Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἀνέβη ὁ κύριος εἰς τὸ ἱερόν
Η πνευματική διάσταση της χριστιανικής εορτής
Ανάλυση της αναβάσεως του Κυρίου στο ιερό κατά την εορτή και αντιδιαστολή της πνευματικής αγαλλιάσεως προς τις κοσμικές πανηγύρεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πνευματική διάσταση της χριστιανικής εορτής
Ανάλυση της αναβάσεως του Κυρίου στο ιερό κατά την εορτή και αντιδιαστολή της πνευματικής αγαλλιάσεως προς τις κοσμικές πανηγύρεις.
Καλὸν γάρ μοι ἦν μεθ᾽ ὑμῶν μανθάνειν τὰ τῶν ἁγίων πατέρων διδάγματα. Ἀλλ᾽ ἐπειδὴ φόβος Θεοῦ καὶ ὁ πόθος ὑμῶν πρὸς τὸ λέγειν ἡμᾶς διεγείρει, δύο ἢ τρεῖς λόγους τοῦ γλυκυτάτου Εὐαγγελίου λαβόντες καθάπερ φοίνικας, καὶ ἀπογεύσαντες, ὑμᾶς διεγείρωμεν· οὕτω γὰρ προθύμως ἐπὶ τὰ καλλίκαρπα δένδρα τῶν ἁγίων πατέρων ζέοντες τῷ πνεύματι ἐπειχθήσεσθε. Ἀρτίως ἠκούσαμεν τοῦ εὐαγγελιστοῦ λέγοντος, Μεσαζούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν.
Οὐ παρῆλθεν ὁ λόγος τοῦ Εὐαγγελίου, ἐπειδὴ ἐνέστηκεν ὁ τῆς ἑορτῆς καιρὸς, πρέπουσα τοῖς παροῦσιν ἡ τοῦ Εὐαγγελίου ἀνάγνωσις, ἁρμόζουσα τῇ ἡμέρᾳ ἡ διήγησις· ἀδελφὴ γάρ ἐστι τῆς ἐνεστώσης ἑορτῆς ἡ τοῦ λόγου δύναμις. Μεσαζούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν· τελεσθείσης δὲ τῆς ἑορτῆς, οὐκέτι ἀναβαίνει εἰς τὸ ἱερὸν, ἀλλ᾽ εἰς τὸν οὐρανὸν ἀνατρέχει.
Μεσαζούσης δὲ τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν. Ἑορτῆς δὲ λέγει, οὐ τῆς παρ᾽ Ἕλλησι καὶ Ἰουδαίοις γινομένης, ἔνθα μέθαι καὶ κῶμοι καὶ ᾄσματα πορνικὰ, καὶ θέλγιστρα καλλιφωνίας, καὶ ὀρχήσεις πολύστροφοι, ἀλλ᾽ ἑορτῆς ἁγίας πρεπούσης Χριστιανοῖς, ἔνθα οὐ μέθαι καὶ κῶμοι, ἀλλ᾽ εὐχαὶ καὶ ὑμνῳδίαι καὶ ἱκεσίαι· ἔνθα οὐκ ᾄσματα πορνικὰ ἐκλύοντα σώματα, ἀλλ᾽ ᾄσματα θεϊκὰ τὰς ψυχὰς ἐνισχύοντα· ἔνθα οὐκ ὀρχήσεις πολύστροφοι, ἀλλὰ ψυχῶν ἁγίων ἐν ἀγαλλιάσει σκιρτήματα. Εἰ δὲ θέλεις ἰδεῖν τοὺς παρ᾽ ἡμῖν ᾄδοντας καὶ ὀρχουμένους καὶ σκιρτῶντας οἷοί εἰσιν, ἴδε μοι τὸν Ἡσαΐαν ᾄδοντα καὶ λέγοντα, ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τῷ ἀγαπητῷ μου, τῷ ἀμπελῶνί μου.
Βλέπε δὲ καὶ χορὸν ἁγίων γυναικῶν, Μαρίαν τὴν ἀδελφὴν Μωϋσέως, μετὰ καὶ ἄλλων γυναικῶν Ἰσραηλιτῶν, ἐπινικίους ὕμνους τῷ Θεῷ ᾀδούσας καὶ λεγούσας· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Οὗ μέμνηται καὶ Δαυῒδ ἐν ὕμνοις λέγων, Ἐν μέσῳ νεανίδων τυμπανιστριῶν ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Καὶ ὁ αὐτὸς μακάριος Δαυῒδ οὐκ ἐπαισχύνεται ἔμπροσθεν τῆς θεοφόρου κιβωτοῦ ὀρχεῖσθαι, ὡς ἔστιν ἀκοῦσαι λέγοντος· Καὶ παίξομαι, καὶ γελάσομαι, καὶ ὀρχήσομαι ἐναντίον Κυρίου. Τὸ γὰρ βρέφος τῆς Ἐλισάβετ Ἰωάννης, θεωρήσας τὸν θεοφόρον βότρυν ἐν τῇ ἀγάμῳ μήτρᾳ ἔτι κρυπτόμενον, ἐν τῇ λινῷ τῆς γαστρὸς χορεύων ἐσκίρτα. Μεσαζούσης δὲ τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν. Ἱερὸν δέ ἐστι Θεῷ μόνῳ οἰκητήριον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.