Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Ο Χριστός ως απαρχή των κεκοιμημένων

Ερμηνεία της τέλειας ανάστασης του Χριστού σε σχέση με τον Λάζαρο και θεολογική επεξήγηση του σταυρικού πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Μὴ φύγωμεν τὰ πάθη· «Συμπάσχομεν γὰρ ἵνα καὶ συνδοξασθῶμεν.» Ἡ ἀνάστασις ἀνέστη καὶ χαρᾶς ἡ κτίσις πεπλήρωται. Ὁ γὰρ κῆρυξ τῆς ἀναστάσεως πρῶτος ἐν ἑαυτῷ τὴν ἀνάστασιν ἔδειξεν. Εἰ γὰρ λόγῳ μὲν ἐκήρυξεν, ἔργῳ δὲ μὴ ὑπέδειξεν, οὐκ ἂν ἐπίστευσαν οἱ λόγον μὲν ἀκούοντες, ἔργον δὲ μὴ θεωροῦντες. Τί οὖν ὁ τῆς ἀναστάσεως ὑπενόησεν κῆρυξ; Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου, ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κήρυγμα δέξωνται. Πρῶτος οὖν ὁ Δεσπότης «ἐκ νεκρῶν· Ἀπαρχὴ τῶν κεκοιμημένων» ὁ Χριστός. Καὶ μηδεὶς ἐκεῖνο λεγέτω· Καὶ μὴν εὑρίσκομεν ἄλλους πρὸ αὐτοῦ ἀναστάντας· Ἠλίας ὁ θεσβίτης τὸν υἱὸν τῆς Σαραφθείας πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀνέστησεν. Ἐλισσαῖος ὁμοίως τὸν υἱὸν τῆς Σουμανίτιδος. Πῶς οὖν· «Ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός; Τὸ πλέον λέγω· Αὐτὸς ὁ Δεσπότης Χριστὸς πρὸ ἑαυτοῦ τετραήμερον νεκρὸν τὸν Λάζαρον ἤγειρεν. Πῶς »ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός; Ὃ λέγομεν ἐπὶ τοῦ Λαζάρου, λέγομεν ἐπὶ πάντων τῶν πρὸ αὐτοῦ ἀναστάντων. Ἀνέστη μὲν ὁ Λάζαρος πρὸ τοῦ Δεσπότου Χριστοῦ· ἀλλ᾽ ἀνέστη Λάζαρος, ἵνα πάλιν ἀποθάνῃ. Πρὸς ὀλίγον ἀναλαμβάνει τοῦ ζῆν, ἵνα ὑπερετήσῃ τῷ θαύματι καὶ πάλιν ὑπὸ τὴν θανατικὴν ἀπόφασιν γένηται.

Εἰ δὲ «ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός,» οὐκέτι πρὸς δεύτερον ἐχώρησε θάνατον, ἀλλὰ χωρίσας ἑαυτὸν καθάπαξ τοῦ σώματος, ὅπερ ἦν ἐξ ἀρχῆς, ἀθάνατος ἔμεινεν. Μαρτύρησον ὦ Παῦλε τῷ λεγομένῳ· «Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Τὴν οὖν τελείαν ἀνάστασιν Χριστὸς ἐπεδείξατο πρῶτος. Διὰ τοῦτο· «ἀπαρχὴ τῶν κεκοιμημένων» Χριστός, ἵνα ἅπερ ἐπηγγείλατο τοῖς λόγοις, ταῦτα πληρώσῃ τοῖς ἔργοις. Ἂν μὴ γὰρ προϋπάρξῃ θάνατος, οὐκ ἔστιν ἀνάστασις· ἂν μὴ προλάβῃ τὸ πάθος, οὐκ ἔστιν ἰατρεία. Χριστὸς δὲ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, τὰς ψυχικὰς ἡμῶν ἐθεράπευσεν νόσους, τοὺς ψυχοφθόρους δαίμονας ἀπήλασεν. Ἐκεῖνο λεγέτω· Εἰ Θεός, πῶς ἐσταυρώθη; πῶς ἀσώματος φύσις σωματικὴν ὑπέμεινεν ὀδύνην; πῶς ἡ παντοδύναμος ἐξουσία πεῖραν ἐδέξατο θανάτου; Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Οὐχ ἡ θεότης ἐσταυρώθη, ἀλλὰ τὸ περιβόλαιον τῆς θεότητος.