Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σωσάνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η σωφροσύνη της Σωσάννας και η επιβουλή των πρεσβυτέρων

Αναπτύσσεται ο ενάρετος βίος της Σωσάννας και η ανάγκη προστασίας των αισθήσεων από την αμαρτία. Εξιστορείται η συνωμοσία των δύο πρεσβυτέρων και η επίθεσή τους, γεγονότα που παρουσιάζονται ως πνευματικός αγώνας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Μέμνημαι γὰρ τῇ προτεραίᾳ ἐπαγγειλάμενος ὑμῖν τὴν τῆς μακαρίας Σουσάννης σωφροσύνης ἄθλησιν, εἰς πολλῶν ὠφέλειαν κηρύττειν· ὅτε καὶ ὁ Ἰωσὴφ κατὰ τῆς Αἰγυπτίας ἠγωνίζετο, καὶ πᾶσιν ἡμῖν παλαίσματα σωφροσύνης ὑπεδείκνυεν. Ἀγωνιζέσθω οὖν καὶ Σουσάννα ἐν τῷδε τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς, καὶ ἄγγελοι, καὶ ἄνδρες, καὶ γυναῖκες ὁρῶσιν· ἀγωνιζέσθω, καὶ διδασκέτω, πῶς δεῖ νεωτέρας ἕως θανάτου ὑπὲρ σωφροσύνης ἀγωνίζεσθαι. Αὕτη τοίνυν ἡ μακαρία Σουσάννα εὐγενὴς τῷ γένει τυγχάνουσα, ἐξ ἁπαλῶν ὀνύχων ἐν οἰκίσκῳ θαλαμευομένη, εὐπρεπὴς τῷ κάλλει ὑπάρχουσα, καὶ σεμνοῦ βίου τρόπον ἀσκηθεῖσα, ὅτε τὸ τῆς νεότητος αὐτῆς κάλλος ἐπήνθει, πρὸς νομίμου γάμου συζυγίαν ἡρμόσθη. Καὶ δὴ τὸ τοῦ γάμου μυστήριον ἀβλαβὲς τῷ ἰδίῳ ἀνδρὶ φυλάττουσα, οὐκ ὄμμα ἄτακτον πρὸς νεωτερικοῦ καὶ ξένου κάλλους θέαν περιέφερεν· οὐκ ἀκοὴν ἀνοίγουσα, τὴν τῶν προνικῶν ᾀσμάτων καλλιφωνίαν ὑπεδέχετο· οὐ τὴν ὄσφρησιν ἐπηφίει ἀνέρπειν τὰ τῶν νεωτερικῶν ἱματίων καπνίσματα· οὐδ᾽ ἄλλην τινὰ αἴσθησιν ἁπλῶς φέρεσθαι συνεχώρει, ἵνα μὴ ἡ ἐν τῇ καρδίᾳ αὐτῆς φυλαττομένη σωφροσύνη ὑποφθαρεῖσα τοῖς ἁπαλοῖς δελεάσμασι πρὸς ἡδονὰς σκελισθείη. Τὰ γὰρ πλεῖστα τῶν ἁμαρτημάτων ἐκ τῶν αἰσθήσεων τῆς ψυχῆς ἡμῶν περιγίνεται.

Ἔστι γὰρ ἡ ψυχὴ, καθάπερ παρθένος ἐν θαλάμῳ τινὶ, ἐν μέσῃ τῇ καρδίᾳ ἡσυχάζουσα, καὶ ὑπὸ τῶν πέντε αἰσθήσεων, ὥσπερ ὑπό τινων θεραπαινίδων, δορυφορουμένη. Ποίων αἰσθήσεων; Ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἀκοῆς, καὶ ἁφῆς. Ἐὰν οὖν μηδεμία αἴσθησις ὑποφθαρεῖσα πλανηθείη, φυλάττεται ἀκεραία καὶ ἀβλαβὴς ἡ ψυχή· ἐὰν δὲ συμβῇ τὴν ὅρασιν ἀκυβέρνητον μείνασαν πρὸς νεωτερικοῦ κάλλους θέαν ῥεμφθῆναι, καὶ λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας διὰ τῶν ὀφθαλμῶν εἰς τὸ βάθος τῆς καρδίας εἰσδέξασθαι, εὐθὺς, λαίλαπι ἡδονῶν ῥιπισθεῖσα, πρὸς τὴν ἁμαρτίαν ὑποβρύχιος φέρεται περὶ τὴν σωφροσύνην ναυαγήσασα· καὶ πάσχει λοιπὸν ἐκεῖνο, ὅπερ καὶ ὁ Δαυῒδ παθὼν ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ἐὰν ἀναπετασθεῖσα δέξηται τὰ τῆς καλλιφωνίας θέλγητρα, πρὸς ἐκεῖνα τὴν διάνοιαν τείνασα, ὅλην ἑαυτὴν τοῖς πορνικοῖς ᾄσμασι συνελκύσασα καταστρέφει.

