Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου καὶ εἰς τὴν θεοτόκον καὶ εἰς τὸν Συμεῶνα

Ἰωάννης ὁ Χρυσόστομος

Η εκπλήρωση των νομικών διατάξεων: Περιτομή και καθαρισμός

Θεολογική ανάλυση της περιτομής του Κυρίου, του συμβολισμού της όγδοης ημέρας ως τύπου της Αναστάσεως, καθώς και ερμηνεία των διατάξεων περί καθαρισμού και αφιέρωσης του πρωτοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα, λόγος. Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα περιέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν. Ἔρχεται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου· καὶ λαμβάνει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων. Ἐκοινώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς· ἐβεβαίωσε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμενον ἐκ σπέρματος Δαυῒδ Χριστὸν, ὃν καὶ προσεδόκων· ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας. Εἰ γὰρ καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον· Οὐκ οἴδαμεν πόθεν ἐστίν· εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις. Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ ὀργάνου. Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι ὀκτώ· κελεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην· καὶ ἀργεῖ τὸ σάββατον διὰ τὴν περιτομήν.

Ἐρωτήσωμεν τοίνυν Ἰουδαίους· Ἄνεσις τὸ σάββατον· ἀργία τελεία ἡ ἡμέρα· τίνος ἕνεκεν ἐκβάλλει ἡ ὀγδόη τὴν ἑβδόμην; διὰ τί ἡ ὀγδόη γίνεται ἐπάνω τῆς ἑβδόμης; Ἀλλὰ Ἰουδαῖοι μὲν τὰ Ἰουδαϊκὰ οὐκ οἴδασιν· ἡ δὲ Ἐκκλησία τοῦ Χριστοῦ τὸν Χριστὸν οἶδε καὶ τὰ Ἰουδαϊκὰ μαθήματα. Περιτέμνεται γὰρ τὸ παιδίον τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου. Διὰ τί γὰρ μὴ προσέταξε Μωϋσῆς περιτέμνειν τῇ ἕκτῃ; διὰ τί μὴ τῇ ἐννάτῃ ἢ τῇ δεκάτῃ; Φανερὰ τοίνυν ἡ ὀγδόη καθ᾽ ἣν ἀνίσταται ὁ Κύριος. Εἴ τις οὖν μὴ πιστεύει τῇ ἀναστάσει, ἀπερίτμητός ἐστι τῇ καρδίᾳ, διὰ τῆς ἀπιστίας ἀλλοτριούμενος τοῦ Θεοῦ. Ἡ δὲ περιτομὴ, τῆς πίστεως ἀληθής ἐστι γνῶσις καὶ αἴσθησις.

Διὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται· τὸ δὲ ἅγιον βάπτισμα τύπος ἐστὶ τῆς Χριστοῦ ἀναστάσεως. Μετάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν. Ὀγδόη δέ ἐστιν ἡ περιτομή· ἡ δὲ ὀγδόη ἐστὶ καὶ ἡ ἀνάστασις· τῆς δὲ ἀναστάσεως τύπος τὸ βάπτισμα· ἀπὸ τῶν μικρῶν εἰς τὰ μείζονα, ἀπὸ τῶν σωματικῶν εἰς τὰ πνευματικώτερα. Ἔλθωσι τοιγαροῦν οἱ Ἰουδαῖοι καὶ προκόψωσιν· δεῖ γὰρ προκόψαι ἀπὸ τῶν σαρκικῶν, καὶ μὴ ἐν αὐτοῖς ἐναπομεῖναι. Ὁ μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μὴ ἐλθὼν καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, μετὰ Ἰουδαίων περιετμήθη, Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐπληρώθησαν αὐτῷ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Ἡμεῖς μὲν γὰρ καλούμεθα μετὰ τὸ τεχθῆναι, Ἰησοῦς δὲ καλεῖται πρὸ τοῦ τεχθῆναι· ἦν γὰρ πρὸ τοῦ συλληφθῆναι. Ἰησοῦς δὲ ἐκλήθη, ἐπειδὴ σωτῆρος εἶχε τὸ ἔργον. Καὶ ὅτε ἐπληρώθησαν. φησὶν, αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως.

Τίνος καθαρισμοῦ; Τῆς Μαρίας καὶ τοῦ Ἰωσήφ· ἐκέλευσε γὰρ ὁ νόμος τὴν νεοτόκον γυναῖκα καθαρίζεσθαι, καὶ τηρεῖν τὰς ἡμέρας, καὶ ἀπρόϊτον εἶναι. Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωϋσέως (καίτοι οὐκ ἀνάγκην εἶχεν ἡ Παρθένος, ἀλλ᾽ ὅμως ὁ νόμος ἐπληροῦτο), ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου. Ὅπου καθαρισμὸς σωματικὸς, Κατὰ τὸν νόμον, φησὶν, Μωϋσέως· ὅπου παράστασις τοῦ ἁγίου, Καθὼς γέγραπται, φησὶν, ἐν νόμῳ Κυρίου· οὐχ ὅτι καὶ ὁ νόμος Μωϋσέως οὐκ ἦν νόμος Κυρίου· ὅσα γὰρ λαλεῖ προφήτης Πνεύματι ἁγίῳ διαλεγόμενος, οὐκ αὐτὸς λαλεῖ ἀλλ᾽ ὁ Κύριος ὑποβάλλει· ὅμως δὲ καὶ ὁ καθαρισμὸς ἐπειδὴ τύπον εἶχε σωματικὸν, λέγει, Μωϋσέως νόμον· ἐπειδὴ δὲ τὸ πρωτότοκον παρίστατο, λέγει, κατὰ τὸν νόμον Κυρίου, τιμῶν τὸ γεννώμενον· Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.

Ὁ λόγος οὖν οὗτος καὶ ὁ νόμος ὅλος καὶ ἡ αἰτία τοῦ νόμου διὰ τὸν μέλλοντα διανοίγειν μήτραν ἐτίθετο. Ὅλα γὰρ τὰ πρωτότοκα τῶν ζώων καὶ τῶν ἀνθρώπων οὐδέποτε διήνοιξαν μήτραν, ἀλλ᾽ ἦν πρωτότοκα μόνον· ὃν δὲ Παρθένος ἐγέννησεν, αὐτὸς μόνος διήνοιξε μήτραν. Ὅρα μοι τοίνυν ὅλου τοῦ νόμου τὴν διατύπωσιν διὰ τὸν μέλλοντα μόνον ἐκ παρθένου γεννᾶσθαι.