Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις

Ἰωάννης ὁ Χρυσόστομος

Η αξία της εργασίας και το παράδειγμα του Αποστόλου Παύλου

Επιστροφή στο κύριο θέμα με αναφορές στη χειρωνακτική εργασία του Παύλου ως σκηνοποιού, καθώς και στη θερμή φιλοξενία του Ακύλα και της Πρίσκιλλας, προσφέροντας ηθικά διδάγματα περί πλούτου και πενίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

Ἀλλ᾽ ἵνα μὴ ἑτέρων ἀρξάμενος, ἐφ᾽ ἕτερα τὸν λόγον ἀγάγωμεν τῇ ῥύμῃ τῶν λεγομένων, τὰ νοήματα ἀφέντες ἐκκυλίεσθαι, φέρε δὴ χαλινῷ τῇ γλώττῃ χρησάμενοι τὴν ὑπόθεσιν ἐπὶ τὴν προτέραν ὑπόσχεσιν ἐπαναγάγωμεν.

Τί οὖν φησιν ὁ σκηνοποιὸς, ὁ ἀγοραῖος; οὐ γὰρ παύσομαι συνεχῶς ταῦτα εὐηχῶν τὰ ῥήματα, διὰ τὴν τῶν πολλῶν ἀπόνοιαν καὶ τὴν ἀφιλόσοφον αὐτῶν γνώμην. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὴν ἀγορὰν, ἐπειδὰν ὑβρίσωσι, λέγουσιν, Ἀγοραῖε; τί ἐστιν, Ἀγοραῖε; τί ἐστιν ἀγοραῖος; εἰπέ μοι· μὴ γὰρ ἔγκλημα τὸ εἶναι ἀγοραῖον; μὴ γὰρ ἔγκλημα τὸ ἑστάναι ἐπ᾽ ἀγορᾶς καὶ ἐργάζεσθαι; ἔγκλημα τὸ ἔνδον μένοντα τὰ τῶν ἄλλων ἁρπάζειν. Μάθε τί ὕβρις, καὶ τί ἐγκώμιον, καὶ μὴ καταγέλα· ἀγοραῖον εἶναι οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ τὸ ἅρπαγα εἶναι, τὸ πλεονέκτην εἶναι. Τί με ὠφελεῖς, ὅτι κάθῃ ἐν θαλάμῳ, καὶ λύκος εἶ; τί δέ με βλάπτει ὁ πένης ἐν ἀγορᾷ ἑστηκὼς καὶ βοῦν καὶ ἀροτῆρα μιμούμενος; Ἀγοραῖος εἶ, χειροτέχνης εἶ; οὐκ ἔστι ταῦτα ἐγκλήματα· ἐγκώμια ταῦτά ἐστιν, ὅτι ἀπὸ δικαίων πόνων τὴν τροφὴν συνάγεις, οὐκ ἀλλοτρίας περιεργαζόμενος οἰκίας. Οὐκ ἔστιν οὖν ἔγκλημα τὸ ἀγοραῖον εἶναι, οὐδὲ τὸ χειροτέχνην εἶναι· ἀλλὰ τί ἐστιν ἔγκλημα; τὸ ἀργῶς ζῇν· εἴθε μὲν οὖν ἀργὸν, καὶ μὴ κακῶς ἐργαζόμενον. Ἀγοραῖος ἦν ὁ Παῦλος, καὶ ἐπ᾽ ἐργαστηρίου εἰστήκει· καὶ οὐκ ἦν πρὸ τοῦ Εὐαγγελίου τοιοῦτος, μετὰ τὸ Εὐαγγέλιον μετεβάλλετο. Ἀλλὰ καὶ ἐκήρυττε καὶ δέρματα ἔραπτεν· ἐκήρυττε καὶ ἔμενε παρὰ Πρισκίλλᾳ καὶ Ἀκύλᾳ, Διὰ τὸ ὁμότεχνον· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ὦ φιλοσοφία Παύλου! ὦ φρόνημα ὑψηλὸν, καὶ γνώμη ἀχείρωτος!

ὦ διάνοια τῆς ἁψῖδος τοῦ οὐρανοῦ ἁψαμένη! ὦ ψυχὴ πάντων ὑπερορῶσα τῶν ὁρωμένων! ὦ γνώμη! ἀράχνην ἐνόμιζε τοῦ βίου τὰς φαντασίας· οὐκ ἀπῆλθε πρὸς βασιλέας, οὐδὲ ἀπῆλθε πρὸς πλουσίους, οὐκ ἀπῆλθε πρὸς εὐπόρους, ἀλλὰ πρὸς σκηνοποιοὺς ἀπῆλθε διὰ τὸ ὁμότεχνον, καὶ οὐκ ᾐσχύνετο ἐκκαλύπτων ἑαυτοῦ τὸ ἐπιτήδευμα, ἀλλὰ πᾶσι τοῦτο κατάδηλον εἰργάζετο. Ἐν ἀγορᾷ εἱστήκει τὸ Εὐαγγέλιον κηρύττων, νεκροὺς ἐγείρων, λεπροὺς καθαίρων, καὶ οὐκ ᾐσχύνετο τῷ τόπῳ, ἀλλὰ ἐνεκαλλωπίζετο τῷ τρόπῳ, καὶ εἰστήκει ἐν ἀγορᾷ· καὶ ὁ μὲν ἐξεδίδου δέρματα, οἱ δὲ ἔλεγον, Ἀνάστησον τὸν νεκρόν· καὶ εἱστήκεισαν δύο γυναῖκες, ἡ μὲν λέγουσα, Ποίησόν μοι τὸ δέρμα στρῶμα, ἡ δὲ λέγουσα, Ἀνάστησον τὸν υἱόν μου, καὶ ἀμφοτέραις ἀπεκρίνατο· καὶ τοῦτο κώλυμα ἐκείνου οὐκ ἐγίνετο, ἀλλὰ καὶ αἱ χεῖρες εἰργάζοντο, καὶ ἡ χάρις ἐνήργει, καὶ ἀμφοτέραις ἀπεκρίνατο ὁ σκηνοποιὸς, τῇ μὲν τὸ ἀπὸ τῆς τέχνης, τῇ δὲ τὸ ἀπὸ τῆς χάριτος παρέχων. Σὺ τί βούλει; στρῶμα τὸ δέρμα ἐγὼ ποιῶ· δέρματα γὰρ ῥάπτω. Τί βούλει; τὸν νεκρόν σου ἐγερθῆναι ἐγὼ ποιῶ· τὸν Θεὸν γὰρ παρακαλῶ. Μήτε ὄνειδος τέχνη. Οὐκ ἀπῆλθεν εἰς πλουσίαν οἰκίαν καὶ εὔπορον· νόμον γὰρ ἐπλήρου Δεσποτικὸν λέγοντα· Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐστιν ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε. Καὶ γὰρ ἄξιος τοῦ Παύλου ὁ σκηνοποιός; Καὶ πάνυ. Διὰ τί οὔ;

ἐπειδὴ σκηνοποιὸς ἦν κατὰ τὴν φιλοπτωχείαν. Εἴπω σοι αὐτοῦ ἐγκώμιον διαδήματος βέλτιον, πορφυρίδος λαμπρότερον; Ἀσπάσασθε Πρισκίλλαν καὶ Ἀκύλαν· καὶ προτίθησι τὴν γυναῖκα τοῦ ἀνδρὸς, ἵνα μάθῃς ὅτι πλείω παρὰ τῇ γυναικὶ ἡ ἀρετή. Ἀσπάσασθε Πρισκίλλαν καὶ Ἀκύλαν, Ῥωμαίοις γράφων, οἵτινες ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν.

Εἶδες ἐγκώμιον; εἶδες μάρτυρας ζῶντας; Οἵτινες ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Μαρτύριον ἀπηρτισμένον, οὐ τῇ ἐκχύσει τοῦ αἵματος, ἀλλὰ τῇ προαιρέσει τῆς διανοίας. Μή μοι λέγε, Οὐκ ἐσφάγησαν· εἰ γὰρ καὶ μὴ ἐσφάγησαν τῇ πείρᾳ, ἀλλ᾽ ἐσφάγησαν τῇ γνώμῃ· ὁ δὲ Θεὸς οὐ τέλος ἐπιζητεῖ, ἀλλὰ παρασκευήν· ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὸν υἱὸν ἔσφαξε, καίτοι μὴ σφάξας· καθαρὰ γὰρ ἦν ἡ μάχαιρα· καὶ λέγει· Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ· οὐκ ἐφείσω τῇ γνώμῃ, ἐγὼ δὲ ἐφεισάμην τῇ πείρᾳ. Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν.

Αἵματι τὸν Ἀπόστολον ὑπεδέξαντο. Συνήκατε τί εἶπον; Οὐ γὰρ χοίρους καὶ ὄρνεις αὐτῷ ἔθυσαν, ἀλλὰ τὸ αἷμα τὸ ἑαυτῶν ἐξέχεαν. Ὦ φιλοξενίας ὑπερβολή! ἄλλοι ἐὰν δώσωσι δέκα ὀβολοὺς, σκυλῆναι οὐ καταξιοῦσιν· ἐκεῖνοι τὸ αἷμα ἑαυτῶν ἐξέχεαν, καὶ κατεφρόνησαν τῆς παρούσης ζωῆς. Ὁ φιλόξενος οὕτω φαίνεται, οὐχ ὡς οἱ νῦν, βλοσυρῷ τῷ προσώπῳ, καὶ τὰς ὀφρῦς ἐπαίροντες, ἐὰν δώσωσι πένητι δέκα ὀβολοὺς, καὶ τούτους διὰ τοῦ οἰκέτου. Οὗτοι δὲ οὐχὶ, ἀλλ᾽ αὐτοὶ καὶ οἰκέται ἐγίνοντο. Οὕτω καὶ ὁ Ἀβραὰμ καὶ ἡ Σάῤῥα· καὶ γὰρ ἐκείνη ἐφύρασε τὰ ἄλευρα, οὐ κατὰ τὴν βλακείαν τῶν νῦν γυναικῶν, ἣ τοῖς χρυσίοις καὶ τοῖς ἱματίοις τοῖς σηρικοῖς μαλακωτέραν τὴν φύσιν ἐργάζεται. Ἀλλ᾽ ἐκείνη μυλωθρίδος ἔργα ἐπιτελεῖ· καὶ λέγει αὐτῇ ὁ ἀνήρ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως.

