Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐὰν πεινᾷ ὁ ἐχθρός σου

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδειγμα της μεγαλοψυχίας και ανεξικακίας του Δαβίδ έναντι του Σαούλ

Ανάλυση της στάσης του Δαβίδ, ο οποίος απέφυγε την αντεκδίκηση και σεβάστηκε τον Σαούλ, υπερβαίνοντας τον νόμο της ανταπόδοσης και αποτελώντας πρότυπο πρακτικής φιλοσοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Διὰ τοῦτο τὰ ῥήματα τέθεικεν, ἵνα πείσῃ τὸν ἀκροατὴν, ὅτι τῶν αἰσχίστων ἐστὶ, παλαιὸν νόμον, καὶ ὑπὸ τῶν ἀρχαίων κατορθωθέντα πολλάκις, νῦν εἰς τοσαύτην ἐπιδοθέντα φιλοσοφίαν φορτικὸν εἶναι νομίζειν καὶ ἐπαχθῆ. Καὶ τίς αὐτὸν τῶν ἀρχαίων κατώρθωσε, φησί; Πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ ὁ Δαυῒδ μετὰ πλείονος τῆς περιουσίας. Οὐ μὲν ἐψώμισε τὸν ἐχθρὸν, οὐδὲ ἐπότισε μόνον, ἀλλὰ καὶ κινδυνεύοντα πολλάκις ἐξήρπασε τοῦ θανάτου, καὶ γενόμενος κύριος αὐτοῦ τῆς σφαγῆς, ἐφείσατο καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις.

Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ᾽ ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ, καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγινόμενον.

Ποῦ ἐστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; Ἐκάλει μὲν αὐτὸν ἀπὸ τοῦ πατρὸς, ὁμοῦ μὲν διὰ τὴν ἔχθραν οὐχ ὑπομένων ἀναμνησθῆναι τῆς προσηγορίας, ὁμοῦ δὲ νομίζων ἀπὸ τῆς τοῦ πατρὸς δυσγενείας τῇ τοῦ δικαίου λυμαίνεσθαι περιφανείᾳ, ἀθλίως καὶ ταλαιπώρως νομίζων· μάλιστα μὲν γὰρ, εἰ καὶ κατηγορεῖν εἶχε τοῦ πατρὸς, οὐδὲν τοῦτο κατέβλαπτε τὸν Δαυΐδ. Τῶν γὰρ αὐτῷ πεπραγμένων ὑπεύθυνός ἐστιν ἕκαστος, καὶ ἀπὸ τούτων ἐπαινεῖσθαι καὶ κατηγορεῖσθαι δύναται. Νυνὶ δὲ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτίζειν αὐτοῦ τὴν λαμπρότητα, ὅπερ καὶ αὐτὸ ἐσχάτης ἀνοίας ἦν. Ποῖον γὰρ ἔγκλημα τὸ ἐξ εὐτελῶν εἶναι καὶ ταπεινῶν; Ἀλλ᾽ οὐκ ᾔδει ταῦτα ἐκεῖνος φιλοσοφεῖν. Ὁ μὲν οὖν Σαοὺλ υἱὸν Ἰεσσαὶ ἐκάλει· ὁ δὲ Δαυῒδ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κεῖς, ἀλλὰ τῷ τῆς τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ χριστὸν Κυρίου. Οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας ἁπάσης· χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ᾽ ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν, ὅπερ μέγιστος ὅρος φιλοσοφίας ἐστί. Τί τοῦτο;

ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, διπλῷ κατεχόμενον δεσμῷ, μᾶλλον δὲ τριπλῷ, καὶ τῇ τοῦ τόπου στενοχωρίᾳ, καὶ τῇ τῶν βοηθησάντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; Οὐχὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιος οὗτός ἐστιν, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαι ἐμοὶ προσῆκεν. Οὐκ εἶδε πρὸς τὴν εὐκολίαν τῆς σφαγῆς, ἀλλ᾽ εἶδε πρὸς τὴν ἀκρίβειαν τῆς αὐτῷ πρεπούσης φιλοσοφίας. Καίτοι τί τῶν τότε οὐκ ἦν ἱκανὸν διαναστῆσαι αὐτὸν πρὸς τὴν σφαγήν; Τὸ δεδεμένον αὐτῷ παραδοθῆναι τὸν ἐχθρόν; Ἴστε γὰρ δήπου τοῦτο, ὡς μειζόνως ἐπιτρέχομεν τοῖς εὐκολίας γέμουσι πράγμασι, καὶ ἡ τοῦ κατορθῶσαι ἐλπὶς μείζονα τῆς πράξεως ἡμῖν ἐπιθυμίαν ἐντίθησιν, ὥσπερ καὶ ἐπ᾽ ἐκείνου τότε ἦν.