Ἡ δὲ γεῦσις ἀδηφαγίᾳ καὶ οἴνῳ πολλῷ ἐμφορηθεῖσα πρὸς μέθην καὶ κοίτας τὴν ψυχὴν καταφθείρει. Ἡ δὲ ὄσφρησις τοῖς περιέργοις μυρίσμασι τῶν νέων ἀποδεθεῖσα, καὶ τὴν ψυχὴν μεθ᾽ ἑαυτῆς συναπέδησεν. Οὕτως οὖν ὡς παρθένος τις ἡ ψυχὴ ὑπὸ ἀφρόνων θεραπαινίδων, τῶν αἰσθήσεων, ἁλίσκεται πρὸς τὴν τῆς ἀκολασίας ἁμαρτίαν προδιδομένη.

Ἡ γὰρ ἁμαρτία πάσας τὰς αἰσθήσεις καρώσασα, δίκην κλέπτου λαθραίως εἰς τὸ ταμιεῖον τῆς καρδίας ἐπεισέρχεται· εἶτα εἰσελθοῦσα ὅλην αὐτὴν γυμνοῖ τὴν ἐνθήκην τῆς σωφροσύνης ἀποσυλήσασα. Ἠσφαλίζετο γοῦν ἡ μακαρία ἐκείνη τὸ βλέμμα, τὸ σχῆμα, τὸ βῆμα, τὴν ἀκοὴν, τὴν ὅρασιν, τὴν ὄσφρησιν, τὴν γεῦσιν, τὴν ἁφήν· καὶ ἦν ἀληθῶς, κατὰ τὴν σοφίαν τὴν λέγουσαν, Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.

Ὥσπερ γὰρ κῆπος, μηδενὸς αὐτὸν συλαγωγῆσαι δυναμένου, ἐτύγχανεν ἡ μακαρία, πηγάζουσα τὰ τῆς σωφροσύνης ἀρώματα, καὶ ὥσπερ πηγὴ ἦν τῇ πίστει ἐσφραγισμένη, ἐξ ἧς οὐδεὶς τῶν ἀτάκτων τὸ τῆς σωφροσύνης κάλλος ἀντλῆσαι ἠδύνατο. Ταύτης ἐν ἐπιθυμίᾳ γεγόνασι δύο πρεσβύτεροι τοῦ λαοῦ, οἱ δοκοῦντες κυβερνᾷν τὸ ποίμνιον, καὶ ἕκαστος αὐτῶν φλογὶ τῆς ἐπιθυμίας καιόμενος, θάτερος θατέρῳ τὸ ἔγκρυφον τῆς καρδίας πῦρ φανερῶσαι ᾐσχύνετο. Καὶ ἐν μιᾷ τῶν ἡμερῶν ἑκάτερος αὐτῶν λάθρα τοῦ ἑταίρου αὐτοῦ ἀπῄει κατασκοπεῦσαι τὴν Σουσάνναν· καὶ εὑρηκότες ἀλλήλους, καὶ ἀνετάσαντες ὡμολόγησαν ἀλλήλοις δι᾽ ἣν παρῆσαν αἰτίαν· τότε κοινωνίαν θέμενοι ἐν τῇ τῆς ἁμαρτίας πράξει, τῆς κακίας ἐποιοῦντο ἔρευναν ἐκμελῆ, καὶ παρετήρουν καιρὸν, ὅπως αὐτῆς κατατύχωσι μόνης.

