Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα

Ἰωάννης ὁ Χρυσόστομος

Η προδοσία του Ιούδα και τα κίνητρά της

Εισαγωγικές αναφορές στη Μεγάλη Πέμπτη, ρητορικός σχολιασμός της μεταστροφής του μαθητή σε προδότη και έλεγχος των προθέσεών του κατά τη συμφωνία με τους Ιουδαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ. Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορφὴν τὴν τοῦ οἰκείου υἱοῦ προδοσίαν σημαίνουσαν. Δεινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος.

Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης Δεσπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος. Καὶ τί μὴ λέγω τὸ ὄνομα, ἵνα μὴ πᾶσιν ἐπάγω τὴν ὕβριν τοῖς ἀποστόλοις, ἀποκρύπτων τὸν αἴτιον; Πορευθεὶς, φησὶν, Εἷς τῶν δώδεκα. Τίς; Ὁ λεγόμενος Ἰούδας. Καὶ ἄλλο, ἵνα μὴ ὁ ἀναίτιος ἀποκρύψῃ τὸν αἴτιον (εὑρίσκομεν γὰρ τῶν ἀποστόλων καὶ ἕτερον τῷ αὐτῷ κεκλημένον ὀνόματι), Ἰούδας ὁ Ἰσκαριώτης, φησὶν, εἷς πορευθεὶς τῶν δώδεκα. Οὐκ ἔτι οὖν εἷς· εἶχε γὰρ μεθ᾽ ἑαυτοῦ τὸν διάβολον συνεργόν.

Οὗτος πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι ἐνταῦθα, Ἰούδα, τὸν τοῦ κόσμου Δεσπότην καὶ ἑαυτοῦ διδάσκαλον εἰς πρᾶσιν προβαλλόμενος, τὴν ἀξίαν τοῦ μαθητοῦ ἐν ποίᾳ καταλιμπάνεις τιμῇ; τί δέ σε καταναγκάζει προδότην τοῦ ἑαυτοῦ βασιλέως στρατεύεσθαι; τίνα προτίμησιν εἶδες τῶν λοιπῶν συμμαθητῶν κατὰ σοῦ γινομένην, ὅτι ταύτην ἄνομον βουλὴν ἐμελέτησας; ὃς οἶδας πρὸς σὲ καὶ τοὺς ἕνδεκα ἀποστόλους τοῦ Δεσπότου βοήσαντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος.

Ἆρα οὐ ταῦτα προεῖπε, τὴν σὴν βουλὴν ἀναστέλλων; καὶ διακονεῖν σε τοῖς πρώτοις ἠρέθισεν, ἵνα μὴ σὺ ὡς ἔσχατος ἀδίκῳ πόνῳ κινηθεὶς κατασκευάσῃς τὸν δόλον; Εἰ μὲν ὑπῆρχες χρημάτων ἐκτὸς τοῖς Ἰουδαίοις τὴν προδοσίαν δωρούμενος, ἂν ὑπέλαβεν ἄνθρωπος, ὅτι ἄδικόν τι ὑποστὰς πρὸς τὴν τοῦ ἀδικήσαντος ἐχώρησας ἄμυναν· τὸ δὲ λέγειν σε προφανῶς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; δηλοῖ τὴν σὴν δολιότητα.