Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Ο Χριστός ως αληθινός πασχάλιος αμνός

Αναλύεται η προφητική διάσταση της παλαιοδιαθηκικής θυσίας και ερμηνεύεται αλληγορικά η λυτρωτική θυσία του Χριστού, η αδιαίρετη παρουσία Του και η τυπολογία του χρόνου του πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Προβατόν σοι Χριστὸς ἐπ᾽ ἐξόδῳ τῇ ἀπὸ κόσμου, καὶ σὲ συμμετατίθησιν εἰς οὐρανὸν ἀναβαίνων· ἀναβιβάζει καὶ σὲ ἐπὶ τὴν αἰωνίαν ζωήν. Μετάγων τὸν ἄνθρωπον τὸν ἐκ Δαυῒδ γεγονότα, συμμετάγει τοὺς ἀκολουθοῦντας, τοὺς ὑπηκόους καὶ πειθηνίους, τοὺς μηκέτι Φαραὼ φοβουμένους, μηδὲ δηλῶς ἐναπομένοντας ταῖς δουλικοσμικαῖς καὶ κακοπαθείαις γηΐναις, διὰ τὴν ὀλίγην καὶ δριμεῖαν ἡδονὴν, ἧς τύπον εἶχεν ὁ Ἰσραὴλ τὴν τῶν κρεῶν καὶ κρομμύων καὶ σκορόδων βρῶσιν ἐν Αἰγύπτῳ.

Τοιαύτη γὰρ ἡ κατὰ κόσμον ἡδονὴ, δριμυτάτην τῶν μεριμνῶν πόλιν ἔχουσα συμπεπλεγμένην, σαρκικὴν δὲ καὶ θηριώδη τὴν πλησμονήν. Ἐξιόντι δέ σοι τῆς κοσμικῆς ζωῆς, ἀρχὴ ζωῆς ἀληθινῆς γίνεται· ὥσπερ ἐκείνοις ἀρχὴ μηνῶν τὸ πάσχα τὸ τυπικόν. Νῦν γὰρ ἀρχὴ [τοῦ] ζῇν, ὅτε ἀποτάσσῃ τῇ κοσμικῇ καὶ γηΐνῃ ζωῇ· νῦν εὑρίσκεις τί τὸ ἀληθινὸν ζῇν, τὸ ἐν πνεύματι. Θύεται Χριστὸς, ὥστε γινώσκεις τὴν θυσίαν αὐτοῦ τὴν ὑπὲρ σοῦ γενομένην. Τότε σοι πληροῦται τὸ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Καὶ ἡ μὲν ἠπιότης ἐν αὐτῷ σώζει τοῦ προβάτου τὴν πρωτοτύπωσιν· ἡ δὲ εἰς ὕψος ἄνοδος, καὶ οὐκ ἐν τοῖς κάτω κατάσχεσις, ἀποσώζει τοῦ ἐρίφου τὴν ἐπὶ τὰ ὑψηλὰ πορείαν. Αἶγες γὰρ ἐπὶ τὰ ὑψηλότερα καὶ δύσβατα πηδῶσί τε καὶ ἀναβαίνουσιν. Ὑψηλῶν δὲ ἀνθρώπων καὶ δυσβάτων ἦν οὐρανὸς, ἀφ᾽ ἧς ἡμέρας καταπέπτωκε σφαλεὶς ἀπὸ τῆς θείας ἐντολῆς, σαρκὶ δουλεύσας καὶ Πνεύματος ἁγίου χωρισθείς. Ἀναβαίνει δὴ καὶ ἀναβιβάζει σε τὸ θεῖον ἱερεῖον τυθὲν ὑπὲρ σοῦ.

