Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Η οικονομία της σωτηρίας και η εορτή της Εκκλησίας

Αναφορά στα σωτηριώδη αποτελέσματα της ενανθρώπησης, στο σχέδιο της θείας οικονομίας και προτροπή προς τους πιστούς για πνευματική αγαλλίαση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Σήμερον χριστιανοῖς τὸ μέγιστον τῆς προσηγορίας ἀξίωμα ἐκ τῆς ἀσπόρου παρθένου νύμφης ἀκτινοβολεῖ· σήμερον οἱ τοῦ διαβόλου ἐπλάγησαν κάτοχοι· σήμερον τῷ θανάτῳ κεκέρασται φάρμακον· σήμερον ἡ τῆς ἁμαρτίας ἐκτέμνεται ῥίζα· σήμερον ὁ Ἰουδαϊκὸς ὄλεθρος ὑπεγράφη· σήμερον τῆς εἰδωλολατρείας ἡ πολύμορφος ὄφις συνετρίβη· σήμερον ἡ τῶν δαιμόνων κατηργήθη δύναμις· σήμερον ἡ τοῦ Σατανᾶ αἰσχυνθήσεται παγίς· σήμερον ἡ ἐκκλησία παρὰ τοῦ ἐπουρανίου νυμφίου ἐμνηστεύθη· σήμερον φῶς ἔλαμψεν τοῖς ἐν σκότει καθημένοις· σήμερον ὁ τῶν χωλῶν προσέκυψεν δρόμος· σήμερον τὸ τῶν τυφλῶν ἔλαμψεν ἀδιάλειπτον φῶς· σήμερον ἡ τῶν λεπρῶν ἐπέλαμψεν κάθαρσις· σήμερον ἡ τῶν νεκρῶν ἐμηνύθη ἀνάστασις· σήμερον τὰ ἐν τοῖς μνήμασιν ἐσκίρτησαν ὀστᾶ· σήμερον χριστιανῶν ἐλπίς· σήμερον πενήτων παραμυθία· σήμερον πολεμουμένων τεῖχος· σήμερον προστασία χηρῶν καὶ ὀρφανῶν· σήμερον δούλων ἐλευθερία· σήμερον ἀνόμων νόμος· σήμερον παρθένων σωφροσύνη[ς]· σήμερον ἱερέων χαρά.

Ἐννόησον τοῦ σωτῆρος ἡμῶν τὴν φιλανθρωπίαν. Τὸν διὰ ξύλου ἐκβληθέντα ἐκ τοῦ παραδείσου διὰ ξύλου πάλιν αὐτὸς ἐλευθερίαν χαρίσασθαι βουλόμενος σταυρῷ ἑαυτὸν καθήλωσεν, ἵνα τοῦ προτέρου ἀνθρώπου ἁμαρτήματα λύσῃ, ὥσπερ καὶ ἄχρις θανάτου κεχώρηκεν· οὐ καθότι θεὸς ὢν ἀποθνῄσκει, ἀλλὰ καθότι μορφὴν δούλου λαβὼν καὶ ὡς δέλεαρ ἰχθύϊ τῷ θανάτῳ προδιδοὺς τὸ σῶμα. Τριήμερος ἀνέστη· γενόμενος ἐν νεκροῖς ὁ ἐν νεκροῖς ἐλεύθερος καὶ δήσας τὸν τύραννον καὶ θριαμβεύσας τὸν πολέμιον καὶ τεφρώσας τὴν ἁμαρτίαν πάντας εἵλκυσεν πρὸς ἑαυτόν, καὶ φανεὶς μὲν ὡς εἷς ἐξ ἡμῶν, γενόμενος δὲ τῷ διαβόλῳ θήρα, ἑλκύσας δὲ αὐτὸν ὡς τῶν πάντων ὑποστατεύς. Μαρία δὲ ἡ παρθενοτόκος καὶ θεοτόκος τὸν δεσπότην οὐρανοῦ τε καὶ γῆς ἐν μασχάλαις ἔχουσα. Νόει μοι τὴν μακαρίαν, ἀγαπητέ, καὶ τὸν ἐν ταῖς μασχάλαις κεκρυμμένον θησαυρόν.

