Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐξελθόντες οἱ Φαρισαῖοι

Ἰωάννης ὁ Χρυσόστομος

Η υποκρισία των Φαρισαίων απέναντι στις ευεργεσίες του Σωτήρος

Αντιπαραβάλλεται η θαυματουργική και σωτηριολογική δράση του Χριστού με τον φθόνο των Ιουδαίων, ελέγχοντας την αντίδρασή τους για τη θεραπεία κατά το Σάββατο σε αντίθεση με την ανοχή τους σε βαρύτερα εγκλήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Τί γὰρ ἠκούομεν ἀρτίως ἀναγινωσκόμενον; Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι, συμβούλιον ἔλαβον κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ τίς ἡ αἰτία, δι᾽ ἣν βουλεύονται ἀπολέσαι τὸν Κύριον; Ὅτι ἐν ἡμέρᾳ σαββάτων ἄνθρωπον ἐθεράπευσε, καὶ τὴν ἀργὴν καὶ ξηρὰν χεῖρα ἐν ἡμέρᾳ ἀργίας πρὸς ἔργον ἐξέτεινεν.

Ὢ ἀναισθησία Ἰουδαίων τῶν μὴ νοούντων, ὅτι ἔδει τὴν ἐν τῷ παραδείσῳ δεξιὰν χεῖρα τοῦ Ἀδὰμ, ἁψαμένην τοῦ ξύλου καὶ ξηρανθεῖσαν τῇ παραβάσει, ταύτην πάλιν ὑπὸ τοῦ ἰδίου κεραμέως ἀναπλασθῆναι! ἢ ὅτι ἔδει τὴν ὑπὸ τοῦ διαβόλου διὰ τὴν τῶν ἀθέων εἰδώλων αἱμοχυσίαν δεξιὰν σπιλωθεῖσαν, διὰ τοῦ ἰδίου δημιουργοῦ πάλιν λαμπρὰν πρὸς οὐρανὸν ἐκταθῆναι! Ἀλλὰ λυποῦνται ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου καὶ σωτηρίᾳ ψυχῆς, καὶ τὴν μὲν ἀργίαν τοῦ σαββάτου ἐκδιδάσκουσι, τὴν δὲ θαυματουργίαν τοῦ Ἰησοῦ ἀγνοοῦσι. Διὰ τί γὰρ, ὦ Φαρισαῖοι, οὐκ ἐλυπήθητε, ἢ τοιαῦτα οὐκ ἐμελετήσατε κατὰ τοῦ Μανασσῆ, ὅτε τὸν Ἡσαΐαν συνέπριζεν, ὅτε τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθυσίαζε τοῖς δαιμονίοις, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τεμένη τῶν εἰδώλων καθίδρυσε; διὰ τί τοιαύτην βουλὴν οὐκ ἠγάγετε κατὰ τοῦ Ἡρώδου, ὅτε τοὺς νηπίους ἀδίκως ἀπέσφαξε, καὶ μητέρας ἠτέκνωσεν; ὅτε ἦν ἰδεῖν δίκην ἀσταχύων ἀώρων τοὺς νηπίους κατακειμένους ἐν μιᾷ τομῇ σιδήρου, μήπω τὸν κόκκον τῆς καρδίας στερεὸν ἔχοντας, μήτε μὴν τοὺς ἀνθέρικας τῶν τριχῶν ἡβήσαντας, ἀλλ᾽ ἐν αὐτῇ τῇ ἁπαλωτάτῃ τοῦ γάλακτος τροφῇ τυγχάνοντας, βιαίῳ θυμῷ χαλάζης ὑπὸ Ἡρώδου φονευομένους; ὅτε οἰμωγαὶ καὶ κοπετοὶ ἀνδρογύνων ἐν ταῖς τῆς πόλεως πλατείαις καὶ ῥύμαις ἠκούοντο, ἐκεῖ πατέρων λυσιφρένων, καὶ μητέρων λυσικόμων δεινῶς ὀλοφυρομένων ἐπὶ τῇ τῶν ἀώρων τέκνων ἀδίκῳ σφαγῇ;