Ἀλλ᾽ ὁ στρατηγὸς τότε συμβουλεύων καὶ διεγείρων; ἀλλ᾽ ἡ μνήμη τῶν παρελθόντων; Ἀλλ᾽ οὐδὲν αὐτὸν ἐκίνησε πρὸς τὸν φόνον· αὐτὸ μὲν οὖν αὐτὸν τὸ τῆς σφαγῆς εὔκολον ἀπέστρεψεν· ἐνενόησε γὰρ, ὅτι διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ Θεὸς, ἵνα αὐτῷ πλείονα φιλοσοφίας ὑπόθεσιν παράσχῃ καὶ ἀφορμήν.

Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι᾽ ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν. ᾜδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ᾽ αὐτοῦ στήσεται· ἀλλ᾽ εἵλετο μᾶλλον αὐτὸς κινδυνεύειν ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ᾽ ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον. Τί γένοιτ᾽ ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν ἐπεδείξατο; Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας ἐγκώμιον ἀκέραιον ἔμενεν ἂν, οὐ μόνον ὅτι ἠμύνατο, οὐκ αὐτὸς ἄρχων χειρῶν ἀδίκων, ἀλλ᾽ ὅτι καὶ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, μετὰ πολλῆς ἐνίκα τῆς ἐπιεικείας.

Οὐ γὰρ ἀντὶ μιᾶς σφαγῆς μίαν ἐπῆρεν, ἀλλ᾽ ἀντὶ πολλῶν θανάτων, ὧν ἐκεῖνος ἐπήγαγεν, οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ πολλάκις αὐτὸν ἐπιχειρήσας ἀνελεῖν, ἕνα ἔμελλεν ἐπαγαγεῖν θάνατον· μᾶλλον δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δεδοικότα τὸ μέλλον οὕτως ἐπὶ τὴν ἄμυναν ἔρχεσθαι, καὶ τοῦτο μετὰ τῶν εἰρημένων ὁλόκληρον αὐτῷ τὸν τῆς ἀνεξικακίας διεγείρει στέφανον.

Ὁ μὲν γὰρ ὑπὲρ τῶν γεγενημένων εἰς αὐτὸν ὀργιζόμενος καὶ τιμωρίαν ἀπαιτῶν, οὐκ ἂν δύναιτο τῶν τῆς ἀνεξικακίας ἐπιτυχεῖν ἐγκωμίων· τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος δεδοικότα καὶ προκατασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγκαζόμενον ἐπὶ τὴν ἄμυναν ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων.

ζʹ. Ἀλλ᾽ ὅμως ὁ Δαυῒδ οὐδὲ τοῦτο ἐποίησεν, ἀλλὰ καινόν τινα καὶ παράδοξον εὗρε φιλοσοφίας τρόπον· καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον· ἀλλ᾽ ὥσπερ εὐεργέτου τινὸς, καὶ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, οὕτω τοῦ ἐχθροῦ καὶ λελυπηκότος ἐφείσατο. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος, τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας, φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως;

Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν, ὅτι οὐ μόνον οὐκ ἔσφαξε, τοσαύτης οὔσης ἀνάγκης, ἀλλ᾽ οὐδὲ ῥῆμα βλάσφημον εἰς αὐτὸν ἐξήνεγκε, καὶ ταῦτα μὴ μέλλοντος αὐτοῦ ἀκούσασθαι τοῦ ὑβριζομένου. Καίτοι γε ἡμεῖς καὶ φίλους λέγομεν πολλάκις κακῶς ἀπόντας, ἐκεῖνος δὲ οὐδὲ τὸν ἐχθρὸν καὶ τοσαῦτα ἠδικηκότα. Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν· τὴν δὲ φιλανθρωπίαν, καὶ τὴν ἄλλην κηδεμονίαν, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τὸ γὰρ κράσπεδον κόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ὑφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν, οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν τοῦτο ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην αὐτὸν ὑπώπτευεν ὡς ἐχθρὸν, καὶ διὰ τοῦτο αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Ἀλλ᾽ ὅμως οὐδὲ οὕτως αὐτὸν πείσας, καὶ δυνάμενος διαχειρίσασθαι, πάλιν εἵλετο μᾶλλον ἐκπεσεῖν τῆς πατρίδος καὶ ἐν ἀλλοτρίᾳ διατρίβειν, καὶ καθ᾽ ἑκάστην ταλαιπωρούμενος ἡμέραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον. Τί γένοιτ᾽ ἂν ἡμερώτερον τῆς ἐκείνου ψυχῆς; Ὄντως δικαίως ἔλεγε, Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μήτε λέγωμεν, μήτε ποιῶμεν κακῶς τοὺς ἐχθροὺς, ἀλλὰ καὶ εὐεργετῶμεν κατὰ δύναμιν· ἡμεῖς γὰρ ἑαυτοὺς εὖ ποιήσομεν μᾶλλον, ἢ ἐκείνους.