάρχου. Ἡνίκα γὰρ, φησὶ, πρὸς ἔσχατον γῆρας ἤλασε, βουλόμενος τὸν Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται γυναῖκα, καλέσας, φησὶ, τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.

Τῇ μὲν Ἑλλάδι γλώττῃ οὕτω γέγραπται, Ὑπὸ τὸν μηρόν μου· ἐν δὲ τῇ Ἑβραΐδι φασὶν, Ὑπὸ τὴν ὀσφύν. Καὶ τίνος ἕνεκεν οὕτω φησίν; Ἰδίωμα τοῦτο τῶν παλαιῶν ἀνδρῶν ἦν. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐντεῦθεν ἡ ἀρχὴ τῆς Ἰσαὰκ γεννήσεως γέγονε. Καὶ ἵνα μάθῃς ὅτι συνηθείας τινὸς ἦν τὸ γινόμενον, ὅρα αὐτὸν ἐπιτάττοντα τὴν μὲν χεῖρα αὐτόθι ἐπιθεῖναι, εὐθέως δὲ ἐπάγοντα· Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς. Ὅρα πῶς καὶ τὸν οἰκέτην διδάσκει εἰδέναι τὸν τῶν ἁπάντων δημιουργόν. Εἰπὼν γὰρ Θεὸν οὐρανοῦ καὶ Θεὸν γῆς, ἅπασαν τὴν κτίσιν συμπεριέλαβε.

Καὶ τίς ὁ ὅρκος; Ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων Χαναναίων, μεθ᾽ ὧν ἐγὼ κατοικῶ ἐν αὐτοῖς· ἀλλ᾽ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.

Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου τὴν πρὸς τὸν οἰκέτην γενομένην; Μὴ ἁπλῶς γὰρ παραδράμῃς τὰ εἰρημένα, ἀλλ᾽ ἐννόησον τὸν σκοπὸν τοῦ δικαίου, καὶ λόγισαι ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ἐπιζητοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον, καὶ ἀνδράποδα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν, καὶ τρόπων εὐγένειαν. Ἐπειδὴ γὰρ εἶδε τῶν ἐν τῇ Χαναναίᾳ οἰκούντων τὴν πονηρίαν, εἰδὼς ὅσον ἐστὶν ἀγαθὸν ὁμότροπον ἔχειν σύζυγον, διατάττεται τῷ παιδὶ, καὶ ὅρκον προστίθησιν, ὥστε ἐκ τῆς συγγενείας αὐτοῦ ἀγαγέσθαι τῷ Ἰσαὰκ γυναῖκα· καὶ οὔτε τὸ διάστημα τῶν τόπων, οὔτε αἱ ἄλλαι δυσκολίαι ὀκνηρότερον αὐτὸν περὶ τοῦτο πεποιήκασιν· ἀλλ᾽ εἰδὼς τοῦ πράγματος τὸ ἀναγκαῖον, πᾶσαν ποιεῖται τὴν σπουδὴν, καὶ ἀποστέλλει τὸν οἰκέτην. Ἀλλ᾽ ὁ μὲν πατριάρχης ἐπιμελούμενος τῆς κατὰ ψυχὴν ἀρετῆς, καὶ φεύγων τῶν ἐγχωρίων τὴν πονηρίαν, τοῦτο ποιεῖ· οἱ δὲ νῦν ἅπαντες οὐκ ἄν ποτε ἀνάσχοιντο τοιοῦτόν τι ἐννοῆσαι· ἀλλὰ κἂν μυρίων ᾖ κακῶν ἀνάμεστος, ἓν μόνον ἐπιζητοῦσι, τῶν χρημάτων τὴν περιουσίαν, καὶ πάντα τὰ ἄλλα δεύτερα αὐτοῖς νενόμισται, οὐκ εἰδότες ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἥξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς περιουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς.

γʹ. Ἀλλ᾽ ὁ μὲν πατριάρχης ἀρκοῦσαν τῷ παιδὶ τὴν ἐντολὴν ἐποιήσατο, καὶ ὅρκοις αὐτὸν συνέδησεν. Ἴδωμεν δὲ λοιπὸν τὴν εὐγνωμοσύνην τοῦ οἰκέτου, ὅπως ἐζήλου τοῦ δεσπότου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε μετὰ πολλῆς σφοδρότητος ἐντελλόμενον τὸν δίκαιον, φησὶ πρὸς αὐτόν· Ἐὰν μὴ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾽ ἐμοῦ, βούλει τὸν υἱόν σου ἀποστρέψω εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; Ἵνα μὴ, φησὶ, δυσκολίας τινὸς παρεμπεσούσης ἐκβαίνειν δόξω τὰς ἐντολὰς τὰς σὰς, διὰ τοῦτο πυνθάνομαι, τί δέοι με παραφυλάξασθαι, καὶ εἰ ἀρεστόν σοι τὸν Ἰσαὰκ ἐκεῖ ἀπελθεῖν, ὥστε λαβόντα τὴν γαμετὴν οὕτως ἐπανελθεῖν, εἰ μὴ ἀνάσχοιτο, καθάπερ ἐνετείλω, μετ᾽ ἐμοῦ παραγενέσθαι; Τί οὖν ὁ δίκαιος; Ἀπαγορεύει τοῦτο αὐτῷ καί φησι· Πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Οὐ χρεία σοι γενήσεται τούτου, φησίν. Ὁ γὰρ τὴν ἐπαγγελίαν πρός με ποιησάμενος, καὶ ἐπὶ τοσοῦτον αὐξηθῆναι τὸ σπέρμα αὐτοῦ ὑποσχόμενος, αὐτός σοι καὶ τοῦτο εὐοδώσει.

Μὴ τοίνυν ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς. Ὅρα πῶς καὶ ἀνωτέρω ὁρκῶν τὸν παῖδα, τὸν δημιουργὸν τῶν ὅλων αὐτὸν ἐκπαιδεύει· καὶ νῦν μέλλων ἐπεύχεσθαι, τὰ αὐτὰ ῥήματά φησι, διὰ πάντων παιδεύων τὸν οἰκέτην ἐπ᾽ ἐκεῖνον τὴν πεποίθησιν ἔχοντα, οὕτω τῆς ὁδοιπορίας ἅψασθαι, καὶ θαῤῥεῖν καὶ ὑπὲρ τοῦ τέλους. Διδάσκει γὰρ αὐτὸν ὅσης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπήλαυσε τῆς παρὰ τοῦ τῶν ὅλων Θεοῦ εὐνοίας, καὶ ὅτι αὐτὸς οὗτος, ὁ καὶ ἐκ τῆς οἰκείας πατρίδος ἀναστήσας, καὶ μέχρι νῦν τὰ κατ᾽ αὐτὸν οὕτως οἰκονομήσας, καὶ ἐν αὐτῷ τῷ γήρᾳ τοῦ Ἰσαὰκ τὸν τόκον χαρισάμενος, αὐτὸς καὶ τὰ προκείμενα αὐτῷ κατευοδώσει. Κύριος ὁ Θεὸς, φησὶ, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, αὐτὸς οὗτος ὃς ἐλάλησέ μοι λέγων, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, οὗτος ὁ τοσαύτην περὶ ἐμὲ τὴν κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Θαῤῥῶν, φησὶν, ἄπιθι· πέπεισμαι γὰρ ὅτι ὁ τοσαύτην περὶ ἐμὲ τὴν εὐεργεσίαν ἐπιδειξάμενος, καὶ ταύτην προσθήσει ταῖς προλαβούσαις, καὶ ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. Αὐτός σοι προοδοποιήσει ἅπαντα, αὐτός σοι καὶ τὴν γυναῖκα γνώριμον ποιήσει, καὶ λαβὼν αὐτὴν ἥξεις.

Ἐὰν δὲ γένηται, ὃ μὴ γένοιτο, καὶ ἀντιτείνῃ ἡ γυνὴ τοῦ μὴ πορευθῆναι, ἀλλότριος ἔσῃ ἀπὸ τῆς ἀρᾶς τοῦ ὅρκου. Τὸν μέντοι υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. Οὐκ ἀμφιβάλλω γὰρ, ὅτι κατευοδώσει σε Κύριος.

Καὶ δεικνὺς ὅπως ἐπεποίθει τῇ τοῦ Θεοῦ δυνάμει, ἀπαγορεύει τῷ παιδὶ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶτα ἐπειδὴ μετὰ ἀκριβείας διετείλατο τῷ παιδὶ, καὶ ἀπήλλαξεν αὐτὸν τῆς φροντίδος (ἐδεδοίκει γὰρ ὁ παῖς μὴ ἐπιορκήσας ἁλῷ τὸ προσταχθὲν μὴ πληρώσας), Θεὶς, φησὶ, τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν, ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου, ὥστε μὴ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξεν ὁ οἰκέτης τὴν εὔνοιαν τὴν περὶ τὸν δεσπότην; Ὅρα λοιπὸν αὐτὸν ἐκ τῆς τοῦ πατριάρχου διδασκαλίας βελτίω γινόμενον, καὶ μιμούμενον τοῦ δικαίου τὸ φιλόθεον. Λαβὼν γὰρ, φησὶν, ὁ παῖς δέκα καμήλους καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ, ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχὼρ, καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψὲ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν εὐγνωμοσύνην. Τὸν τῆς οἰκουμένης Δεσπότην ἀπὸ τοῦ πατριάρχου ὀνομάζει· Κύριε γὰρ ὁ Θεὸς, φησὶ, τοῦ κυρίου μου Ἀβραὰμ, ὁ τοσαύτας περὶ αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος. Καὶ τί θαυμάζεις εἰ ὁ οἰκέτης αὐτὸν οὕτω καλεῖ Θεὸν Ἀβραάμ;

Αὐτὸς ὁ τῶν ὅλων Θεὸς δεικνὺς ὅπως τῶν δικαίων τὴν ἀρετὴν περὶ πολλοῦ ποιεῖται, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς Ἰακὼβ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἀβραάμ. Κύριε, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ· ὡς εἰ ἔλεγεν· Εἰς ἔργον ἐλθεῖν ποίησον τὰ δόξαντα αὐτῷ, καὶ κατὰ γνώμην τὴν αὐτοῦ πάντα εὐόδωσον. Ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Τί ἐστι, Ποίησον ἔλεος; Τὴν ἐπιθυμίαν αὐτοῦ πλήρωσον. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ. Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν σύνεσιν.

Ἐπειδὴ γὰρ ᾔδει τοῦ πατριάρχου τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι ὁμότροπον εἶναι προσήκει τῷ δικαίῳ, οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ᾽ ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν χαρακτηρίσαι βούλεται τῆς κόρης, καί φησιν· Ἐὰν ἐμοῦ αἰτήσαντος παρ᾽ αὐτῆς τὸ ὕδωρ, ἐπικλίνῃ μοι τὴν ὑδρίαν, καὶ μὴ μόνον τὸ αἰτηθὲν ποιήσῃ, ἀλλὰ καὶ τὴν δαψίλειαν τῆς οἰκείας γνώμης ἐπιδείξηται, καὶ εἴπῃ, Καὶ ταῖς καμήλοις σου ἐφυδρεύσομαι, ἀρκοῦσαν ἀπόδειξιν παρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων ἐπιεικείας.

δʹ. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον ἦν κόρην ἁπαλὴν ὑδρευομένην οὐ μόνον μὴ ἀνανεῦσαι πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ καθεῖναι τὴν ὑδρίαν ἀπὸ τῶν ὤμων, καὶ παρασχεῖν ἐμφορηθῆναι τῷ αἰτοῦντι, καὶ ταῦτα ξένῳ ὄντι καὶ οὐδαμόθεν γνωρίμῳ· καὶ οὐ μόνον τούτῳ, ἀλλὰ καὶ ταῖς καμήλοις ἁπάσαις ὑδρεύσασθαι, καὶ δεῖξαι διὰ τῶν γινομένων τῆς ἐν τῇ ψυχῇ εὐγενείας τὰ τεκμήρια. Ἢ οὐκ ἴστε ὅτι πολλοὶ καὶ ἄνδρες ὄντες ἀνανεύουσι πολλάκις πρὸς τὰς τοιαύτας αἰτήσεις; Καὶ τί λέγω πρὸς ὕδατος παροχήν; Ἐνίοτε δᾷδας κατέχοντες, καὶ ὑπὸ τῶν παριόντων παρακαλούμενοι, ὥστε παρασχεῖν βραχὺ ἀναμεῖναι, ἵνα λύχνον ἀνάψωσιν, οὐδὲ τοῦτο ποιῆσαι ἀνέχονται, καὶ ταῦτα τοῦ πυρὸς οὐδεμίαν ἐλάττωσιν ὑπομένοντος, κἂν μυρίοι ὦσιν οἱ μέλλοντες ἅπτειν. Ἐνταῦθα δὲ καὶ γυνὴ καὶ κόρη, καὶ ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσα, οὐ μόνον οὐκ ἐδυσχέρανε πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ αἰτήσει, καὶ τὸ ποτὸν παρέχει, καὶ ἐξ οἰκείας γνώμης καὶ ταῖς καμήλοις ὑδρεύσασθαι ἐπείγεται. Ὁ γὰρ φιλάνθρωπος Θεὸς ἐπινεύσας ταῖς τοῦ πατριάρχου προσευχαῖς, τὸν ἄγγελον αὐτοῦ προπέμψας, ἅπαντα ταῦτα ᾠκονόμησε γενέσθαι, καὶ καθάπερ ᾔτησεν ὁ παῖς, οὕτως ἅπαντα εἰς ἔργον ἐξῆλθεν. Εἶτα ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου, καὶ ἐπέτυχε, καθάπερ ἐπεθύμει, τῆς κόρης, καὶ εἶδεν αὐτῆς τὴν ὑπερβάλλουσαν φιλοξενίαν.

Ἔσπευσε γὰρ, φησὶ, καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. Ὅρα τὴν προθυμίαν ἐπιτεταμένην.

Τὸ γὰρ, Ἔσπευσε, καὶ ἐξεκένωσε τὴν ὑδρίαν, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ, δείκνυσι τῆς κόρης τὴν ἄφατον προθυμίαν· ὅτι οὔτε ὡς ξένη ἀπέφυγεν, οὔτε προφάσει τῆς σωφροσύνης ἀνένευσε πρὸς τὴν αἴτησιν, ἀλλὰ μετὰ πολλῆς ἐπιεικείας φησὶ, Πίε, κύριε.

Ἐννόησόν μοι ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ σωφροσύνης ἀκρίβεια, καὶ ταπεινοφροσύνης ὑπερβολὴ, καὶ φιλοξενίας ἐπίτασις. Πόσου πλούτου γοῦν οὐκ ἂν εἴη ταῦτα τιμιώτερα; πόσων θησαυρῶν ταῦτα οὐκ ἂν προτιμότερά τις ἡγήσαιτο; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ὁρῶν τοίνυν λοιπὸν ὁ εὐγνώμων οἰκέτης ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, Κατεμάνθανεν αὐτὴν, φησὶ, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τί ἐστι, Κατεμάνθανεν αὐτήν; Αὐτὰ τὰ ῥήματα τῆς κόρης κατενόει, τὸ βλέμμα, τὴν βάδισιν, τὸ σχῆμα, τὰ ἄλλα ἅπαντα, καὶ ἀνέμενεν ἰδεῖν, Εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τὰ μὲν γὰρ ἤδη γεγενημένα, φησὶ, πολλὴν δείκνυσι τῆς κόρης καὶ ὑπερβάλλουσαν τὴν ἀρετήν. Δι᾽ ὃ καὶ ἀμειβόμενος αὐτὴν τῆς ὑπακοῆς καὶ τῆς τοῦ ὕδατος παροχῆς, περιτίθησιν αὐτῇ, φησὶν, ἐνώτια χρυσᾶ καὶ δύο ψέλλια, καὶ περιειργάζετο μετὰ ἀκριβείας τὰ κατ᾽ αὐτὴν, καὶ ἠρώτα, Τίνος θυγάτηρ εἶ; καὶ, Εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι; Σκόπει καὶ ἐνταῦθα τῆς κόρης τὴν ἀπόκρισιν.

Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος οὐ μόνον τὸ αἰτηθὲν παρέσχεν, ἀλλὰ μετὰ τὸ πιεῖν αὐτὸν καὶ ταῖς καμήλοις ὑδρεύσατο· οὕτω καὶ ἐνταῦθα πυθομένου τοῦ παιδὸς, εἰ ἔστι μόνον τόπος, καὶ τίνος ἦν θυγάτηρ, φησὶν ἡ κόρη· Θυγάτηρ εἰμὶ Βαθουὴλ τοῦ Μελχᾶς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Λέγει καὶ τὸν πατέρα καὶ τὸν πάππον, ἵνα γνωρίσας ἐκεῖνος προθυμότερος γένηται. Ὅρα εὐγνωμοσύνην τῆς παιδός. Περὶ τοῦ πατρὸς ἐρωτηθεῖσα οὐ μόνον τοῦτο καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα.

Καὶ πυθομένου, εἰ ἔστι τόπος μόνον καταλῦσαι, φησίν· Οὐ μόνον τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾽ ἡμῖν. Ταῦτα ἀκούσας ὁ οἰκέτης, καὶ θαυμάσας τὴν παῖδα τῆς δαψιλοῦς φιλοξενίας, καὶ μαθὼν ὡς οὐ πρὸς ἀγνῶτάς τινας παραγέγονεν, ἀλλ᾽ εἰς τὴν οἰκίαν τοῦ Ναχὼρ, ὃς ἀδελφὸς ἦν τοῦ πατριάρχου, Εὐδοκήσας, φησὶν, ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ.

Ἡσθεὶς ἐπὶ τοῖς γνωσθεῖσιν, ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, Προσεκύνησε τῷ Κυρίῳ, τὴν εὐχαριστίαν ἀνήνεγκε τῷ Δεσπότῃ τῷ διὰ τὴν πρὸς τὸν πατέρα εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κηδεμονίαν, καὶ οὕτω πάντα μετ᾽ εὐκολίας αὐτῷ κατευοδώσαντι· καί φησιν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου.