Μετὰ σοῦ γὰρ ἀπέθνησκεν, ἵνα σὺ ζήσῃς ἐν αὐτῷ. Αἷμα δέ σοι τὸ τοῦ ἀμνοῦ σωτήριον, ἐὰν προσέλθῃς τῷ αἵματι πιστῶς, ἐὰν τὰς αἰσθήσεις τὰς ἑαυτοῦ καὶ τὰς ἐννοίας, δι᾽ ὧν εἰσέρχεται θάνατος ἁμαρτίαν προσεισπέμπων, ταύτας τῇ πίστει τοῦ αἵματος οἱονεὶ χρίσῃς, καθάπερ ὁ Ἰσραὴλ ἔχριε τὰς εἰσόδους τῷ αἵματι. Ἐὰν γάρ σοι μὴ ἐπεισέλθῃ διὰ τῶν ὀφθαλμῶν ἐπιθυμία, διὰ τῆς ἀκοῆς, διὰ τῆς ὀσφρήσεως, διὰ τῆς γεύσεως, διὰ τῆς ἁφῆς, καὶ μετὰ ταῦτα διὰ τῶν λογισμῶν, οὐ κρατεῖ σου θάνατος, ἀλλὰ φέρων ἐν τῷ σώματι τὴν νέκρωσιν τοῦ Ἰησοῦ, ἔχεις καὶ τὴν ζωὴν ἐν τῷ σώματί σου φανερουμένην, καὶ οὕτως ὑπερβήσεται ὁ θάνατος ὁ ἐκ τοῦ πρωτοπλάστου Ἀδὰμ, ὡς τὰς Ἑβραίων οἰκίας ὑπερέβαινεν ὁ τῶν πρωτοτόκων ὄλεθρος. Διὸ καὶ τῆς ἐπὶ τούτοις ἑορτῆς ὄνομα πάσχα σημαῖνον ὑπέρβασιν. Ἄμωμόν σοι τὸ πρόβατον· ἄμωμος γάρ σοι Ἰησοῦς· Ὃς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Τέλειον ἄρσεν. Ἡ γὰρ τελείωσις τῆς δικαιοσύνης παρὰ τῷ μόνῳ ἀληθινῷ βασιλεῖ. Ἐνιαύσιόν τε τὸ πρόβατον αἰωνίου τύπος Χριστοῦ. Σύμβολον γὰρ αἰῶνος ἐνιαυτὸς, ὁ αὐτὸς ἐν παντὶ αἰῶνι πολλάκις ἀνακυκλούμενος, καὶ τὰς πάσας τροπὰς ἔχων ἐν ἑαυτῷ, τοῦ καινοῦ τύπος ἀνθρώπου, ἐν ᾧ τὸ παλαιὸν τῆς ἡμετέρας ἀνθρωπότητος εἰς καινότητα μεταβέβληται· Ἐνδύσασθε γὰρ, φησὶ, τὸν καινὸν ἄνθρωπον. Τοῦ προβάτου τὴν ἀμωμότητα καὶ τελειότητα ἐπενδυσάμενος ἔσῃ πρόβατον Θεοῦ, καὶ αὐτὸς παραστήσας τὸ ἑαυτοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον Θεῷ, κατὰ τὸν Ἀπόστολον, καὶ πρὸς τὴν αἰωνίαν παραπεμφθήσῃ ζωήν.

βʹ. Ὁρᾷς, ὅτι τὸ πάσχα τὸ σὸν οὐδὲ σύγκρισιν ἔχει πρὸς τὸ Ἰουδαϊκὸν, ἀλλ᾽ ὁμοίωσιν αὐτοῦ τὴν σκιοειδῆ μόνον εἶχεν ἐκεῖνο; Καὶ νήπιος ὁ Ἰσραὴλ ἐπὶ τῇ τοῦ προβάτου θυσίᾳ, ταύτην ἡγούμενος παρὰ Θεοῦ σπουδάζεσθαι, καὶ διὰ ταύτης οἰόμενος εἰληφέναι τὴν σωτηρίαν, καὶ οὐχ ὡς τύπον ὁρῶν αὐτὴν τῆς ὄντως σωζούσης θυσίας. Διὸ λέγεται ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς διὰ Ἱερεμίου, ὅτι Οὐκ ἐνετειλάμην ὑμῖν περὶ θυσιῶν. Καὶ οὐκ ἔστι παρὰ Θεῷ ψεῦδος, ἵνα ἐντειλάμενος εἴπῃ μὴ ἐντετάλθαι.

