Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές; Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην;