Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματική μίμηση των Μάγων και τελική δοξολογία

Προτροπή για ενάρετο βίο μέσω της πνευματικής ερμηνείας των δώρων των Μάγων και κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Διὰ ταῦτα χορεύομεν καὶ σκιρτῶμεν τοῦ λυτρωτοῦ καὶ βασιλέως σήμερον ἐπιλάμψαντος· ἐπὶ πᾶσι τούτοις σήμερον ἑορτάζομεν. Ἀνυμνήσωμεν τοίνυν, ὦ ἀγαπητοί, πάσῃ δυνάμει τὸν εὐεργέτην ἡμῶν, καὶ ἀγαθαῖς ἑαυτοὺς συγκαλλωπίσωμεν πράξεσιν, καὶ δορυφορήσωμεν πάντες κατὰ τοὺς μάγους τῷ βασιλεῖ τῆς δόξης.

Μὴ χείρους βαρβάρων φανῶμεν, οἱ ἐν εὐσεβείᾳ τραφέντες. Προσήγαγον ἐκεῖνοι χρυσὸν ὡς βασιλέα τιμῶντες· προσαγάγωμεν ἡμεῖς ἀντὶ χρυσοῦ πίστιν ἀνόθευτον καὶ δογμάτων ἀλήθειαν. Προσήγαγον ἐκεῖνοι λίβανον διὰ τῆς εὐωδίας, τὸ θεῖον αὐτοῦ τῆς φύσεως αἰνιττόμενοι· προσαγάγωμεν ἡμεῖς ἀντὶ λιβάνου βίον εὐωδιάζοντα εὐάρεστον τῷ θεῷ. Προσήγαγον δὲ καὶ σμύρναν τὸν ὑπὲρ πάντων τοῦ δεσπότου θάνατον σημαίνοντες· προσαγάγωμεν ἡμεῖς νέκρωσιν μελῶν ἀρνούμενοι τὴν ἁμαρτίαν. Ἐκεῖνοι χρηματισθέντες ὑπ’ ἀγγέλου ἑτέραν ὁδὸν ὥδευον τὸν Ἡρῴδην λαθόντες· ἡμεῖς δὲ ὑπὸ τοῦ δεσπότου τῶν ἀγγέλων ὁδηγηθέντες, τῶν ἁμαρτημάτων τὴν ἐπιμειξίαν φυγόντες, τὴν ἐπουράνιον πρὸς θεὸν φέρουσαν ὁδεύσωμεν τρίβον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.