Ἐπειδὴ εἶδε τῆς παιδὸς τὴν εὐγνωμοσύνην, καὶ ἔμαθεν ἅπαντα σαφῶς παρ᾽ αὐτῆς, λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ, ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη Ἡ παῖς μετὰ πολλῆς τῆς περιχαρείας δραμοῦσα, φησίν. Ὅρα πῶς δι᾽ ἑκάστου τῶν παρ᾽ αὐτῆς γινομένων δείκνυσι τὸ πρόθυμον τὸ περὶ τὴν φιλοξενίαν, διὰ τοῦ δρόμου, διὰ τῶν ῥημάτων, διὰ τῆς ἐπιεικείας. Ἔδραμε γὰρ, φησὶ, καὶ ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. Πάντα ἅπερ ἤκουσε παρὰ τοῦ παιδὸς ἐγνώρισε τοῖς γονεῦσι. Καὶ ἔδραμε, φησὶ, Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. Ὅρα καὶ τοῦτον διὰ τοῦ δρόμου δεικνύντα τὸν πόθον. Καὶ ἰδὼν τὸν ἄνθρωπον ἑστῶτα ἐπὶ τῆς πηγῆς μετὰ τῶν καμήλων, Εἶπεν αὐτῷ· Δεῦρο, εἴσελθε· εὐλογητὸς Κύριος· ἵνα τί ἕστηκας ἔξω; Ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Ὅρα καὶ τοῦτον εὐλογοῦντα τὸν Κύριον ἐπὶ τῇ παρουσίᾳ τοῦ ξένου, καὶ πρὸ τῆς διὰ τῶν ἔργων φιλοξενίας πολλὴν τὴν προτροπὴν ἐπιδεικνύμενον.

Δεῦρο, φησὶν, εἴσελθε· προλαβὼν Ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, φησίν· Ἀπέσαξε τὰς καμήλους, καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ. εʹ. Ὅρα πῶς καὶ ἔτι τῆς πλάνης ἐχόμενοι περὶ τὴν φιλοξενίαν ἦσαν πολλὴν τὴν σπουδὴν ἐπιδεικνύμενοι. Καὶ ἔδωκε νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾽ αὐτοῦ. Καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. Ἀλλ᾽ ἐνταῦθα σκόπει μοι τοῦ οἰκέτου τὴν πολλὴν σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. Ὑμεῖς μὲν, φησὶν, ἐπεδείξασθε τὰ παρ᾽ ἑαυτῶν· ἐγὼ δὲ οὐ πρότερον τῆς ἐμῆς ἀναπαύσεως λόγον τινὰ ποιήσομαι, μέχρις ἂν τὴν αἰτίαν ὑμᾶς διδάξω, δι᾽ ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην, ἵνα πάντα μαθόντες οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην. Καὶ ἀρξάμενος διηγεῖσθαί φησι· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, καὶ χρυσίον καὶ ἀργύριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ καμήλους καὶ ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδωκεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ. Ὅρα πῶς μετὰ ἀκριβείας ἅπαντα αὐτοῖς διηγεῖται.

Ἐκείνου εἰμὶ παῖς, φησὶν, Ἀβραὰμ, ὃν ἴστε· μανθάνετε τοίνυν ὅτι τοσαύτης εὐλογίας ἀπήλαυσε παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου, ὡς ἐν πλούτῳ γενέσθαι αὐτὸν πολλῷ. Εἶτα διδάσκων καὶ τοῦ πλούτου τὴν περιουσίαν, φησὶ, Πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους αὐτῷ γεγενῆσθαι. Ἀκούετε, οἱ πλούσιοι, οἱ πλέθρα γῆς τόσα καὶ τόσα καθ᾽ ἑκάστην ἡμέραν ὠνούμενοι, καὶ λουτρὰ καὶ περιπάτους καὶ οἰκοδομὰς λαμπρὰς οἰκοδομούμενοι, ὁρᾶτε ἐν τίσιν ἦν τοῦ δικαίου ἡ περιουσία. Οὐδαμοῦ ἀγρὸς, οὐδαμοῦ οἰκοδομαὶ, καὶ ἡ περιττὴ πολυτέλεια· ἀλλὰ πρόβατα καὶ μόσχοι καὶ κάμηλοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι. Καὶ ἵνα μάθῃς τῶν οἰκετῶν τὸ πλῆθος πόθεν αὐτῷ ἐγεγόνει, ἐπήγαγεν ἑτέρωθι, ὅτι οἰκογονεῖς ἅπαντες ἦσαν. Οὗτος οὖν ὁ δεσπότης ὁ ἐμὸς ἐν τοσαύτῃ περιουσίᾳ γεγονὼς, καὶ πολλῆς ἀπολαύσας τῆς ἄνωθεν ῥοπῆς, ἡνίκα εἰς γῆρας ἤλασεν, ἡ Σάῤῥα υἱὸν ἔτεκεν αὐτῷ· τοῦτον ἔχων τὸν μονογενῆ, πάντων αὐτὸν κληρονόμον ἤδη κατέστησε· Πάντα γὰρ ἔδωκεν αὐτῷ, ὅσα ἦν αὐτῷ. Εἶτα ἐπειδὴ διηγήσατο τοῦ δεσπότου τὴν περιφάνειαν, τοῦ Ἰσαὰκ τὸν τόκον, λέγει λοιπὸν τὰς ἐντολὰς, ἃς λαβὼν παρὰ τοῦ δεσπότου αὐτοῦ εἰς τὴν Χαῤῥὰν παραγέγονε.

Καὶ ὥρκωσέ με, φησὶν, ὁ κύριός μου, λέγων· Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ, ἀλλ᾽ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο, ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυρίου μου, εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευθῆναι μετ᾽ ἐμοῦ.

Καὶ εἶπέ μοι· Κύριος ὁ Θεὸς, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ τῷ υἱῷ μου γυναῖκα ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ἐὰν μὴ πείθηται ἡ γυνὴ τοῦ μὴ πορευθῆναι μετὰ σοῦ ἐνταῦθα, Τότε ἀθῶος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου. Ὁ μὲν οὖν δεσπότης, φησὶ, ταῦτα ἐντειλάμενος, καὶ ταύταις με ταῖς προσευχαῖς ἐφοδιάσας, οὕτως ἐξέπεμψεν ἐγὼ δὲ θαῤῥήσας ταῖς ἐκείνου προσευχαῖς, ἡνίκα παρεγενόμην ἐπὶ τὴν πηγὴν, ταῦτα τὰ ῥήματα ἐφθεγξάμην, καὶ εἶπον· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδὸν, ἣν ἐγὼ πορεύομαι· ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου, καὶ εἴπῃ μοι· Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνὴ, ἣν ἡτοίμασας τῷ θεράποντί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ταῦτα μὲν ἐγὼ, φησὶ, κατ᾽ ἐμαυτὸν εὐχόμενος τὸν Θεὸν καθικέτευσα· οὔπω δὲ τέλος εἰλήφει τὰ παρ᾽ ἐμοῦ ῥηθέντα, καὶ παραχρῆμα εἰς ἔργον ἐξῄει, καὶ τὰ ῥήματα πράγματα ἐγίνετο. Πρὸ τοῦ γὰρ συντελέσαι με λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο τὴν ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων αὐτῆς.

Εἶπον δὲ αὐτῇ, Πότισόν με, καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν αὐτῆς, καὶ εἶπέ μοι, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ. Καὶ θεασάμενος λοιπὸν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην πρόνοιαν, ἐπηρώτων τίνος εἴη θυγάτηρ· καὶ μαθὼν, ἐξ ὧν εἶπεν, ὅτι οὐ πρὸς ξένους ἀφικόμην, ἀλλ᾽ εἰς τὴν οἰκίαν Ναχὼρ τοῦ ἀδελφοῦ τοῦ κυρίου μου, θαρσήσας, Περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλλια, καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα τὸν Θεὸν τοῦ κυρίου μου Ἀβραὰμ, ὅτι εὐώδωσέ με λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ οὕτως ἐναργῶς ᾠκονομήθη· αἱ γὰρ προσευχαὶ ἐληλύθασιν αἱ γενόμεναι παρὰ τοῦ δεσπότου μου.

Ὑμεῖς δὲ λοιπὸν, εἰ τὰ παρ᾽ ἑαυτῶν ἐπιδείκνυσθε, ποιεῖτε ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ δὲ μὴ, ἀπαγγείλατέ μοι. Ἤδη μοι, φησὶ, γνωρίσατε, ἵνα εἰδέναι ἔχω, ὅ τι δέοι με διαπράξασθαι. Εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι, καὶ Ἐπιστρέψω ἣ εἰς δεξιὰ ἢ εἰς ἀριστερά. Εἶτα ἐπειδὴ ὁ Θεὸς ἦν ὁ τὰ πάντα ἐξευμαρίζων διὰ τὰς τοῦ πατριάρχου προσευχὰς, φησὶ πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης καὶ ὁ ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ δυνησόμεθα ἀντειπεῖν κακὸν, ἢ καλόν. Ἡ διήγησίς σου, φησὶ, δείκνυσιν ὅλον τῆς τοῦ Θεοῦ οἰκονομίας γεγενημένον. Μὴ τοίνυν νομίσῃς ἡμᾶς ἐναντιοῦσθαι τοῖς τῷ Θεῷ δόξασιν· οὐδὲ γὰρ οἷόν τε τοῦτο παρ᾽ ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· Λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.