Ἀλλ᾽ ἡ τοῦ πράγματος δηλοῦται δύναμις, ὅτι προφητικῶς ἡ θυσία ἐπετελεῖτο καὶ προμηνυτικῶς εἰς Χριστόν. Καὶ πρόβατον θύειν ἐντελλόμενος ὁ Θεὸς, Χριστὸν ἐδήλου τεθυσόμενον, καὶ τὰ περὶ τὸ πρόβατον ἅπαντα εἰς Χριστὸν προετύπου· ὧν τὰ μὲν ἤδη τεθεώρηκας, τὰ δὲ ἐφεξῆς θεώρει κατὰ δύναμιν. Ἐπὶ πάσης Ἑβραίων οἰκίας ἓν πρόβατον αὐτοτελὲς, καὶ μέρος ἐκ τῶν κρεῶν οὐκ ἐκκομίζεται τῆς οἰκίας ἐν ᾗ θύεται. Ἐπὶ πάσης γὰρ Ἐκκλησίας καὶ ψυχῆς Χριστὸς ὅλος πανταχῆ, καὶ οὐδαμῆ μερικός. Διὸ πολλὰ μὲν ἐκεῖ τὰ πρόβατα καθ᾽ ἑκάστην οἰκίαν· εἷς δὲ Χριστὸς κατὰ πᾶσαν ψυχὴν ὁ αὐτό.

Πέντε ἡμέρας ἐπὶ τῆς οἰκίας κατέχεται τὸ πρόβατον, ἀπὸ δεκάτης εἰς τεσσαρεσκαιδεκάτην· ἔπειτα οὕτω θύεται τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν ὑπὸ τῆς Ἰουδαίων συναγωγῆς. Πέντε διαστήματα χρόνου δηλοῦται ταῖς πέντε ταύταις ἡμέραις ἀπὸ Ἀδὰμ μέχρι συντελείας· ἓν μὲν τὸ μέχρι Νῶε, δεύτερον δὲ τὸ ἐκεῖθεν μέχρι Ἀβραὰμ, τρίτον τὸ ἐπὶ Μωϋσέα, τέταρτον τὸ ἐκ Μωϋσέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν, πέμπτον ὁ παρὼν τῆς παρουσίας καιρός. Θύεται δὲ πρὸς ἑσπέραν, ὅτι ἐπ᾽ ἐσχάτου τοῦ αἰῶνος ὑπὸ πάσης τῆς συναγωγῆς συνεφώνησεν ὁ Ἰσραὴλ κατὰ Χριστοῦ. Ἐμελετᾶτο μὲν ἐξ ἀρχῆς ἡ Χριστοῦ θυσία ἐν τοῖς ἀεὶ τῶν δικαίων παθήμασιν ἀπὸ Ἄβελ τοῦ δικαίου, καὶ Χριστὸς ἦν ἐν ἅπασιν ὁ πάσχων· ἐπετελέσθη δὲ, ὅτε αὐτὸς δι᾽ ἑαυτοῦ παρὼν ἔπασχεν ὁ θεῖος ἀμνός. Καὶ δὴ κατὰ τὴν τοῦ αὐτοῦ μηνὸς τεσσαρεσκαιδεκάτην ἔπασχε, καὶ τὸ πνεῦμα παρεδίδου πρὸς ἑσπέραν, καὶ κατὰ τοῦτον τὸν τύπον τοῦτο ἦν τὸ ἐκ δεκάτης λαμβάνεσθαι τὸ πρόβατον εἰς τὴν θυσίαν, καὶ θύεσθαι τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν, ὅτι ἦν ἀπ᾽ ἀρχῆς μὲν ἡ μελέτη τοῦ πάθους, ἐν τέλει δὲ τὸ πάθος.