Συνέβη οὖν ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τὴν Σουσάνναν εἰσελθεῖν εἰς τὸν παράδεισον τοῦ ἀνδρὸς, λούσασθαι κατὰ τὸ καῦμα· καὶ ἐξαποστειλάσης αὐτῆς τὰς παιδίσκας ἐπὶ τὸ κομίσαι σμῆγμα, ἐπιδραμόντες αὐτῇ ἄφνω οἱ πρεσβύτεροι ὥσπερ λύκοι ἀμνάδα κατεῖχον, τῷ οἴστρῳ τῆς ἀκολασίας σπαράξαι βουλόμενοι· καὶ ἦν μόνη Σουσάννα ἀνὰ μέσον τῶν δύο λεόντων, καὶ οὐδεὶς ὁ βοηθῶν, οὐ παιδίσκη, οὐ δοῦλος, οὐ συγγενὴς, οὐ φίλος, οὐ γείτων, εἰ μὴ μόνος οὐρανόθεν προσεῖχε Θεὸς ὁ κωλύειν μὲν δυνάμενος, συγχωρῶν δὲ γίνεσθαι τὴν πάλην ἵνα κρυπτομένας γνώμας ἐλέγξῃ, καὶ τῆς μὲν Σουσάννης τὴν σωφροσύνην, τῶν δὲ πρεσβυτέρων τὴν ἀκολασίαν δημοσιεύσῃ, ὁμοῦ δὲ ταῖς γυναιξὶ παιδευτήριον μέγιστον τὴν Σουσάννης ἐνάρετον ἄθλησιν ἐπιδείξῃ. Μεγάλη ἦν μάχη, σφοδρὸς ἀγὼν τῇ Σουσάννῃ ἀπέκειτο, μείζων τοῦ Ἰωσήφ. Ἐκεῖνος μὲν γὰρ ἀνὴρ ὢν μετὰ μιᾶς ἐμάχετο γυναικός· αὕτη δὲ γυνὴ οὖσα μετὰ δύο ἀνδρῶν ἐπάλαιεν.

Θέατρον ἦν μέγιστον καὶ τερπνὸν, γυνὴ μετὰ δύο ἀνδρῶν ἐπύκτευεν· καὶ τὸ θαυμαστὸν, ἐὰν ἀκούσητε ποῦ τὸ σκάμμα ἠνέῳκτο· ἐν παραδείσῳ, ὅπου ὁ ὄφις τὴν Εὔαν ἠπάτησεν. Ὡς οὖν ἕτοιμος γέγονεν ἡ πάλη, ἠνοίχθησαν οἱ οὐρανοὶ, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγὼν ἕτοιμος, ὁ ἀγωνοθέτης οὐρανόθεν προσεῖχε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει· ὁ ὄφις ἐν τοῖς παρανόμοις, ἡ δὲ πίστις ἐν τῇ σώφρονι. Πολλὴ ἦν φροντὶς ἀμφοτέροις περὶ τῆς νίκης· τοῖς μὲν πρεσβυτέροις τὸ μὴ ὑπὸ γυναικὸς ἡττηθῆναι, τῇ δὲ Σουσάννῃ τὸ μὴ ἀπολέσαι τὴν σωφροσύνην· ἐκείνοις τὰ ὀψώνια τῆς νίκης οἱ δαίμονες ἡτοίμαζον, τῇ δὲ Σουσάννῃ τὰ ἔπαθλα τῆς σωφροσύνης ἡτοίμαζον ἄγγελοι. Κατέχουσι τὴν Σουσάνναν οἱ παράνομοι· καὶ πρῶτον μὲν διὰ λόγων ἐπάλαιον αὐτῇ· τί λέγοντες; Πρεσβύτεροί ἐσμεν τοῦ λαοῦ, ἡμῖν νόμος πεπίστευται, τοῦ λύειν καὶ δεσμεῖν ἐξουσίαν εἰλήφαμεν.

Οὐδείς ἐστιν ἐνθάδε κατάσκοπος· Γενοῦ μεθ᾽ ἡμῶν· ἐν ἐπιθυμίᾳ σου γάρ ἐσμεν. Ἐὰν δὲ μὴ βουληθῇς, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἀπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. Καὶ ὅρα πόσα ἦν τὰ συνέχοντα τὴν Σουσάνναν· συκοφαντία ἀκολασίας, φόβος θανάτου, κατάγνωσις ἐπὶ τοσούτου λαοῦ, μῖσος ἀνδρὸς, μῖσος συγγενῶν, πένθος οἰκετῶν, καὶ ἁπαξαπλῶς παντὸς τοῦ οἴκου κατάκλυσις.