ϛʹ. Εἴδετε ὅπως τὸ παλαιὸν ἐσπούδαζον γυναῖκας ἄγεσθαι τοῖς ἑαυτῶν παισίν; ὅπως πρὸ τῶν χρημάτων ψυχῆς εὐγένειαν ἐπεζήτουν; Οὐδαμοῦ γραμματεῖα, οὐδαμοῦ συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται, καὶ αἱ αἱρέσεις ἐκεῖναι αἱ τοῖς γραμματείοις ἐντιθέμεναι· Ἐὰν ἄπαις, φησὶ, τελευτήσῃ, ἐὰν τόδε καὶ τόδε συμβῇ· ἀλλὰ παρ᾽ ἐκείνοις οὐδὲν τοιοῦτον, ἀλλὰ τὸ μέγιστον καὶ ἀσφαλὲς γραμματεῖον, τῆς κόρης ὁ τρόπος· οὐδαμοῦ κύμβαλα καὶ χορεῖαι. Καὶ τοῦτο εἴσῃ, ἐπειδὰν πρὸς τὸν νυμφίον τὴν κόρην ἴδῃς ἐπαναχθεῖσαν. Ἀκούσας γὰρ ὁ παῖς ταῦτα, φησὶ, παρὰ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, προσεκύνησε τῷ Θεῷ ἐπὶ τὴν γῆν.

Ὅρα πῶς καθ᾽ ἕκαστον τῶν γενομένων τῷ Δεσπότῃ τῶν ὅλων τὴν εὐχαριστίαν ἀναφέρει. Αὐτὸς γὰρ ἦν ὁ πάντα προοδοποιῶν, καὶ κατὰ τὸ ῥῆμα τοῦ πατριάρχου, ἄγγελον προαποστείλας ἔμπροσθεν αὐτοῦ, τὰ πάντα αὐτῷ ἐξευμαρίζοντα. Καὶ λοιπὸν μαθὼν ὡς τέλος αὐτῷ τὸ σπουδαζόμενον ἔσχεν, Ἐξενέγκας σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ. Λοιπὸν μετὰ παῤῥησίας αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημάτων ἐγγυηθεῖσαν τῷ Ἰσαάκ. Τιμᾷ δὲ δώροις καὶ τὸν ἀδελφὸν καὶ τὴν μητέρα, καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶσαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ, καὶ ἐκοιμήθησαν.

Καὶ ἀναστὰς τῷ πρωῒ εἶπεν· Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Ἐπειδὴ πάντα μοι οὕτω κατευωδώθη, φησὶ, καὶ οὐδέν ἐστι λοιπὸν τὸ ἐλλεῖπον, ἀλλὰ καὶ ὑμῖν τοῦτο ἀρεστὸν ἐφάνη, Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ παρθένος μεθ᾽ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Τίνος ἕνεκεν, φησὶν, ὑπερτίθεσθε καὶ διαναβάλλεσθε, τοῦ Θεοῦ τοσαύτην εὐκολίαν ἐν ἅπασί μοι παρεσχηκότος; Ἀπολύσατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Οἱ δὲ, φησὶν, εἶπον· Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσωμεν αὐτήν. Καὶ ἐκάλεσαν, καὶ εἶπαν αὐτῇ· Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι.

Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπον αὐτῇ, Ἀδελφὴ ἡμῶν εἶ, γενοῦ εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. Ὅρα πῶς καὶ οὗτοι ἀγνοοῦντες σημαίνουσι τῇ κόρῃ τὰ μέλλοντα ἔσεσθαι, τοῦ Θεοῦ τὴν διάνοιαν αὐτῶν πρὸς τοῦτο κατευοδώσαντος. Ἀμφότερα γὰρ αὐτῇ προμηνύουσιν, ὅτι καὶ εἰς χιλιάδας μυριάδων ἔσται, καὶ ὅτι κληρονομήσει τὸ σπέρμα αὐτῆς τὰς πόλεις τῶν ὑπεναντίων. Εἶδες διὰ πάντων δεικνυμένην ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, πῶς καὶ διὰ τῶν ἀπίστων προμηνύεσθαι τὰ μέλλοντα οἰκονομεῖ ὁ τῶν ἁπάντων Δεσπότης; Καὶ ἀναστᾶσα, φησὶ, Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους.

Εἶδες οἵαν ἄγεται νύμφην ὁ πατριάρχης; Ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ νῦν πάλιν ἐπιβᾶσαν ἐπὶ τὰς καμήλους. Οὐδαμοῦ ἡμίονοι ἀργύρῳ περιλαμπόμεναι τοὺς τραχήλους, οὐδὲ οἰκετῶν ἐσμὸς, οὐδὲ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη· ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμήλους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν. Καὶ ἐπορεύθησαν, φησὶ, μετὰ τοῦ ἀνθρώπου. Ὁ δὲ Ἰσαὰκ ἐξῄει ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὰς καμήλους ἐρχομένας. Εἰς τὸ πεδίον, φησὶν, ὁ Ἰσαὰκ διατρίβων ἐθεάσατο τὰς καμήλους. Ἡ δὲ Ῥεβέκκα ἰδοῦσα τὸν Ἰσαὰκ, κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῶν; Ὅρα τῆς κόρης τὴν εὐγένειαν· ἐπειδὴ εἶδε τὸν Ἰσαὰκ, ἐπυνθάνετο τίς εἴη.

Καὶ μαθοῦσα ὅτι αὐτός ἐστιν ὁ μέλλων αὐτὴν ἄγεσθαι, περιεβάλλετο, φησὶ, τὸ θέριστρον, καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Ἐνταῦθα σκόπει μοι, ἀγαπητὲ, πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα, οὐδαμοῦ πομπὴ διαβολικὴ, οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ καὶ χορεῖαι, καὶ τὰ σατανικὰ ἐκεῖνα συμπόσια, καὶ αἱ λοιδορίαι αἱ πάσης ἀσχημοσύνης γέμουσαι, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιείκεια.

Εἰσῆλθε δὲ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Ταύτην μιμείσθωσαν αἱ γυναῖκες· τοῦτον ζηλούτωσαν οἱ ἄνδρες· οὕτω τὰς νύμφας ἀγαγέσθαι σπουδαζέτωσαν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων κηλίδων πληρῶσαι συγχωρεῖς τῆς κόρης τὰς ἀκοὰς διὰ τῶν αἰσχρῶν ᾀσμάτων, διὰ τῆς ἀκαίρου πομπῆς ἐκείνης;

Οὐκ οἶσθα ὅπως ἡ νεότης εὔκολος πρὸς ὄλισθον; τί τὰ σεμνὰ τοῦ γάμου ἐκπομπεύεις μυστήρια; δέον ἅπαντα ταῦτα ἀπελαύνειν, καὶ τὴν αἰδὼ ἐκ προοιμίων ἐκπαιδεύειν τὴν κόρην, καὶ ἱερέας καλεῖν καὶ δι᾽ εὐχῶν καὶ εὐλογιῶν τὴν ὁμόνοιαν τοῦ συνοικεσίου συσφίγγειν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται· καὶ διὰ πάντων τὰ τῆς ἀρετῆς ἔργα εἰσελεύσεται εἰς τὴν οἰκίαν ἐκείνην, καὶ πᾶσαι τοῦ διαβόλου αἱ μηχαναὶ ἐκποδὼν ἔσονται, καὶ αὐτοὶ μεθ᾽ ἡδονῆς τὸν βίον διάξουσιν, ὑπὸ τῆς τοῦ Θεοῦ ῥοπῆς συγκροτούμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΘʹ. Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ. αʹ. Πάλιν ὑμᾶς ἐπὶ τὴν συνήθη τράπεζαν ἀναγαγεῖν βούλομαι, καὶ ἐκ τῶν παρὰ τοῦ Μωϋσέως ῥημάτων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι, μᾶλλον δὲ τῶν τοῦ Πνεύματος.

Οὐδὲ γὰρ ἀφ᾽ ἑαυτοῦ Μωϋσῆς ταῦτα ἡμῖν ἐξέθετο, ἀλλ᾽ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχούμενος. Ἴδωμεν οὖν τί καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς βίους ἡμῖν τῶν δικαίων ἐκτίθεται, ἀλλ᾽ ἵνα ζηλώσωμεν τούτων τὴν ἀρετὴν, καὶ μιμηταὶ γενώμεθα τῶν ἐκείνοις κατωρθωμένων.

