Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Η αμφιβολία του Θωμά και η νέα εμφάνιση του Κυρίου

Εκφράζεται η άρνηση του αποστόλου να πιστέψει χωρίς ψηλάφηση, αναλύεται η σημασία της επιμονής του και περιγράφεται η νέα εμφάνιση του Χριστού μετά από οκτώ ημέρες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τοιούτων λόγων κατετρυφήσαμεν τοῦ Σωτῆρος, τοιούτων δωρεῶν ἀπηλαύσαμεν· οὐ γὰρ ἐνῆν ἡμᾶς μὴ πλουτισθῆναι πλουσίου περιτυχόντας Δεσπότου· σὺ δὲ μόνος πτωχὸς ἔμεινας μὴ παρών. Τί οὖν πρὸς αὐτοὺς ὁ Θωμᾶς; Ἑωράκατε τὸν Κύριον; καλῶς. Οὐκοῦν ὃν ἐθεάσασθε, μειζόνως σέβεσθε· ὃν κατωπτεύσατε, κηρύττοντες διαγίνεσθε. Ἐγὼ δὲ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

Ἀλλ᾽ ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε, εἰ μὴ πρῶτον ἐθεάσασθε· οὕτω κἀγὼ, ἐὰν μὴ ἴδω, οὐ πιστεύσω. Ἐπίμεινον, ὦ Θωμᾶ, τῷ τοιούτῳ πόθῳ, σπουδαίως ἐπίμεινον, ἵνα σοῦ βλέποντος ἐγὼ βεβαιωθῶ τὴν ψυχήν· ἐπίμεινον, ζητῶν τὸν εἰπόντα, Ζητεῖτε καὶ εὐρήσετε· μὴ παρέλθῃς ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς ὃν ζητεῖς θησαυρόν· ἐπίμεινον κρούων τὴν θύραν τῆς ἀναντιῤῥήτου γνώσεως. ἕως ἂν ὑπανοίξη σοι ταύτην ὁ εἰπών· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν διχόνοιαν τέμνουσαν· ἀγαπῶ σου τὸν φιλομαθῆ τρόπον, ὡς πᾶσαν φιλονεικίαν ἐκκόπτοντα· ἡδέως ἀκούω σου πολλάκις λέγοντος· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι· σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ σωρεύω πρὸς ἐμαυτόν. Ἐὰν μὴ ἴδω τούτοις μου τοῖς ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις αὐτοῦ χερσὶν αὔλακας, οὓς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις συνθήσομαι ῥήμασιν· ἐὰν μὴ βάλω τοῦτόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν ἥλων, οὐκ ἂν τὸ ὑμέτερον Εὐαγγέλιον παραδέξωμαι· ἐὰν μὴ κρατήσω ταύτῃ μου τῇ χειρὶ τὴν πλευρὰν ἐκείνην, τὴν ἀνύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἂν τῷ ὑμετέρῳ πιστεύσοιμι δόγματι.

Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ πάντων πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος· πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη. Μέλλω κηρύττειν τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα· πῶς οὖν ἃ μὴ παρέλαβον τοῖς ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω; πῶς πείσω τοὺς ἀπίστους πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολούθησα;

Εἴπω τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν, ὅτι Σταυρούμενον μὲν τὸν ἐμὸν Δεσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ εἶδον, ἀλλ᾽ ἤκουσα; καὶ τίς οὐ γελάσει μου τὴν φωνήν; τίς οὐ διαπτύσει τὸ κήρυγμα; Ἕτερον γάρ ἐστιν ἀκοὴ, καὶ ἕτερον ὄψις· καὶ ἕτερόν ἐστι λόγων ἀπαγγελία, καὶ ἄλλο πραγμάτων θέα καὶ πεῖρα. Οὕτως ἀμφίβολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ, μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ὁ Δεσπότης πρὸς τοὺς ἑαυτοῦ μαθητὰς συνηθροισμένους ὁμοῦ παρεγένετο. Ἀφῆκε τὸν Θωμᾶν ἐν ταῖς μέσαις ἡμέραις κατηχηθῆναι πρῶτον ὑπὸ τῶν ἑταίρων αὐτοῦ, συνεχώρησεν αὐτὸν ἐκκαῆναι τῷ δίψει τῆς θέας αὐτοῦ· καὶ τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθείσης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν εὐκαίρως ὁ ποθούμενος τὸν ποθοῦντα κατέλαβεν. Ὁμοίως δὲ, καθάπερ τὸ πρὶν, τῶν θυρῶν κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη ὑμῖν, ἵνα καὶ τοῦ πράγματος καὶ τοῦ θαύματος ᾖ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν βεβαιώσῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπελεύσεως τὸ ἀκριβές. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος!