Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐμνήσθην τοῦ Θεοῦ»
Ανακεφαλαίωση, τελική δοξολογία και προσευχή
Υμνολογία της θείας συγκαταβάσεως, επάνοδος στο κεντρικό θέμα της μνήμης του Θεού και κατακλείδα με παραδοσιακή τριαδική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ανακεφαλαίωση, τελική δοξολογία και προσευχή
Υμνολογία της θείας συγκαταβάσεως, επάνοδος στο κεντρικό θέμα της μνήμης του Θεού και κατακλείδα με παραδοσιακή τριαδική δοξολογία.
Ἀμήν. Αὐτὸς γάρ ἐστιν ὁ μέλλων κρῖναι τὴν οἰκουμένην, καὶ τὴν ὑπ᾽ οὐρανὸν πᾶσαν, καὶ ἀποδοῦναι ἑκάστῳ καθ᾽ ἃ ἔπραξε. Τίς οὖν τῆς φιλανθρωπίας λαλήσει τὸν ἔλεον, ἢ τῆς δυναστείας αὐτοῦ τὸ μέγεθος; τίς αὐτοῦ τῆς ἀγαθότητος ἐκφράσει τὴν σύνεσιν, ἢ τῆς δυνάμεως τὴν μεγαλειότητα; τίς τῆς εὐσπλαγχνίας αὐτοῦ τοὺς οἰκτιρμοὺς διηγήσεται, ἢ ἐξιχνιάσει τῆς ὑπερβολῆς τὸ ἀξίωμα; ὅτι μὴ καταλιπὼν τὰ ἄνω, δι᾽ ἡμᾶς ἐπὶ γῆς κατῆλθεν· ὅτι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας λαθὼν, εἰς ἄχραντον Παρθένου μήτραν ἐχώρησεν· ἀγγέλων καὶ ἀρχαγγέλων ἔλαθε χοροὺς, καὶ δούλου μορφὴν ἐνεδύσατο, ἵνα σώσῃ τὸν κατ᾽ εἰκόνα ἄνθρωπον φθορᾶς καὶ θανάτου· καὶ ἀπέθανε τῇ σαρκὶ, ἵνα ἡμᾶς τῆς ἀθανάτου φύσεως αὐτοῦ κοινωνοὺς ἀπεργάσηται. Καὶ τί ἀνταποδώσομεν αὐτῷ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; ποίας εὐχαριστίας, ἢ ἱκεσίας; Οὐδ᾽ ἂν πάντα ἡμῶν τὰ μέλη φωνὰς ἀναλάβωσι, καὶ αἱ τρίχες ἡμῶν λαλιὰς ἐξάγωσι, καὶ πᾶν τὸ ὄργανον ἡμῶν μελῳδίας πληρωθῇ, ἐπαξίως ἀνυμνῆσαι δυνηθῶμεν τὴν αὐτοῦ πρὸς ἡμᾶς γενομένην συγκαταβάσεως εὐσπλαγχνίαν καὶ μεγαλειότητα. Ἀλλ᾽ ὅσον χωροῦμεν, ἀνυμνοῦμεν τὸν μόνον ὑπεράγιον, πρόῤῥησιν ἐκπληροῦντες, τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Διὰ ταύτης γὰρ περιόδου διῆλθον τὰ τοῦ Σωτῆρος μεγάλα καὶ παράδοξα θαύματα, ἵνα καθ᾽ ἑκάστην μνημονεύων εὐφραίνωμαι· εἴ γε ἀξίως τῇ μνήμῃ ἐχωρήσαμεν, καθὼς ἔπρεπεν.
Ἀλλ᾽ εἴτε προφάσει, εἴτε ἀληθείᾳ Θεὸς καταγγελθῇ· διὸ μετὰ τοῦ προφήτου λέγωμεν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.
Ὁ δὲ Θεὸς τῶν δυνάμεων, ὁ φιλανθρωπίαν καὶ πολλὴν ἀγαθότητα ἀναδειξάμενος, ἡμῶν τὴν ἀσθένειαν καὶ τὰς εὐχὰς προσδεχόμενος χάριτι, καὶ εἰς κρείττονα ἀγαθὴν πρόνοιαν ἀγαγὼν, αὐτὸς ἡμῶν τηρήσει τὴν ψυχὴν ἀκηλίδωτον, τὸ σῶμα ἄσπιλον, τὸ πνεῦμα ἀρύπωτον, τὴν ζωὴν ἀνεπηρέαστον φυλάξειε, τὴν πίστιν ἀσύλωτον, τὴν φιλαδελφίαν ἀνύβριστον, τὴν παρθενίαν ἀμώμητον, τὴν φιλίαν ἀθρύλλητον, τὴν ἀγάπην ἀνυπόκριτον, τὴν ἀρετὴν ἀκλυδώνιστον, τὴν δικαιοσύνην ἀνεμπόδιστον, τὴν πίστιν καρπουμένην.
Τὰς πύλας ἡμῖν τοῦ παραδείσου ἀναπετάσειε, καὶ φλογίνην ῥομφαίαν κατασβέσειε, καὶ τὴν θύραν τῆς βασιλείας ἀνοίξειε, καὶ τὴν ἀκήρατον ἀπόλαυσιν εὐτρεπίσειε, καὶ ἐκ δεξιῶν στήσειε, καὶ τῇ δεξιᾷ στεφανώσειε τῇ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῷ πρέπει δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.