Ἐπειδὴ γὰρ ἡμῖν τὰ κατὰ τὸν πατριάρχην ἀκριβῶς διηγησάμενος, καὶ τὸν τελευταῖον αὐτοῦ ἆθλον τὸν ἐπὶ τῇ τοῦ μονογενοῦς σφαγῇ, διδάξας ἡμᾶς πῶς ἂν τῷ Θεῷ αὐτὸν καλλιέρημα, εἰ καὶ μὴ αὐτῷ ἔργῳ, ἀλλὰ τῇ προθυμίᾳ εἰργάσατο, τέλος ἐπέθηκεν ἐκείνοις τοῖς διηγήμασι· νῦν ἡμῖν ἐκτίθεται τὰ κατὰ τὸν Ἰσαὰκ τὸν σφαγέντα καὶ μὴ σφαγέντα· αἰνίγματι γὰρ ἔοικε τὸ γεγονός. Ἄκουσον γὰρ Παύλου λέγοντος· Πίστει προσενήνοχε τὸν Ἰσαὰκ Ἀβραὰμ πειραζόμενος· καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς, πῶς πίστει ταῦτα πάντα διεπράττετο, καὶ ἐναντία τῇ ὑποσχέσει ὁρῶν τὰ ὑπ᾽ αὐτοῦ γίνεσθαι κελευόμενα, οὐκ ἐταράττετο, φησίν· Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Τί ἐστιν, Ἐν παραβολῇ ἐκομίσατο;

Ἐπειδὴ γὰρ αὐτὸν εἰς θυσίαν ἀνήνεγκε, καὶ ἀπηρτισμένην τὴν γνώμην ἐπεδείξατο, αὐτός γε τὸν στέφανον ἀνεδήσατο, καὶ τὸν παῖδα λαβὼν ἐπανῄει, καὶ ἡ θυσία διὰ προβάτου ἐπληροῦτο, καὶ ἐδείκνυ διὰ πάντων ὁ τῶν ὅλων Θεὸς τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν, καὶ ὅτι οὐ σφαγῆναι τὸν Ἰσαὰκ βουλόμενος τοῦτο ἐπέταττεν, ἀλλὰ τοῦ δικαίου γυμνάζων τὴν ὑπακοήν. Ἀλλ᾽ ὥσπερ εἴδομεν τοῦ πατριάρχου τὴν ἀρετὴν διὰ πάντων λάμπουσαν, φέρε καὶ τὰ κατὰ τὸν Ἰσαὰκ σήμερον εἰς μέσον προθέντες, ἴδωμεν ὅπως καὶ αὐτὸς τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης διὰ πάντων ἐπιδείκνυται. Ἄξιον δὲ καὶ αὐτῶν ἐπακοῦσαι τῶν τῆς Γραφῆς ῥημάτων. Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ.

Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν δὲ Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν παρέργως τίθησι. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν χρόνον τοῦ Ἰσαὰκ ἐπισημαίνεται, καί φησιν, Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλ᾽ ἐπειδὴ μέλλει μετὰ ταῦτα τῆς Ῥεβέκκας ἡμῖν διηγεῖσθαι τὴν στείρωσιν, καὶ ὅτι ἐξ εὐχῆς τοῦ δικαίου τὰ τῆς παιδοποιίας αὐτῇ γέγονε, βούλεται διδάξαι ἡμᾶς τὸ μέγεθος τῆς ὑπομονῆς τοῦ Ἰσαὰκ, καὶ σημᾶναι τὸν χρόνον ἀκριβῶς, ὅσον ἐν ἀπαιδίᾳ γέγονεν· ἵνα καὶ ἡμεῖς ζηλοῦντες τὸν δίκαιον, οὕτω προσεδρεύωμεν ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις, ἐπειδὰν αἰτῶμέν τι παρ᾽ αὐτοῦ. Εἰ γὰρ ὁ δίκαιος οὗτος ἐνάρετος ὢν, καὶ τοσαύτης εὐνοίας ἀπολαύων παρὰ τοῦ Θεοῦ, τοσαύτην ἐπεδείκνυτο σπουδὴν καὶ εὐτονίαν, τὸν Θεὸν διηνεκῶς παρακαλῶν, ὥστε λῦσαι τῆς Ῥεβέκκας τὴν στείρωσιν, τί ἂν εἴποιμεν ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ μηδὲ τὸ πολλοστὸν τοῦ δικαίου τούτου μέρος ἐπιδεικνύμενοι, ἀλλὰ κἂν πρὸς ὀλίγον σπουδήν τινα ἐπιδειξώμεθα, ναρκῶντες καὶ ἀποπηδῶντες, εἰ μὴ θᾶττον εἰσακουσθείημεν;

Διὰ τοῦτο, παρακαλῶ, ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδευόμενοι, μηδέποτε παυώμεθα τὸν Θεὸν παρακαλοῦντες ὑπὲρ τῆς συγχωρήσεως τῶν οἰκείων πλημμελημάτων, ἀλλὰ θερμὴν καὶ ζέουσαν προθυμίαν ἐπιδεικνυώμεθα καὶ μὴ ἀσχάλλωμεν, μηδὲ ὀκνηρότεροι γινώμεθα, εἰ μὴ θᾶττον εἰσακουσθείημεν.

Ἴσως γὰρ, ἴσως σοφιζόμενος ἡμῶν τὴν διηνεκῆ προσεδρίαν ὁ Δεσπότης, διαναβάλλεται, βουλόμενος καὶ τῆς ὑπομονῆς ἡμᾶς κομίσασθαι τὸν μισθὸν, καὶ τὸν καιρὸν εἰδὼς, καθ᾽ ὃν λυσιτελές ἐστιν ἡμῖν τῶν σπουδαζομένων ἐπιτυχεῖν. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἑαυτοῖς, ὡς αὐτὸς ἀκριβῶς ἐπίσταται, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου ἐπιστάμενος. Δι᾽ ὃ προσήκει μηδὲν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τῶν παρὰ τοῦ Θεοῦ γινομένων, ἀλλὰ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ θαυμάζειν τῶν δικαίων τὰς ἀρετάς. Ἐπειδὴ γὰρ εἶπεν ἡμῖν ἡ θεία Γραφὴ, ὅσων ἐτῶν ἦν Ἰσαὰκ, λέγει καὶ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Θέα μοι τοῦ δικαίου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε χωλεύουσαν τὴν φύσιν, ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν ἔδραμε, καὶ τὰ δεσμὰ τῆς φύσεως διὰ τῆς εὐχῆς λύειν ἠπείγετο.

Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν. Ἓν τοῦτο πρῶτον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν, βίου οὖσα θαυμαστοῦ καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ πολλῆς τῆς σωφροσύνης ἀμφότεροι ἐπιμελούμενοι, στεῖρα ἦν; Οὐκ ἔχομεν ἐπιλαβέσθαι αὐτῶν τῆς ζωῆς, καὶ εἰπεῖν, ὅτι τῶν ἁμαρτιῶν ἦν ἔργον ἡ στείρωσις. Καὶ ἵνα μάθῃς τὸ θαυμαστὸν, ὅτι οὐκ αὐτὴ μόνον στεῖρα ἦν, ἀλλὰ καὶ ἡ μήτηρ τοῦ δικαίου ἡ Σάῤῥα· καὶ οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον, ἀλλὰ καὶ ἡ νύμφη, τοῦ Ἰακὼβ ἡ γυνὴ, ἡ Ῥαχὴλ λέγω. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χορός;

Πάντες δίκαιοι, πάντες ἐνάρετοι, πάντες ὑπὸ Θεοῦ μαρτυρούμενοι. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ ὁ μακάριος δὲ Παῦλός φησι· Δι᾽ ὃ οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν.

Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ ἐπίσημοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ ἦσαν μέχρι πολλοῦ τοῦ χρόνου. βʹ. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἐν ἀρετῇ ζῶντας, καὶ ἐν ἀπαιδίᾳ τυγχάνοντας· ὅταν ἴδῃς θεοσεβεῖς ὄντας, καὶ εὐλαβείας ἐπιμελομένους, ἄπαιδας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι ἔργα. Πολλοὶ γὰρ τοῦ Θεοῦ τῆς οἰκονομίας οἱ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανίζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐ τοὺς παιδία μὴ κεκτημένους.

Πολλὰ γὰρ πολλάκις ὁ Θεὸς συμφερόντως οἰκονομεῖ, ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γεγενημένων οὐκ ἴσμεν. Διὰ τοῦτο πανταχοῦ θαυμάζειν αὐτοῦ τὴν σοφίαν χρὴ, καὶ δοξάζειν αὐτοῦ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ἀλλὰ ταῦτα μὲν πρὸς ὠφέλειαν ἡμῖν εἴρηται τὴν ὑμετέραν, ὥστε πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ μὴ περιεργάζεσθαι τοῦ Θεοῦ τὰς οἰκονομίας· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι᾽ ἣν ἦσαν ἐκεῖναι στεῖραι αἱ γυναῖκες. Τίς οὖν ἐστιν ἡ αἰτία;

Ἵνα, ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπότην, μὴ ἀπιστήσῃς. Γύμνασόν σου ἐνταῦθα τὴν διάνοιαν, φησὶν, ἐν τῇ μήτρᾳ τῶν στειρῶν, ἵν᾽ ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ θαύμασον καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύματι.

