βʹ. Διὸ, παρακαλῶ, πάντες σπουδάζωμεν πόῤῥω γενέσθαι τοῦ πάθους τούτου, ἵνα μὴ τῷ κρίματι τῷ ἐκείνου περιπέσωμεν, ἵνα μὴ τῆς κολάσεως ὑπεύθυνοι γενώμεθα τῆς αὐτῆς, ἵνα μὴ τῇ τιμωρίᾳ κοινωνήσωμεν τῇ αὐτοῦ. Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Ἄρα ὁ τετυφωμένος τὴν αὐτὴν τῷ διαβόλῳ δίδωσι δίκην. Ἀρχὴ γὰρ, φησὶν, ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον· ἀρχὴ ἁμαρτίας ὑπερηφανία, πρώτη ὁρμὴ καὶ κίνησις ἐπὶ τὸ κακόν· τάχα μὲν οὖν καὶ ῥίζα καὶ ὑποβάθρα. Ἡ γὰρ ἀρχὴ ἢ τὴν πρώτην ὁρμὴν δηλοῖ τὴν ἐπὶ τὸ κακὸν, ἢ τὴν σύστασιν· ὡς ἂν εἴποι τις, ἀρχὴ σωφροσύνης τὸ ἀπέχεσθαι θέας ἀτόπου, τουτέστι, πρώτη ὁρμή· ἂν δὲ εἴπωμεν, ἀρχὴ σωφροσύνης νηστεία, τουτέστι, θεμέλιος καὶ σύστημα. Οὕτω καὶ ἁμαρτίας ἀρχή ἐστιν ἡ ἀπόνοια· καὶ γὰρ ἀπ᾽ αὐτῆς ἄρχεται πᾶσα ἁμαρτία, καὶ ὑπ᾽ αὐτῆς συγκροτεῖται. Ὅτι γὰρ, ὅσα ἂν πράττωμεν ἀγαθὰ, οὐκ ἀφίησιν αὐτὰ ἡ κακία διαμεῖναι καὶ μὴ διαπεσεῖν, ἀλλ᾽ ὥσπερ ῥίζα τίς ἐστιν, οὐκ ἐῶσα μὴ διασαλευθῆναι, δῆλον ἐκεῖθεν· ὅρα πόσα ὁ Φαρισαῖος εἰργάσατο, ἀλλ᾽ οὐδὲν αὐτὸν ὤνησε· τὴν γὰρ ῥίζαν οὐκ ἐξέκοψεν, ἀλλ᾽ αὐτὴ τοῖς πᾶσιν ἐλυμήνατο. Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυμία χρημάτων, ἔρως ἀρχῆς, πόθος δόξης· πρὸς ὕβριν ἀμυντικὸς ὁ τοιοῦτος.