Τί δὲ λαλήσω, ἵνα κἀγὼ σὺν ὑμῖν εὐχαριστήσω καὶ τοῦ χρυσοκεφάλου Ἀβραὰμ τὴν σκηνὴν ἐγειρῶ; Ὁ γὰρ τὸ τοῦ σταυροῦ ξύλον καὶ τὴν πηγὴν τοῦ βαπτίσματος εὐκαίρως ἡμῖν χαρισάμενος ἐλπίδα ἀναστάσεως, ἐκ τῆς θεοτόκου Μαρίας τὰς ἀκάνθας διὰ τοῦ λόγου ἐξερρίζωσεν.

Σήμερον μεθ’ ὑμῶν εὐκαίρως πομπεύω, καὶ τῷ σήμερον τεχθέντι μεθ’ ὑμῶν εὐχαριστήσω· καὶ λήψ<ομαι> παρ’ ὑμῶν ἀγάπην, τὸ ἀκαταμάχητον ὅπλον, καὶ δι’ ὑμῶν ἐνδύσομαι σωτηρίαν, ἵνα πάντα πᾶσιν ἀποδοὺς μηδενὶ μηδὲν ὀφείλω εἰ μὴ πᾶσιν ὑμῖν τὴν ἀγάπην. Πάλιν ἐγώ, πάλιν ὑμεῖς· πάλιν Χριστὸς ὑμνεῖται ὁ πάντων δεσπότης. Πάλιν τὴν δρεπάνην ἀκονήσαντες κατὰ τῆς ἀσεβοῦς ζωῆς τὰ ζιζάνια τῷ πυρὶ παραδώσομεν. Πάλιν ἀγγελικαὶ πρόοδοι καθιστῶσιν τὴν ἁγιωτάτην ἐκκλησίαν. Πάλιν ἡ πολύτεκνος αὕτη μήτηρ τοὺς οἰκείους καρποὺς ἀπολαμβάνουσα. Πάλιν ἐν ἡμῖν πνεῦμα χορεύει εὔρωστ[ι]ον ἅλ[λι]μα. Πάλιν ἐκ τῶν αἱρετικῶν παίδων πληροῦται ἡ ἐκκλησία. Ἀγάλλεται οὐ δι’ ἐμέ, ἀλλὰ διὰ τὴν τῶν πατέρων διδασκαλίαν.

Σήμερον ὁρῶμεν τὸν ἥλιον πλεῖστον τῷ αἰθέρι προσομιλοῦντα, καὶ τοὺς τῶν πεδίων χόρτους [ἀ]ῥαΐζοντα<ς>. Δεχώμεθα δὴ τὸν λόγον οὕτως ὁμολογούμενον, ὡς ἐμοὶ δοκεῖ. Σήμερον ἀληθῶς ηὔξησεν τὸ φῶς τρισὶν μὲν ἀκτῖσιν πληρεστάταις κρυπτομέναις μέν, φαινομέναις δέ, καὶ κατὰ τόπον πάντων ἡμῶν τὰς ψυχὰς δᾳδουχούσα<ις> *...* τῷ θεῷ προσφέρει ὕμνους. Σὲ βλέπω τὴν ἐκκλησίαν ἑκάστης ὄψεως ἀντὶ ἀστέρος λάμπουσαν, καὶ εὐκαίρως εἰπεῖν Πέτρον ἀπελθόντα πρὸς Κορνήλιον, Πέτρον σάλπιγγα τῆς εὐσεβεστάτης ἀϊδίου φύσεως, Πέτρον τὸ στόμα τοῦ ἁγίου πνεύματος, Πέτρον τὸν ἑρμηνέα τῶν ἁγίων μηνυμάτων, καὶ διὰ τῶν ὑμετέρων εὐχῶν τὸ πνεῦμα τὸ ἅγιον ἐντεῦθεν πολυστόμους ἡμᾶς ἀπεργάζεται. Ἀφέντες οὖν τὰ πλεῖστα ἴδωμεν ἡμῶν τὴν ἐλπίδα, ἴδωμεν τὸν πάντων δεσπότην δούλου μορφὴν εἰληφότα, ἴδωμεν τὸν ἐν κόλποις τοῦ πατρὸς σήμερον ἐκ Μαρίας τικτόμενον καὶ τὸν ἀντίπαλον ἀναιροῦντα.