Ὅταν οὖν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; Δύο γὰρ κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς παρθένου ἓν κώλυμα ἦν, τὸ μὴ μετασχεῖν αὐτὴν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα.

Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς παρθένου ὁ τόκος, ἄκουσον ἀπὸ τῶν ῥημάτων τοῦ Γαβριὴλ τῶν πρὸς τὴν παρθένον εἰρημένων. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Μὴ ζήτει, φησὶ, φύσεως ἀκολουθίαν, ὅταν ὑπὲρ φύσιν ᾖ τὰ γινόμενα· μὴ περιβλέπου γάμων ὠδῖνας, ὅταν μείζων γάμου τῆς γεννήσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται, ἐπειδὴ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι᾽ ὃ ἀπιστεῖς, δι᾽ αὐτὸ πίστευε. Οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ᾽ ἐπειδὴ κρείττων ἡ παρθενία· τὴν δὲ τοῦ κοινοῦ πάντων Δεσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν ἡ εἴσοδος. Ἔδει κοινωνεῖν ἡμῖν τῆς γεννήσεως, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Καὶ ἀμφότερα ταῦτα γέγονε, καὶ ὅπως ἄκουε. Τὸ μὲν ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖζον ἢ καθ᾽ ἡμᾶς.

Καὶ τὸ μὲν ἐν γαστρὶ σχεῖν σε, τῆς φύσεως τῆς ἀνθρωπείας· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς ἀνθρωπίνης φύσεως· ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς. Καὶ σκόπει τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρωσεν, ἀλλ᾽ ἑκάτερα ἐδείκνυτο διὰ τῶν πραγμάτων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐνηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ᾽, ὅπερ ἔλεγον, διὰ τοῦτο αἱ στεῖραι αὗται, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὕτη χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως. Ἄκουσον γὰρ τί φησιν ὁ ἄγγελος πρὸς αὐτήν. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Οὕτω, φησὶν, ἔχεις τεκεῖν, καὶ τῆς ἐνεργείας τοῦ Πνεύματος τὸ πᾶν ἔσται.

Μὴ τοίνυν βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Τοῦ Πνεύματός ἐστι χάρις τὸ γινόμενον· μὴ ζήτει φύσεως ἀκολουθίαν, μὴ κατὰ νόμους καὶ γάμον. Ἀλλ᾽ ἐπειδὴ μείζονα ταῦτα ἦν ἐκείνης τὰ ῥήματα, βούλεται καὶ ἑτέραν αὐτῇ παρασχεῖν ἀπόδειξιν.

γʹ. Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πῶς ἡ στεῖρα αὐτὴν χειραγωγεῖ πρὸς τὴν πίστιν τοῦ τόκου. Ἐπειδὴ γὰρ ἡ προτέρα ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Καὶ ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Διὰ τὴν παρθένον πάντως παρήγαγε καὶ τὴν στεῖραν· ἐπεὶ τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγενοῦς καὶ τίνος ἕνεκεν ἔλεγε, Τῇ καλουμένῃ στείρᾳ;

Διὰ πάντων χειραγωγῶν αὐτὴν πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο καὶ τὸν χρόνον ἀνέμεινε τῆς κυήσεως. Οὐ γὰρ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ᾽ ἑξαμηνιαίου διελθόντος χρόνου, ἵνα ὁ τῆς γαστρὸς ὄγκος τὴν κύησιν ἐγγυησάμενος σαφῆ τὴν ἀπόδειξιν παράσχῃ τῆς συλλήψεως. Καὶ θέα μοι τοῦ Γαβριὴλ τὴν σύνεσιν.

Οὐκ ἀνέμνησεν αὐτὴν τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ. Τίνος ἕνεκεν καὶ διὰ τί; Καὶ αὗται γὰρ στεῖραι ἦσαν, καὶ γεγηρακυῖαι, καὶ πολὺ καὶ ἐν αὐταῖς τὸ θαῦμα ἦν· ἀλλ᾽ ἐπειδὴ πάντα ταῦτα παλαιὰ ἦν τὰ διηγήματα, ἐπὶ τὸ πρόσφατον αὐτὴν ἄγει, ἵνα διαναστήσῃ αὐτῆς τὴν διάνοιαν.

δʹ. Ἀλλ᾽ ἀναγκαῖον ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀναγαγεῖν καὶ γνωρίσαι τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅπως διὰ τῆς εὐχῆς τὴν στείρωσιν τῆς Ῥεβέκκας ἔλυσε, καὶ τῶν δεσμῶν τῆς φύσεως περιεγένετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ ἐπειδὴ εὐθέως οὕτω γέγραπται, νομίσῃς καὶ παραχρῆμα αὐτὸν τετυχηκέναι τοῦ σπουδαζομένου. Καὶ γὰρ εἴκοσιν ἐτῶν ἀριθμὸν διέμενε δεόμενος καὶ παρακαλῶν τὸν Θεὸν, καὶ τότε ἐπέτυχε τοῦ ποθουμένου.

Καὶ πόθεν εἰσόμεθα τοῦτο; Ἐὰν μετὰ ἀκριβείας ἐπέλθωμεν τὰ ἐν τῇ θείᾳ Γραφῇ κείμενα. Οὐδὲ γὰρ τὸν χρόνον ἡμᾶς ἀπέκρυψεν, ἀλλ᾽ ἐσήμανε μὲν, λανθανόντως δὲ, ὥστε διεγεῖραι ἡμῶν τὴν προθυμίαν, καὶ πρὸς ζήτησιν παρορμῆσαι. Ὥσπερ γὰρ ἐδίδαξεν ἡμᾶς τῶν ἐτῶν τὸν ἀριθμὸν ὅσον ἦν, ἡνίκα τὴν Ῥεβέκκαν ἠγάγετο· οὕτω καὶ τοῦτο ἡμῖν δῆλον καθίστησιν.

Ἦν γὰρ, φησὶν, Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ἡνίκα ἔλαβε Ῥεβέκκαν τὴν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες ἀκριβῶς τὸν χρόνον. Εἶτα εἰπὼν, ὅτι Ἐδέετο Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, ἵνα μάθωμεν τῶν ἐτῶν τὸν ἀριθμὸν, σημαίνει ἡμῖν πόσων ἐτῶν ἦν ὁ Ἰσαὰκ, ἡνίκα ἐτέχθησαν αὐτῷ οἱ παῖδες παρὰ τῆς Ῥεβέκκας. Ἦν δὲ Ἰσαὰκ, φησὶν, ἐτῶν ἑξήκοντα, ἡνίκα ἔτεκε Ῥεβέκκα. Εἰ τοίνυν τεσσαράκοντα ἐτῶν ἦν, ὅτε ἠγάγετο αὐτὴν, ἑξήκοντα δὲ ἐτῶν, ὅτε ἔτεκεν ἡ γυνὴ, δηλονότι ἐν τοῖς εἴκοσιν ἔτεσι δεόμενος τοῦ Θεοῦ διέμενεν, καὶ οὕτω τὴν πήρωσιν τῆς μήτρας τῆς Ῥεβέκκας εἰς παιδοποιίαν διήγειρεν. Εἴδετε εὐχῆς δύναμιν, πῶς καὶ αὐτῆς περιγενέσθαι τῆς φύσεως ἴσχυσε; Τοῦτον καὶ ἡμεῖς πάντες μιμώμεθα, καὶ οὕτω ταῖς εὐχαῖς προσεδρεύωμεν μετὰ νηφούσης ψυχῆς, μετὰ κατεσταλμένης διανοίας· καὶ ἀκούσωμεν Παύλου παραινοῦντος καὶ λέγοντος· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· καὶ σπουδάσωμεν πάντοτε μὲν ἀπηλλάχθαι ταραχῆς, καὶ ἐν γαλήνῃ ἔχειν τὸν λογισμὸν, μάλιστα δὲ κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ὅτε πολλῆς ἡμῖν χρεία τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας.

