Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μετάνοιαν τῶν Νινευιτῶν

Ἰωάννης ὁ Χρυσόστομος

Το πάνδημο πένθος και η προτροπή για πνευματικό αγώνα

Περιγραφή της εκούσιας ταπείνωσης του βασιλιά, της καθολικής νηστείας και της παραίνεσης προς τον λαό για τη χρήση των πνευματικών όπλων της αρετής και της προσευχής απέναντι στη θεία οργή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ὢ ξένου θαύματος, φοβεροῦ μὲν ἀνθρώποις, ἀγγέλοις δὲ ποθεινοῦ! Ἐννόησόν μοι τὰς πολλὰς μυριάδας ἐκείνας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ παίδων σακκοφορούσας, καὶ εἰς ταὐτὸ συνηθροισμένας· ἐπιτηδεύματα πάντα καὶ πράξεις πάσας ἀνθρωπίνας ἀργούσας, καὶ ἔργον μὲν οὐδὲν παρ᾽ οὐδενὸς οὐδαμοῦ τελούμενον, οἰμωγὴν δὲ ὁμοῦ πάντων καὶ θόρυβον, καὶ βοὴν εἰς οὐρανὸν πεμπομένην. Ἐννόησον δεσποτῶν καὶ δούλων ἀνωμαλίαν ἐκβεβλημένην, ἀρχόντων καὶ ἀρχομένων, βασιλέα μετὰ τοῦ ἴσου σχήματος παρόντα τοῖς πλήθεσι, καὶ καθάπερ πολιτικήν τινα παράταξιν τὴν λειτουργίαν τάττοντα τοῦ Θεοῦ. Ἤγγισε γὰρ, φησὶν, ὁ λόγος πρὸς τὸν βασιλέα, καὶ ἐξανέστη τοῦ θρόνου αὑτοῦ, καὶ ἐξεδύσατο τὴν στολὴν αὑτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Ὢ σοφοῦ βασιλέως.

Ἐξάρχει τῆς μετανοίας αὐτὸς, ὥστε τὴν πόλιν πᾶσαν σπουδαιοτέραν ποιῆσαι. Τίς γὰρ ἤμελλεν ἔτι μαλακίζεσθαι, τὸν βασιλέα ὁρῶν αὐτὸν ὑπὲρ τῆς σωτηρίας ἀγωνιζόμενον; Τὰ τραύματα τῆς ἁλουργίδος θεραπεύει διὰ τοῦ σάκκου· τὰς ἁμαρτίας τοῦ θρόνου διὰ τῆς ἐπὶ σποδοῦ καθέδρας ἐκπλύνει· τὴν νόσον τῆς ὑπερηφανείας τῷ ταπεινῷ τοῦ σχήματος ἐξιᾶται· τῇ νηστείᾳ τὰ ἕλκη τῆς τρυφῆς φαρμακεύει· καὶ δείξας ταῦτα διὰ τῶν ἔργων πρὸς τὴν ἴσην σπουδὴν πάντας διὰ κηρύγματος ἐγείρει. Ἐκηρύχθη γὰρ, φησὶ, παρὰ τοῦ βασιλέως· Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν, μηδὲν νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν. Καινὴ βασιλέως νομοθεσία· ἀσιτίαν τοῖς ἀῤῥώστοις ὡς ἰατρὸς ἐπιτάττει· μᾶλλον δὲ τὰς ἀποστολικὰς μιμεῖται διδασκαλίας εὐσεβοῦς νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρτήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώμενος.

Καὶ περιεβάλοντο σάκκους, φησὶν, οἱ ἄνθρωποι καὶ τὰ κτήνη. Ὢ παρατάξεως οὐρανίας! ὢ φάλαγγος τῷ διαβόλῳ φρικτῆς! Ἑστήκει θρηνῶν ὁ διάβολος ὁρῶν αὑτοῦ τὴν στρατείαν πανδημὶ πρὸς τὸν Θεὸν μεταστᾶσαν καὶ πολεμοῦσαν τοῖς δαίμοσιν· εἶτα ταύτην τὴν μάχην καὶ παῖδες, καὶ γυναῖκες, νήπια μετὰ ἀνδρῶν ἠγωνίζοντο· ἤδη δὲ ἡ τῶν κτηνῶν φύσις σύμμαχος εἰς τὴν παράταξιν παρελήφθη.

