Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐξελθόντες οἱ Φαρισαῖοι

Ἰωάννης ὁ Χρυσόστομος

Η βουλή για την εξόντωση του Ιησού και η διαμάχη για τον σταυρό

Εξετάζεται η απόφαση των Φαρισαίων να θανατώσουν τον Χριστό με δαιμονική παρότρυνση, η αντιδικία σχετικά με την επιγραφή του σταυρού και τονίζεται η υπεροχή της θείας διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. —Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς, ἐκ τοῦ νόμου, ἐκ τῆς ζωῆς. Οἱ γὰρ ἄλλῳ θάνατον μελετῶντες, αὐτοὶ πρῶτοι τὸ τῆς ζωῆς ἀπολείπουσι φέγγος. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Καὶ οὐκ εἶπεν ὁ γράψας παρὰ τίνος, τὸν ἡμέτερον νοῦν ἀνακινῶν πρὸς τὴν ζήτησιν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Παρὰ τίνος; Ἦ δῆλον ὅτι παρὰ τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου διαβόλου. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι.

Τὸ, Ὅπως, ποίῳ τρόπῳ; ἆρα πέτρᾳ; ἆρα μαχαίρᾳ; ἆρα πυρὶ, ἢ ὕδατι; Ὁ δὲ σύμβουλος αὐτῶν διάβολος, ἀναπολήσας τὸ ξύλον τὸ ἐξ ἀρχῆς, δι᾽ οὗ τὸν Ἀδὰμ ἐθανάτωσεν, εἰς αὐτὸ πάλιν καταφεύγει, καὶ συμβουλεύει ξύλῳ σταυρῶσαι τὸν Ἰησοῦν. Ἠγνόει δὲ ὅτι ἔμελλεν ἐκεῖνο τὸ ξύλον καὶ τὴν ἀρχαίαν τοῦ ξύλου παράβασιν παραλύειν, καὶ τὴν ζωὴν τοῖς ἀνθρώποις ἀνατεῖλαι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ συμβουλία κακίστη διὰ φθόνου σπειρομένη, καὶ διὰ φθόνου ἐλεγχομένη! ὢ ματαία βουλή! Ἀγνοοῦσι γὰρ, ὅτι Θεὸς οὐκ ἀπόλλυται. Τὸν μὲν γὰρ ὀστράκινον λύχνον τοῦ σώματος διαλύσουσι, τὴν ἄσβεστον αὐτοῦ λαμπάδα τῆς θεότητος σβέσαι οὐ δύνανται. Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ θαυμαστοῦ πράγματος, καὶ μυστηρίου καινοῦ! Ἦλθεν ὁ Ἰησοῦς ἀναζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, καὶ οὗτοι τὸν τῶν ἀπολωλότων εὑρέτην ἀπολέσαι ζητοῦσι. Διὰ ποίαν αἰτίαν, εἴπατε ἡμῖν, Ἰουδαῖοι, κατ᾽ αὐτοῦ τοιαῦτα βουλεύεσθε; Ἀλλ᾽ ἐκεῖνοι μὲν αἰσχύνονται λέγειν· ἡμεῖς τὴν αὐτῶν αἰσχύνην πανταχῆ στηλιτεύσωμεν.