Ἐὰν γὰρ ἴδῃ κατὰ τοὺς ὑπ᾽ αὐτοῦ κειμένους νόμους ταύτην ἡμᾶς ποιουμένους, ταχεῖαν ἡμῖν τῶν παρ᾽ ἑαυτοῦ δωρεῶν χαρίζεται τὴν φιλοτιμίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Νʹ. Ἐν γαστρὶ δὲ ἔλαβεν ἡ Ῥεβέκκα, καὶ ἐσκίρτων τὰ παιδία ἐν αὐτῇ. αʹ. Βούλεσθε σήμερον τὰ λείψανα τῶν χθὲς ἡμῖν εἰρημένων ἀποδῶμεν ὑμῶν τῇ ἀγάπῃ; Οὐδὲ γὰρ ἅπασαν τὴν ὑπόθεσιν εἰς τέλος ἀγαγεῖν ἠδυνήθημεν· ἀλλ᾽ ὅτι διὰ τῆς οἰκείας εὐχῆς καὶ τῆς πολλῆς προσεδρίας ἴσχυσεν ὁ Ἰσαὰκ τὴν μήτραν τῆς Ῥεβέκκας πρὸς παιδοποιίαν διεγεῖραι, καὶ τὴν φύσιν αὐτὴν πεπηρωμένην, ὡς εἰπεῖν, διανοῖξαι, ταῦτα ἅπαντα χθὲς ἱκανῶς ὑμᾶς ἐδιδάξαμεν, δείξαντες τῶν ἐτῶν τὸν ἀριθμὸν, ὃν δεόμενος καὶ ἱκετεύων τὸν Θεὸν διετέλεσεν ὑπὲρ τούτου ὁ μακάριος ἐκεῖνος· καὶ εἰς τὸν περὶ τῶν στειρῶν λόγον ἐξελθόντες, καὶ τὴν αἰτίαν ὑμῖν εἰπόντες, δι᾽ ἣν αἱ τῶν δικαίων ἐκείνων γαμεταὶ στεῖραι γεγόνασιν, ἐνταῦθα κατελύσαμεν τὸν λόγον. Δεῖ δὲ σήμερον ἡμᾶς μαθεῖν καὶ τῆς Ῥεβέκκας τὸ φιλόθεον, ἵνα μὴ μόνον ἀπὸ τῆς τοῦ δικαίου ἀρετῆς κερδάνωμεν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὴν Ῥεβέκκαν διηγήσεως εἰς ζῆλον διεγεῖραι δυνηθῶμεν τοὺς ἀκούοντας. Ἐπειδὴ γὰρ ἤκουσεν ὁ Θεὸς τῆς τοῦ δικαίου προσευχῆς, Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ Ῥεβέκκα, ἐσκίρτων, φησὶ, τὰ παιδία ἐν αὐτῇ, καὶ πολὺν αὐτῇ πόνον αἱ ὠδῖνες παρεῖχον.

Εἶπε γὰρ, φησὶ, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; Οὐδὲ γὰρ εἷς ἦν ὁ μέλλων τίκτεσθαι, ἀλλὰ δύο κατ᾽ αὐτὸ ἐν τῇ γαστρὶ παιδία περιέφερε, καὶ ἡ στενοχωρία πολλὴν αὐτῇ τὴν ὀδύνην κατεσκεύαζεν. Ἀλλ᾽ ὅρα μοι ἐντεῦθεν τῆς γυναικὸς τὸ φιλόθεον. Οὐ καθάπερ πολλαὶ τῶν νῦν γυναικῶν τῶν ῥᾳθύμως ζῇν βουλομένων διαπράττονται, ἐπὶ ἀνθρωπίνην τινὰ συμμαχίαν ἔδραμεν, οὐδὲ πρὸς τοὺς τὰ τοιαῦτα στοχασμοῖς τισι καὶ παρατηρήσεσι διὰ τῶν οἰκείων λογισμῶν κρίνειν βουλομένους, οὐδὲ τῇ ἀπάτῃ τῶν περιέργων καὶ τὰ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐπαγγέλλεσθαι βουλομένων ἑαυτὴν ἐξέδωκεν, ἀλλ᾽ ὅτι Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου. Ὅρα γυναικὸς σύνεσιν. Ἐπειδὴ εἶδεν, ὅτι ὁ τῆς φύσεως Δεσπότης ἦν ὁ τὴν μήτραν αὐτῆς διανοίξας, καὶ τὴν ἄγονον γαστέρα ἀθρόον οὕτω γόνιμον ἀπεργασάμενος, καὶ ἑώρα τῆς γαστρὸς τὸν ὄγκον μεγάλα τινὰ αὐτῇ ἐγγυώμενον, Ἐπορεύθη, φησὶ, πυθέσθαι παρὰ Κυρίου.

Τί ἐστιν, Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου; Ἔδραμεν ἐπὶ τὴν ἀληθῆ γνῶσιν, καὶ ἐπὶ τὸν ἱερέα τὸν τοῦ Θείου θεραπευτὴν, σπεύσασα διὰ τούτων λανθανόντως μαθεῖν τὴν γνῶσιν, καὶ διηγησαμένη πάντα τὰ καθ᾽ ἑαυτὴν, ἐμάνθανεν ἅπαντα μετὰ ἀκριβείας, τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς τοῦ ἱερέως γλώττης ἐκκαλύπτοντος αὐτῇ ἅπαντα σαφῶς, καὶ ταύτῃ προθυμοτέραν αὐτὴν ἐργαζομένου. Καὶ ἵνα μάθῃς ὅσον ἦν τότε τῶν ἱερέων τὸ ἀξίωμα, οὐδαμοῦ φησιν, ὅτι ὁ ἱερεὺς ταῦτα ἀπεκρίνατο, ἀλλ᾽ ἐπειδὴ εἶπεν, Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου, ἐπήγαγε, Καὶ εἶπε Κύριος αὐτῇ, διὰ τοῦ ἱερέως, Δύο ἔθνη ἐν τῇ γαστρί σου περιέχεις. Καὶ γὰρ καὶ ἑτέρωθι ἄγγελον καλεῖ τὸν ἱερέα ἡ θεία Γραφὴ, δεικνῦσα ὅτι ἐκεῖνα φθέγγεται ἅπερ ἂν ἐνηχήσῃ ἡ τοῦ Πνεύματος χάρις.

Εἶπεν οὖν Κύριος αὐτῇ διὰ τοῦ ἱερέως· Δύο ἔθνη ἐν τῇ γαστρί σου ἐστὶ, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενήσεσθαι.

Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προανεφώνουν ἅπαντα μετὰ ἀκριβείας· καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ, οὐχ ὅτι δύο μόνον τέξεται παῖδας, ἀλλ᾽ ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε, φησὶν, ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, Ἐξῆλθεν ὁ πρωτότοκος πυῤῥάκης, ὡσεὶ δορὰ, δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἡσαῦ. Καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δεικνύντος τοῦ Θεοῦ, ὅτι περιέσται, κατὰ τὰ ῥηθέντα, ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ φησὶ, τῇ χειρὶ τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζομένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Καὶ σκόπει μοι τὴν θείαν Γραφὴν, ὅπως διὰ τὰ μέλλοντα ὕστερον συμβήσεσθαι, ἤδη προαναφωνεῖ, καὶ δείκνυσιν ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἑκάστου τὸ ἐπιτήδευμα· καὶ ὅτι ὁ μὲν περὶ τὸ κυνηγεῖν ἠσχολεῖτο, ὁ δὲ ἄγροικος ἦν ἄνθρωπος, ἄπλαστος, οἰκίαν οἰκῶν. Διὸ ἡ μὲν Ῥεβέκκα ἠγάπα τὸν Ἰακὼβ, ὁ δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, Ἐπειδὴ ἡ θήρα αὐτοῦ, φησὶ, βρῶσις ἦν αὐτῷ. Ὅρα πῶς τοὺς παῖδας διενείμαντο· καὶ ἡ μὲν διὰ τὸ ἐπὶ τῆς οἰκίας διατρίβειν ὁρῶσα τοῦ παιδὸς τὸ ἄπλαστον, πλείονα τὴν εὔνοιαν περὶ αὐτὸν ἐπεδείκνυτο· ὁ δὲ πατὴρ διά τε τὸ πρωτότοκον ἐκεῖνον γεγενῆσθαι, καὶ διὰ τὴν θήραν ἠγάπα τὸν Ἡσαῦ.

Ἀλλ᾽ οὗτοι μὲν τῇ φυσικῇ φιλοστοργίᾳ κατακολουθοῦντες ταῦτα ἐποίουν· ἡ δὲ πρόῤῥησις κατὰ μικρὸν εἰς ἔργον ἐξῄει, ἡ λέγουσα, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα γὰρ εὐθέως.

Ἥψησε, φησὶν, Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. Καὶ εἶπεν Ἰακὼβ, Ἀπόδος μοι τὰ πρωτοτόκια.

Ὁ δέ φησι, Τί μοι τούτων ὄφελος, τῆς τελευτῆς ἤδη με καταλαμβανούσης, εἰ μὴ μετάσχοιμι τῆς τροφῆς; Ὁ δὲ καὶ τὸν ὅρκον ἀπαιτεῖ, ὥστε βεβαίαν αὐτῷ γενέσθαι τούτων τὴν παραχώρησιν. Καὶ ὤμοσε, φησὶν, Ἡσαῦ.

βʹ. Ἰδοὺ λοιπὸν ἐντεῦθεν ἀντεστράφη ἡ τάξις, καὶ τὸ τοῦ πρωτοτόκου ἀξίωμα μετῆλθεν ἐπὶ τὸν τῇ ἀρετῇ τῆς ψυχῆς διαλάμποντα. Καὶ ἀπέδοτο, φησὶν, Ἡσαῦ τὰ πρωτοτόκια, ἀντὶ τοῦ, Πέπρακε τῆς τροφῆς ἕνεκα τὸ ἀξίωμα τὸ παρὰ τῆς φύσεως αὐτῷ δωρηθέν· διὸ ἐπήγαγε, Καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια· ἀγνώμων γέγονε περὶ τὴν κατασχεθεῖσαν αὐτῷ ἐξ αὐτῆς τῆς φύσεως προεδρίαν. Τοῦτο δὲ ὅλον ἐγίγνετο, ἵνα κἀκείνου δειχθῇ ἡ ἀγνωμοσύνη, καὶ ἡ τοῦ Θεοῦ πρόῤῥησις εἰς ἔργον ἐξέλθῃ.