Καὶ ἴδε καινὸν ὁ διάβολος θέαμα· βοσκήματα δικαιοσύνην συνεισφέροντα ἀνθρώποις, καὶ ὑπὲρ τῆς σωτηρίας τῶν κεκτημένων νηστεύοντα· Οἱ ἄνθρωποι, καὶ οἱ βόες, καὶ τὰ κτήνη μὴ γευσάσθωσαν μηδὲν, μήτε νεμέσθωσαν. Τὰ τῆς ἀρχῆς ὁ βασιλεὺς σύμβολα ῥίψας, τὴν τῶν ἱερέων μετέλαβε τάξιν. Ἑστήκει δημηγορῶν, καὶ φιλοσοφεῖν τοὺς Νινευΐτας παιδεύων. Δεινὰ, φησὶν, ὦ φίλοι, τὰ περιεστῶτα κακά. Τὴν οἰκουμένην χειρωσάμενοι πᾶσαν, ὡς πονηροὶ θείᾳ ψήφῳ φθειρόμεθα, καὶ βασιλεύοντες πάντων ἀνθρώπων, ὡς φαυλότεροι πάντων ξένῳ θανάτου κατεδικάσθημεν τρόπῳ, καὶ τῶν ἄλλων πάντων μακαρισθέντες, πάντων εἶναι δόξομεν ἀθλιώτεροι, καὶ μῦθος ἐσόμεθα τῷ βίῳ παντὶ καὶ διήγημα, τῆς προτέρας λαμπρότητος οὔτε λαθεῖν συγχωρούσης τὰ ἡμέτερα κακά. Πολλοὺς, ὦ Νινευῖται, πολέμους νικήσαντες, γενναιότερον νῦν ὑπὲρ τῆς οἰκείας ἀγωνισώμεθα σωτηρίας· πάλαι μὲν γὰρ ὅπως ἑτέρων γενώμεθα κύριοι, πάντα ἐπράττομεν· νῦν δὲ ἆθλον ἡμῖν τὸ μὴ μετὰ γυναικῶν, καὶ παίδων ἄρδην ἀπολέσθαι.

Πρὸς ἐπανάστασιν ξένου πολέμου ξένως ἀγωνισώμεθα· τοξεύσωμεν τὸν οὐρανὸν ὑμνῳδίαις· ἀκοντίσωμεν ἀντὶ δοράτων ἐκεῖ ψαλμῳδίαις· προσευχαῖς τὸν Θεὸν σφενδονήσωμεν· δάκρυσιν ἀπαύστοις αὐτοῦ τὸν θυμὸν ἐκμειλίξωμεν· τῶν πονηρῶν πράξεων τὴν φάλαγγα ῥήξωμεν· τὰ τῆς κακίας ὀχυρώματα καταβάλωμεν· μεθ᾽ ὅπλων ἀρετῆς μαχησώμεθα· θώρακα δικαιοσύνης βέλος οὐ τιτρώσκει· ἀσπίδα πίστεως κεραυνὸς οὐ δύναται φλέξαι· περικεφαλαίαν ἐλπίδος συντρίψαι ὁ Θεὸς οὐκ ἀνέχεται· ἡ ἄνωθεν ὀργὴ χιτῶνα σωφροσύνης οὐ σχίζει· ἀπειλὴ καταστροφῆς, ἐξομολογήσεως τεῖχος καθελεῖν οὐκ ἰσχύει· ἀπόφασις ἀπωλείας μετάνοιαν σπουδαίαν ἰδοῦσα, ὡς καπνὸς εὐθὺς διαλύεται· ἂν οὕτως, ὦ φίλοι, καὶ μετὰ τοιούτων πολεμήσωμεν ὅπλων, ὥσπερ τῆς γῆς οὕτω καὶ τοῦ οὐρανοῦ κρατήσομεν. Θαῤῥεῖτε, Νινευῗται, θαῤῥεῖτε, φιλάνθρωπος βασιλεὺς ἡμῖν πολεμεῖ· ἀνικέτας μόνον τοὺς αὐτοῦ πολεμίους ῥίψας εὖ θεὶς τὴν ὀργὴν εὐεργέτης γίνεται τῶν ἐχθρῶν.