Καὶ οὐκ εἶπε· Ταῦτα ἀνεκτά; ἀρτοποιόν με ἔλαβες τὴν συγγενίδα; οὐ προῖκα εἰσήνεγκα; οὐκ ἐλευθέρα εἰμί; τὰ διακόνων μοι ἐπιτάττεις· ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἦλθόν σου εἰς τὴν οἰκίαν; Οὐδὲν τούτων οὐκ εἶπεν, ἀλλ᾽ ἔσπευσε καὶ ἐφύρασε· γυνὴ γὰρ ἦν τοῦ Ἀβραὰμ, οὐ νόμῳ βίου μόνον, ἀλλὰ καὶ ἀρετῇ κατορθωμάτων.

Κοινὴ γενέσθω, φησὶν, ἡ φιλοξενία, κοινῇ καὶ τὸν καρπὸν τρυγήσωμεν. Θησαυρός ἐστι, φησίν· ὁμοῦ μεταλάβωμεν· ἐγὼ τὸν μόσχον, σὺ τὰ ἄλευρα. Ἔθυσε μόσχον, καὶ ἔλαβε τὸν Ἰσαάκ· ἐφύρασε τὰ ἄλευρα, Καὶ ἐγένετο τὸ σπέρμα αὐτῆς ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης.

Ταῦτα λέγω τὸν ἀνθρώπινον τῦφον ταπεινῶν, καὶ πάντων τὴν ἀπόνοιαν τῶν πλουτούντων ἐξευτελίζων, καὶ παραμυθούμενος τοὺς πένητας, ἵνα μηδεὶς μήτε ἐν πενίᾳ βαπτίζηται, μήτε ἐν πλούτῳ ἐπαίρηται· ταῦτα δέ ἐστιν ἀμφότερα ἀρετῆς κωλύματα. Ὁ δὲ λογισμὸς κυβερνήτου τάξιν ἐπέχει, οὔτε ὑπὸ τοῦ χειμῶνος βαπτιζόμενος, οὔτε ὑπὸ τῆς γαλήνης χαυνούμενος, ἀλλ᾽ ἐν καιρῷ ἀνωμαλίας τὴν ἴσην αὐτῷ φιλοσοφίαν διατηρῶν, μηδέπω τῇ διαφορᾷ σαλευόμενος, καὶ τοῦτο ἢ ἐκεῖνο γινόμενος· ὥσπερ οὖν ὁ Ἰὼβ οὔτε ἐν τῇ πενίᾳ ἐγένετο βλάσφημος, οὔτε ἐν τῷ πλούτῳ ἐπηρμένος, ἀλλ᾽ ὅτε μὲν ἦν πλούσιος, τὴν θύραν ἠνέῳξεν, ὅτε δὲ πένης ἐγένετο, τὰς πλευρὰς τὰς ἑαυτοῦ ἤνοιξε τότε μὲν οὖν φιλόπτωχος, ὕστερον δὲ φιλόσοφος γινόμενος, καὶ καταπατῶν τὴν διαφορὰν τῶν βιωτικῶν πραγμάτων. Ἀλλ᾽ ἐπειδὴ τοσαῦτα περὶ τοῦ σκηνοποιοῦ, φέρε καὶ τῶν εἰρημένων ἔνια μεταχειρισώμεθα, ὀλίγα μὲν οὖν ῥήματα εἰς μέσον ἄγοντες, πέλαγος δὲ ἀχανὲς νοημάτων ἡμῖν ἀνοίγοντες. Τοιοῦτος γὰρ ὁ θησαυρὸς τῶν Γραφῶν· οὐ τῷ πλήθει τῶν ῥημάτων, ἀλλὰ τῇ δυνάμει τῶν νοημάτων τὴν εὐπορίαν ὑμῖν ἐνδείκνυνται. Τί οὖν φησιν ὁ σκηνοποιὸς, τὸ στόμα τῆς ἁγιωσύνης ἐμπεπλησμένον, ἡ γλῶττα ἡ τῷ θανάτῳ φοβερά; τί γράφει ἡ δεξιὰ ἐκείνη ἡ ἁλύσει καλλωπιζομένη καὶ δεσμὰ περιβεβλημένη, καὶ νεκροὺς ἐγείρουσα; τί γράφει· τί λέγει ἡ γλῶττα; τί γράφει ἡ δεξιά;