Ταῦτα δὲ ἀκούοντες παιδευώμεθα μηδέποτε τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν ἀμελεῖν, μηδὲ μικρῶν ἕνεκα καὶ εὐτελῶν τὰ μεγάλα προΐεσθαι. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασιλείας οὐρανῶν προκειμένης καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, περὶ τὴν τῶν χρημάτων ἐπιθυμίαν μεμήναμεν, καὶ τὰ πρόσκαιρα καὶ πολλάκις οὐδὲ μέχρι τῆς ἑσπέρας ἡμῖν παραμένοντα τῶν διηνεκῶς καὶ ἀεὶ παραμενόντων προτιμῶμεν; Καὶ τί τῆς ἀνοίας ταύτης χεῖρον γένοιτ᾽ ἂν, ὅταν κἀκείνων ἀποστερώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν, καὶ μηδὲ τούτων ἀπολαύειν καθαρῶς δεδυνήμεθα; Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς πολλῆς περιουσίας; Ἢ οὐκ ἴστε ὅτι ἡ πολλὴ προσθήκη τῶν χρημάτων οὐδὲν ἕτερον ἡμῖν ἐργάζεται ἢ φροντίδων προσθήκην καὶ περισπασμὸν καὶ ἀγρυπνίαν; Οὐχ ὁρᾶτε ὅτι οὗτοι μάλιστά εἰσιν οἱ πάντων, ὡς εἰπεῖν, δοῦλοι, οἱ τὰ πλείονα περιβεβλημένοι, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὰς σκιὰς αὐτὰς δεδοικότες; Ἐντεῦθεν γὰρ τίκτονται αἱ ἐπιβουλαὶ, αἱ βασκανίαι, ὁ φθόνος ὁ πολὺς, τὰ μυρία ἄλλα κακά.

Καὶ πολλάκις ἂν ἴδοις τὸν μύρια τάλαντα χρυσίου ἔχοντα ἀποκείμενα μακαρίζοντα τὸν ἐπ᾽ ἐργαστηρίου ἑστηκότα, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας τὴν τροφὴν ποριζόμενον. Ποία οὖν ἡδονὴ, ἢ ποῖον κέρδος, ὅταν μήτε τούτων ἀπολαύωμεν, καὶ διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν καὶ τῶν μειζόνων ἀποστερώμεθα;

Τί δὲ λέγω τῶν μειζόνων, ὅταν μετὰ τῶν ἐνταῦθα κακῶν, καὶ τὴν ἔκπτωσιν τῶν ἐκεῖ ἀγαθῶν, καὶ πρὸς τὴν γέενναν αὐτὴν ἀποπεμπώμεθα; Καὶ οὔπω λέγω τὰ μυρία ἁμαρτήματα τὰ ἐντεῦθεν συλλεγόμενα, τοὺς δόλους, τὰς συκοφαντίας, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας.

Ἀλλὰ κἂν ἁπάντων τούτων ἐλεύθερος ᾖ τις, ὅπερ ἂν εἴη τῶν δυσχερῶν, τοσαῦτα δὲ εἴη περιβεβλημένος, χρημάτων καὶ τῆς οἰκείας μόνης ἀπολαύσεως γινόμενος, καὶ μὴ προϊέμενος τοῖς ἐν χρείᾳ οὖσι μετὰ δαψιλείας, τὸ τῆς γεέννης πῦρ καὶ τὸν τοιοῦτον ἐκδέξεται. Καὶ τοῦτο διδάσκει ἡμᾶς σαφῶς ἡ παραβολὴ ἡ ἐν τῷ Εὐαγγελίῳ κειμένη, ἡνίκα τοὺς μὲν ἐκ δεξιῶν ἔστησε, τοὺς δὲ ἐξ εὐωνύμων· καὶ τοῖς μὲν τὴν βασιλείαν εἶπεν ἡτοιμάσθαι διὰ τὴν περὶ τοὺς δεομένους ἐπιμέλειαν· Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν. Τοῖς δὲ τὸ πῦρ αἰώνιον· Πορεύεσθε γὰρ, φησὶν, ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μέγας τοῦ ῥήματος ὁ ὄγκος· ὁ Δεσπότης τῶν ἁπάντων καὶ δημιουργός φησιν· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ποίας οὐκ ἂν καθίκοιτο τοῦτο ψυχῆς, κἂν αὐτολιθίνη τυγχάνῃ; Ὁ Δεσπότης σου πεινῶν περιέρχεται, καὶ σὺ τρυφᾷς· καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ἀλλ᾽ ὅτι καὶ τρυφῶν περιορᾷν αὐτὸν ἀνέχῃ, καὶ ταῦτα οὐδὲ πολλοῦ τινος δεόμενον, ἀλλ᾽ ἄρτου μόνον ἑνὸς, ὥστε τὸν λιμὸν παραμυθήσασθαι.

Ἀλλ᾽ αὐτὸς μὲν τῷ κρυμῷ πηγνύμενος περιέρχεται, σὺ δὲ τὰ τῶν σηρῶν νήματα περικείμενος οὐκ ἐπιστρέφῃ, οὐδὲ τὴν συμπάθειαν ἐπιδείκνυσαι, ἀλλ᾽ ἀνηλεῶς παρατρέχεις. Καὶ ποίας ταῦτα ἂν εἴη συγγνώμης ἄξια; Μὴ τοίνυν τοῦτο σπουδάζωμεν, τὸ πάντων ἐκ παντὸς τρόπου πλείονα περιβάλλεσθαι, ἀλλ᾽ ἐκεῖνο σκοπῶμεν ὅπως καὶ ταῦτα καλῶς διαθῶμεν, καὶ τὴν τῶν ἐν χρείᾳ τυγχανόντων ἔνδειαν παραμυθησώμεθα, κἀκείνων μὴ ἐκπέσωμεν τῶν ἀεὶ μενόντων, τῶν οὐδεμίαν μεταβολὴν ἐπιδεχομένων. Διὰ γὰρ τοῦτο καὶ τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἡμῖν ἐποίησεν ὁ Δεσπότης, ἵνα ἡμᾶς παρασκευάσῃ διηνεκῶς νήφειν καὶ ἐγρηγορέναι, καὶ ταύτῃ μᾶλλον διεγείρῃ πρὸς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν. Γρηγορεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ἀλλ᾽ ἡμεῖς τὸ ἐναντίον πράττομεν, καὶ δι᾽ ὅλου καθεύδομεν ὕπνον τούτου τοῦ φυσικοῦ βαρύτερον.

Ὁ μὲν γὰρ τοῦτον καθεύδων τὸν ὕπνον, καὶ πρὸς τὰ κακὰ καὶ πρὸς τὰ καλὰ ἀνενέργητος τυγχάνει· ἡμεῖς δὲ ἕτερον ὕπνον καθεύδομεν, πρὸς μὲν τὰ τῆς ἀρετῆς ἔργα καθεύδοντες, πρὸς δὲ τὰ τῆς κακίας ἐγρηγορότες, κἀκεῖνα μὲν ἀόκνως διαπραττόμενοι, ἐν δὲ τούτοις πολλὴν τὴν ῥᾳθυμίαν καὶ τὸν ὕπνον ἐπιδεικνύμενοι, καὶ ταῦτα ὁρῶντες καθ᾽ ἑκάστην ἡμέραν τοὺς μὲν ἐντεῦθεν ἀπαγομένους, τοὺς δὲ καὶ ἐν τῷ παρόντι βίῳ πολλὴν τὴν μεταβολὴν ὑπομένοντας· καὶ οὐδὲ αὐτὴ ἡ ἀνωμαλία παιδεῦσαι ἡμᾶς ἱκανὴ, καὶ εἰς πόθον τῆς ἀρετῆς ἀναγαγεῖν, καὶ παρασκευάσαι ὑπεριδεῖν τῶν παρόντων, καὶ ποθῆσαι τὰ μέλλοντα, καὶ προτιμῆσαι τῆς σκιᾶς καὶ τῶν ὀνειράτων τὴν ἀλήθειαν. Σκιᾶς γὰρ καὶ ὀνειράτων οὐδὲν τὰ παρόντα διενήνοχε. Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, μηδὲ τὰς σκιὰς μεταδιώκωμεν· ἀλλ᾽ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας φροντίδα ποιησώμεθα, καὶ τὰ χρήματα κενώσωμεν εἰς τοὺς δεομένους, ἵνα τῆς ἐπὶ τούτοις ἀμοιβῆς ἀξιωθῶμεν παρὰ τοῦ φιλανθρώπου Θεοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.