Τί ἐστιν, Εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται; τί ἐστιν ἀθέτησις; Τουτέστι, καταφρόνησις· οὐκέτι γὰρ παῤῥησίαν ἔχει ἡ ἁμαρτία· ἠθέτηται γάρ. Πῶς; Ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ· τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. Διὰ τῆς θυσίας αὑτοῦ, φησὶ, πεφανέρωται· τουτέστιν, ἐφανερώθη τῷ Θεῷ καὶ προσῆλθε. Μὴ οὖν, ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, νομίσῃς ὅτι ἁπλῶς, καὶ οὐχὶ δι᾽ ἀσθένειαν, τοῦτο ἐγίνετο· εἰ γὰρ μὴ δι᾽ ἀσθένειαν, τί καὶ ἐγίνετο; μὴ ὄντων γὰρ τραυμάτων, οὐδὲ φαρμάκων λοιπὸν δεῖ τῷ ἐπιμελουμένῳ. Διὰ τοῦτο προσέταξε, φησὶν, ἀεὶ προσφέρεσθαι διὰ τὸ ἀσθενὲς, καὶ ὥστε ἀνάμνησιν ἁμαρτιῶν γίνεσθαι. Τί οὖν; ἡμεῖς καθ᾽ ἑκάστην ἡμέραν οὐ προσφέρομεν; Προσφέρομεν μὲν, ἀλλ᾽ ἀνάμνησιν ποιούμενοι τοῦ θανάτου αὐτοῦ· καὶ μία ἐστὶν αὕτη, καὶ οὐ πολλαί. Πῶς μία, καὶ οὐ πολλαί; Ἐπειδὴ ἅπαξ προσηνέχθη, ὥσπερ ἐκείνη ἡ εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο ἐκείνης τύπος ἐστὶ, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ᾽ ἀεὶ τὸ αὐτό· ὥστε μία ἐστὶν ἡ θυσία. Ἐπεὶ τῷ λόγῳ τούτῳ, ἐπειδὴ πολλαχοῦ προσφέρεται, καὶ πολλοὶ Χριστοί; ἀλλ᾽ οὐδαμῶς, ἀλλ᾽ εἷς πανταχοῦ ὁ Χριστὸς, καὶ ἐνταῦθα πλήρης ὢν, καὶ ἐκεῖ πλήρης, ἓν σῶμα.