Ἐπαίρει τὴν διάνοιαν αὐτῶν· εἰς τὸ μὴ σαλεύεσθαι, φησὶ, ταχέως ὑμᾶς. Μήτε θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς, ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου. Ἐνταῦθα δοκεῖ μοι αἰνίττεσθαι περιιέναι τινὰς ἐπιστολὴν πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην ἐπιδεικνυμένους λέγειν, ὡς ἄρα ἐφέστηκε τοῦ Κυρίου ἡ ἡμέρα, ἵνα πολλοὺς ἐντεῦθεν πλανήσωσιν. Ὥστε οὖν μὴ ἀπατηθῆναι, ἀσφαλίζεται αὐτοὺς ὁ Παῦλος, δι᾽ ὧν γράφει καί φησι· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· κἄν τις πνεῦμα προφητείας ἔχων τοῦτο εἴπῃ, μὴ πιστεύσητε. Ὅτε γὰρ ἤμην πρὸς ὑμᾶς, ταῦτα εἶπον ὑμῖν· ὥστε οὐ δεῖ μεταπείθεσθαι, ἀφ᾽ ὧν ἐδιδάχθητε. Ἢ διὰ πνεύματος. Τοὺς ψευδοπροφήτας οὕτω καλεῖ πνεύματι ἀκαθάρτῳ λαλοῦντας, ἅπερ ἐλάλουν. Βουλόμενοι γὰρ οὗτοι μᾶλλον πιστεύεσθαι, οὐ μόνον διὰ πιθανολογίας ἐπεχείρουν ἀπατᾷν· τοῦτο γὰρ ἐμφαίνει εἰπὼν, Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασμένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ αὐτὸ τοῦτο δηλοῦσαν. Διὰ τοῦτο καὶ αὐτὸ ἐμφαίνων ἐπήγαγε τὸ, Μήτε δι᾽ ἐπιστολῆς, ὡς δι᾽ ἡμῶν.