Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν, ἐν τῇ μεσοπεντηκοστῇ

Ἰωάννης ὁ Χρυσόστομος

Ο διάλογος στο φρέαρ και η αποκάλυψη του ζώντος ύδατος

Η συνομιλία του Χριστού με τη Σαμαρείτιδα, ο έλεγχος του βίου της και η υπόσχεση της πνευματικής δωρεάς του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἡ δέ γέ που τάχα τῆς οἰκίας ἐξῄει κατὰ μικρὸν προϊοῦσα, γυναικικοῖς χρωμένη βαδίσμασιν, ἀνειμένη, τὴν ὑδρίαν ἐπαγομένη, πρὸς καρπὸν ὡς ἐν ἀγρῷ θεωρίαν ἱσταμένη πολλάκις μεταξὺ τοῦ βαδίσματος. Ὁ κατάσκοπος ἄοκνος καὶ ἀφανὴς, θηρευτὴς ἐπιστήμων, κρύψας δὲ τὸν εὐεργέτην, ὡς ἐνδεὴς ἐμφανίζεται· Λέγει γὰρ, φησὶν, ὁ Ἰησοῦς· Γύναι, δός μοι πιεῖν. Σπείρει τὴν φωνὴν, ὡς κόκκον ῥεμβομένη περιστερά· Δός μοι πιεῖν. Ὑποκρίνεται δίψαν ὁ ἐλθὼν αὐτῇ κεράσαι σωτηρίας ποτήριον· μᾶλλον δὲ, εἴ τις λεπτότερον τὴν φωνὴν μεταλλεύῃ, ἀληθὲς τοῦ Δεσπότου τὸ δίψος· ἐδίψα γὰρ τὴν αὐτῆς σωτηρίαν, καὶ δικαίως πρὸς αὐτὴν ἐβόα· Δός μοι πιεῖν. Ἔχεις, φησὶν, ἐν ἑαυτῇ κεκρυμμένην εὐγνωμοσύνης πηγήν· ἀπ᾽ ἐκείνης με νᾶμα γεμίσασα πότισον. Ἀλλ᾽ οὐκ ᾐσθάνετο τῶν αἰνιγμάτων τὸ γύναιον, ψιλῇ δὲ φωνῇ προσέχουσα· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Μεθ᾽ ὁδοιπορίας κόπου δίκη τῷ Χριστῷ δογμάτων ἀπήντησεν· ἀλλ᾽ ἅπαξ ἑλομένῳ τὰ ὑπὲρ ἡμῶν ἀναδέξασθαι, φορητὰ τὰ συμβαίνοντα.

Διὰ τοῦτο καὶ τὴν ἐκ Σαμαρείτιδος ἐπιτίμησιν φέρει. Ἥδετο γὰρ κατιὼν τῆς ἀξίας, ἵνα τῆς ἁμαρτωλοῦ εὐτελείας ἀναγάγῃ τὴν ψυχήν. Ἁμαρτωλή τις εὐτέλεια τὴν Σαμαρεῖτιν κατεῖχε, πορνικῷ ἐῤῥυπαίνετο βίῳ, ἐραστὴν ἐξ ἐραστοῦ μετελάμβανε, γάμον εἶχε τὸν τοῦ ἔρωτος χρόνον, ὕπανδρος ἦν ἐρασταῖς νύμφη, χήρα τις διαπαντὸς καὶ νεόγαμος· μᾶλλον δὲ οὔτε χήρα καθαρῶς, οὔτε νύμφη· οὔτε γὰρ θανάτῳ τὸν πρῶτον κεχώριστο, οὔτε γάμοις νομικοῖς τοῖς δευτέροις συνήπτετο.

Τούτου μάρτυς πρὸς αὐτὴν ὁ Δεσπότης· Καλῶς, φησὶν, εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Τοῦτο ἀληθὲς εἴρηκας. Ἀλλ᾽ ἦν μαργαρίτης βορβόρῳ φυρόμενος, καὶ τὸν τοιοῦτον οὐκ ἔλαθεν ἔμπορον· τῆς γὰρ ψυχῆς αὐγὰς ἐδείκνυ τοῖς ῥήμασι. Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν, παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Πῶς σύ; Καὶ τὸ, Σύ, θυμουμένης.

Πῶς ζητεῖς παρ᾽ ἐμοῦ πιεῖν; Εἰ μὲν ὡς ταὐτά μοι φρονῶν, ἔσομαί σοι πρὸς τὴν αἴτησιν ἕτοιμος· εἰ δὲ τὰ Ἰουδαίων ποθεῖς, μὴ ζήτει παρ᾽ ἀλλοφύλων δεξίωσιν· μὴ δῶρον, ὅπερ ἀποφεύγεις, ἀπαίτει. Ἐνόμιζεν ἡ Σαμαρεῖτις διὰ τὴν τῆς δίψης ἀνάγκην τὸν Κύριον Σαμαρειτικῇ σαγηνεύειν λατρείᾳ· οὐκ ᾔδει δὲ δεσμουμένη τοῖς ῥήμασιν· ἐδέδετο γὰρ τῇ πρὸς τὸν Κύριον ἀποκρίσει, μᾶλλον δὲ ταῖς παρὰ τοῦ Κυρίου πρὸς αὐτὴν φωναῖς· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ἐπειδή μου, φησὶ, διασύρεις τὴν δίψαν, καὶ καλεῖς Ἰουδαῖον πρὸς ὑμᾶς ἀκοινώνητον, μάθε πολὺ τῆς ἐπ᾽ ἐμοὶ σφαλλομένη δοκιμασίας. Οὐκ οἶδάς μου τὴν ἀληθῆ γενεὰν, οὐκ οἶδας τὴν παρ᾽ ἐμοῦ φιλοτιμίαν οὖσαν πολλὴν, οὐκ οἶδας οἵα εὔροια τῆς πηγῆς παρ᾽ ἐμοί· εἰ γὰρ ᾔδεις ᾔτησας ἄν· νῦν δὲ ἀγνοοῦσαν οὐ μέμφομαι, αἰτησάσῃ δὲ δίδωμι.

Πρὸς ὄρεξιν δίψης τὴν μὴ διψῶσαν κινεῖ πρὸς χρείαν ποτοῦ τὴν ποτίζουσαν στρέφει· τέτρωτο γοῦν τοῖς λόγοις τὸ γύναιον, καὶ τῷ τοῦ ὕδατος πόθῳ ἥλω. Προσπεσοῦσα γὰρ πρὸς τὸν Κύριον ἔλεγε, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Ἡ τὸ πρὶν ποτίζειν ἠξιωμένη, νῦν ἀξιοῖ ποτισθῆναι.