ὅτε τοῖς τῶν νηπίων αἵμασιν ἡ Βηθλεὲμ ἐφοινίσσετο, καὶ ἀώρων βοτρύων γλεῦκος ἄωρον τοῖς τῶν γονέων θερμοῖς δάκρυσι συνεκιρνᾶτο; ὅτε ὄψις πατέρων ὀλολυγμῷ διεστρέφετο, καὶ μητέρων σπλάγχνα τοῖς πόνοις εἱλίσσετο, καὶ γαλακτοφόροι πηγαὶ μαστῶν παρὰ καιρὸν ἐξηραίνοντο; ὅτε ἐν τοῖς τῶν μητέρων στέρνοις τὸ πνεῦμα στενοχώρως εἱλούμενον, περὶ τοὺς μυκτῆρας ἀτάκτως ἐφέρετο; ὅτε πατέρων καὶ μητέρων ὀφθαλμοὶ πηγὰς ὑδάτων ἐμιμοῦντο, καὶ ἀργυροχρόους σταγόνας δακρύων καχλαζόντων ἀπὸ παρειῶν ἐπὶ ἔδαφος ἔῤῥιπτον; ὅτε τρίχωμα γυναικῶν τοῖς αὐτῶν ὄνυξιν ὑπὸ πολλῆς ἀνοίας τῷ σπαραγμῷ κατεξαίνετο, καὶ οὓς ἔδει κρύπτειν πλοκάμους, τούτους τῇ μέθῃ τῆς λύπης ἐπόμπευον; Ἀλλὰ τοὐναντίον φρονοῦντες, τοὐναντίον καὶ ποιεῖτε· καὶ τοὺς μὲν φονεῖς καὶ ὑπευθύνους θανάτου ἀφίετε, τοὺς δὲ ἀθώους καὶ δικαίους κολάζετε, τοῦ νόμου λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Ὢ τάξις ἄτακτος, καὶ νόμος ἄνομος, παρὰ διαβόλου πεμπόμενος, παρὰ δαιμόνων γραφόμενος, ὑπὸ τῶν Ἰουδαίων μέχρι τοῦ νῦν φυλαττόμενος! Ποῖος οὗτος νόμος, τὸ τοὺς μὲν φονεῖς περισώζεσθαι, τοῦτον δὲ τὸν τοῖς φονευθεῖσι τὴν ζωὴν χαριζόμενον ἀπόλλυσθαι; Τὸν γὰρ Βαραββὰν ἐπὶ στάσει καὶ φόνῳ εὑρεθέντα ἠξίωσαν Πιλᾶτον ἀπολυθῆναι, τὸν δὲ Ἰησοῦν τὸν τοὺς ὑπὸ τοῦ διαβόλου φονευθέντας ζωοποιήσαντα ἠξίωσαν σταυρωθῆναι.

Καὶ ἐξελθόντες, φησὶ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ γνώμης ἀγνώμονος, καὶ βουλῆς ἀβουλίας μεμεστωμένης! Ἡ πηγὴ τῶν ἀγαθῶν ποταμηδὸν αὐτοῖς τὰς εὐεργεσίας ἔβλυζεν, οἱ δὲ καὶ ἀντλοῦντες τὴν χάριν, φονοκτόνους βουλὰς ἐν καρδίαις ἐρεύγοντο. Οἱ τὰ τραύματα αὐτῶν ἔχοντες, ἰώμενοι τῶν ὀδυνῶν ἀπηλλάττοντο· ἐκεῖνοι δὲ ἐν μὲν τῷ σώματι μὴ ἔχοντες τραύματα, ὑπὸ τοῦ φθόνου κεντούμενοι ὠδυνῶντο. Οἱ πεινῶντες αὐτῶν ἐπ᾽ ἐρημίαις, εἰς κόρον ἐτρέφοντο· κἀκεῖνοι ἐν εὐθηνίᾳ πίστεως ὑπὸ ἀπιστίας ἐφθείροντο. Τὸ ὕδωρ εἰς οἶνον μετεβάλλετο· κἀκεῖνοι τοῦ οἴνου μὴ γευσάμενοι, τῷ φθόνῳ μεθύοντες περιεφέροντο.

Εἶδον τῆς αἱμοῤῥοούσης σταλείσας τὰς τοῦ αἵματος ῥύσεις· κἀκεῖνοι τῇ βασκανίᾳ τηκόμενοι κατέσταζον. Οἱ δαιμονιῶντες αὐτῶν, τῶν δαιμόνων ἐλευθερούμενοι ἐσωφρόνουν, κἀκεῖνοι ὑπὸ τοῦ φθόνου κινούμενοι χειρόνως τῶν δαιμονώντων ἐμαίνοντο· οἱ τυφλοὶ αὐτῶν ὀφθαλμοὺς μὴ ἔχοντες ἐφωτίζοντο, κἀκεῖνοι ὀφθαλμοὺς ἔχοντες ἐσκοτίζοντο. Τῶν κωφῶν, ὡς ἀρτίως ἠκούομεν, ὁ εἷλιξ τῆς ἀκοῆς ἠνοίγετο· κἀκείνων ἡ καρδία ἰλιγγοειδὴς βουλὰς φόνου περιέστρεφεν. Ἡ θάλασσα τὰ ἑαυτῆς κύματα καταστείλασα, πρὸς ἐπίβασιν ἑαυτὴν τοῦ Δεσπότου ἡτοίμασε· κἀκείνων ἡ καρδία κύματα λογισμῶν θανατηφόρα διὰ στόματος ἤφριζε.