Διὰ τί γὰρ, φησὶ, νεκροὺς ἐγείρει; καὶ διὰ τί ἀσθενοῦντας ἰᾶται; διὰ τί καλὰ λαλεῖ; διὰ τί καλὰ πράττει; διὰ τί καλὰ διδάσκει; Διὰ ταῦτα πάντα τὰ ἐγκλήματα βουλεύονται αὐτὸν ἀπολέσαι. Ὅταν ἐξέρχωνται νήπιοι παῖδες βαΐα λαμβάνοντες, διὰ τῶν βαΐων τὴν νίκην αὐτοῦ προαναφωνοῦντες, καὶ ἐν τῇ εὐφημίᾳ αὐτοῦ λέγοντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἐκεῖνοι ἀπὸ τῶν ζιβήνων σφαττόμενοι ὑπὸ τοῦ φθόνου κεντοῦνται· οἱ γὰρ ἔπαινοι τῶν φθονουμένων, βέλη εἰσὶ τῶν φθονούντων. Καὶ προσέρχονται τῷ Ἰησοῦ, καὶ λέγουσιν αὐτῷ· Οὐκ ἀκούεις, τί οὗτοι λέγουσι; Καὶ οὐκ ἐγίνωσκον, ὅτι προφητικῶς ἐπληροῦτο τὸ γεγραμμένον, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ὅτε Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲ τὰ πλαστὰ ἐποίει γράμματα, ἡδέως ἀνέχεσθε· ὅτε Πιλᾶτος γράφει ἐπὶ τοῦ τίτλου τὰ χρηστὰ γράμματα, ἀγανακτεῖτε, καὶ κωλύετε γράφεσθαι. Τί γὰρ λέγουσι; Μὴ γράφε, ὅτι Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Μὴ γράφε, ἀντὶ τοῦ, Τὴν ἀλήθειαν, τοῦ, Μηδεὶς ὠφελείσθω, μηδεὶς ἄρτιος ἔστω πρὸς εὐσέβειαν. Πάντως οὐχ οὕτως ἠγανάκτουν κατὰ τῶν τὰ δράματα τῶν ὀρχηστῶν γραφόντων, οὐδ᾽ ἂν ἔτι καὶ νῦν οἱ πολλοὶ τὰ τῶν δαιμόνων ἀκούωσι ᾄσματα. Καὶ περὶ μὲν ἐκείνων οὐκ ἀλγοῦσι, περὶ δὲ τῶν θεϊκῶν διδαγμάτων ὅτι γράφονται πονοῦσι.

Καὶ ἄρα οὐκ ἔστι παντὸς κακοῦ ὑπέρτερον, τὸ τὰς μὲν μωρολογίας Φιλιστίωνος γράφεσθαι, τὰς δὲ δοξολογίας Ἰησοῦ μὴ γράφεσθαι δι᾽ ὧν εἰς οὐρανὸν ὁδηγούμεθα;

Εἰ δὲ καὶ ἦν τις ἄρα διδασκάλων ἰδιώτης τῷ λόγῳ, ὅμως δὲ τὰ τοῦ Θεοῦ λέγων, οὐ μὴν ἄρα βέλτιον τὰ τούτου γράφεσθαι ὑπὲρ τὰς τῶν Ἑλλήνων δαιμονιώδεις μυθολογίας; Συμφέρει γὰρ τοῖς νεωτέροις ἐν ταῖς ῥήσεσι τῶν θεολόγων διδασκάλων, κἂν ἰδιωτικαὶ τυγχάνωσιν, ἐμμελῳδοῦντας παιδεύεσθαι, ἄμεμπτον ἔχοντας φρόνημα, καὶ μὴ ἐν ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐνασχολουμένους εἰς ἀκολασίαν ἐκμαίνεσθαι. Μὴ γράφε.

Διὰ τί, Μὴ γράφε; τί γὰρ ὑμᾶς βλάπτει; ποίων δὲ ὑμᾶς χρημάτων ἀποστερεῖ ἡ τῆς ἀληθείας γραφή; Ἄλλος τῇ προθυμίᾳ τῶν γραφομένων οὐκ ἤλγει τὴν χεῖρα, κἀκεῖνοι τὰ στήθη ἔτυπτον. Ἀλλ᾽ εἰ καὶ Φαρισαῖοι ταῦτα ἔλεγον πρὸς Πιλᾶτον, καὶ ἐκώλυον αὐτὸν γράφειν τὰ τῆς ἀληθείας γράμματα· ὁ δὲ εἰ καὶ ἐθνικὸς ὑπάρχων ἔλεγε πρὸς αὐτούς· Ὃ γέγραφα, γέγραφα.