Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Η αξία της ελεημοσύνης ως έμπρακτης εκδήλωσης της πίστεως

Η ελεημοσύνη αναδεικνύεται ως ανώτερη αρετή έναντι της παρθενίας που στερείται φιλανθρωπίας. Συσχετίζεται με την παραβολή των δέκα παρθένων και τονίζεται η λειτουργία της ως πνευματικής θεραπείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 9

ϛʹ. Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι παρ᾽ ἑαυτοῖς; Δι᾽ ἔργων ἀγαθῶν καὶ πολιτείας ἀρίστης. Καθάπερ γὰρ τὸ λυχνιαῖον φῶς ἐλαίῳ κατέχεται, καὶ ἀναλωθέντος τούτου κἀκεῖνο συναναλωθὲν ἄπεισιν· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις, παρόντων μὲν ἡμῖν ἔργων ἀγαθῶν, καὶ ἐλεημοσύνης πολλῆς ἐπιχεομένης τῇ ψυχῇ. μένει καθάπερ ἐλαίῳ κατεχομένη ἡ φλόξ· ταύτης δὲ οὐκ οὔσης, ἄπεισι καὶ ἀναχωρεῖ· ὅπερ καὶ ἐπὶ τῶν πέντε παρθένων ἐγένετο. Καὶ γὰρ ἐκεῖναι μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἐπειδὴ τὴν ἀπὸ τῆς φιλανθρωπίας οὐκ εἶχον βοήθειαν, οὐκ ἴσχυσαν παρ᾽ ἑαυταῖς κατασχεῖν τὸ τοῦ Πνεύματος χάρισμα· διὸ καὶ τοῦ νυμφῶνος ἐξεβλήθησαν, καὶ τῆς φοβερᾶς ἐκείνης ἤκουσαν φωνῆς, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέρα· διὰ τοῦτο καὶ μωρὰς αὐτὰς ὠνόμασεν· εἰκότως· ὅτι τυραννικωτέρας ἐπιθυμίας περιγενόμεναι, ὑπὸ τῆς ἀσθενεστέρας ἑάλωσαν. Ὅρα γάρ· φύσεως βίαν ἐνίκησαν, λυττῶσαν μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπιθυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγελικὸν ἐπεδείξαντο βίον, σῶμα περικείμεναι πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν δυνάμεις· καὶ μετὰ τοσοῦτον πόνον χρημάτων ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως μωραὶ καὶ ἀνόητοι· διὰ τοῦτο καὶ οὐδὲ συγγνώμης ἠξιώθησαν.

Ῥᾳθυμίας γὰρ τὸ πτῶμα γέγονε μόνον· αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνηθεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι᾽ ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι;

Ταῦτα λέγω, οὐχὶ τὰς χεῖρας τῶν παρθένων ἐκλύων, οὐδὲ τὴν παρθενίαν σβέσαι βουλόμενος, ἀλλ᾽ ἵνα μὴ ἀνόνητα δράμωσιν, ἵνα μὴ μετὰ μυρίους ἱδρῶτας ἀστεφάνωτοι καὶ αἰσχύνης γέμουσαι ἐκ τῶν σκαμμάτων ἀναχωρήσωσι. Καλὸν ἡ παρθενία καὶ ὑπὲρ τὴν φύσιν τὸ κατόρθωμα· ἀλλὰ τὸ καλὸν τοῦτο καὶ μέγα καὶ ὑπὲρ τὴν φύσιν, ἂν μὴ φιλανθρωπίαν ἔχῃ συνεζευγμένην, οὐδὲ ἐπιβαίνειν τῶν τοῦ νυμφῶνος προθύρων δυνήσεται. Καὶ σκόπει μοι τῆς φιλανθρωπίας τὴν ἰσχὺν, καὶ τῆς ἐλεημοσύνης τὴν δύναμιν.

Παρθενία μὲν χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν οὐδὲ μέχρι τῶν προθύρων τοῦ νυμφῶνος ἀγαγεῖν· ἐλεημοσύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν.

Αὗται μὲν γὰρ, ἐπειδὴ ἐλεημοσύνην οὐκ ἐπεδείξαντο δαψιλῆ, ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἐκεῖνοι δὲ οἱ διψῶντα ποτίσαντες, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν, καίτοι παρθενίαν μὴ προβαλλόμενοι, ἤκουσαν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ παρθενεύων καὶ νηστεύων, ἑαυτῷ χρήσιμος· ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας. Τῶν δὲ κατορθωμάτων ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται.

ζʹ. Καὶ ἵνα μάθῃς, ὅτι αὗται μᾶλλον τῷ Θεῷ περισπούδαστοι τῶν ἄλλων αἱ ἐντολαὶ, περὶ μὲν νηστείας καὶ παρθενίας διαλεγόμενος, βασιλείας οὐρανῶν μέμνηται· περὶ δὲ ἐλεημοσύνης καὶ φιλανθρωπίας καὶ τοῦ ποιεῖν ἑαυτοὺς οἰκτίρμονας νομοθετῶν, πολὺ μεῖζον τῆς βασιλείας τῶν οὐρανῶν τέθεικεν ἔπαθλον, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, λέγων. Ἐκεῖνοι γὰρ μάλιστα τῶν νόμων ὁμοίους ποιοῦσι τοὺς ἀνθρώπους τῷ Θεῷ, ὡς ἀνθρώπους εἰκὸς γενέσθαι ὁμοίους τοῦ Θεοῦ, οἱ πρὸς τὸ κοινῇ συμφέρον ἐκβαίνοντες. Καὶ δηλῶν αὐτὸ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτω καὶ ὑμεῖς τοῖς οὖσι κατὰ δύναμιν εἰς τὸ κοινῇ συμφέρον τῶν ἀδελφῶν ἀποκεχρημένοι, μιμήσασθε τὸν τὰ ἀγαθὰ αὐτοῦ προτιθέντα πᾶσιν ὁμοίως. Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι.

Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμπαθητικόν. Τί γὰρ ὄφελος παρθενία μετὰ ὠμότητος; τί δὲ κέρδος σωφροσύνη μετὰ ἀπανθρωπίας; Οὐχ ἑάλως σωμάτων ἐπιθυμίᾳ, ἀλλ᾽ ἑάλως χρημάτων ἐπιθυμίᾳ· οὐκ ἐθαύμασας χρυσίου κάλλος· τὸν μείζονα ἐνίκησας ἀνταγωνιστὴν, ἀλλ᾽ ὁ ἐλάττων καὶ ἀσθενέστερος ἐκράτησέ σου καὶ περιεγένετο. Διὰ τοῦτο αἰσχροτέραν ἐποίησέ σου τὴν ἧτταν· διὰ τοῦτο οὐδὲ συγγνώμης ἔτυχες, τοσαύτης μὲν περιγενομένη βίας, καὶ πρὸς τὴν φύσιν αὐτὴν ἀποδυσαμένη, ὑπὸ δὲ φιλαργυρίας ἁλοῦσα, ἣν καὶ οἰκέται πολλάκις καὶ βάρβαροι ἀπονητὶ νικῆσαι ἠδυνήθησαν.

ηʹ. Ταῦτ᾽ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, καὶ οἱ γάμοις ὁμιλοῦντες, καὶ οἱ παρθενίαν ἀσκοῦντες, πολλὴν ἐπιδειξώμεθα περὶ τὴν ἐλεημοσύνην σπουδὴν, ἐπειδὴ μηδὲ ἑτέρως ἔστι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν.

Εἰ γὰρ παρθενία χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν εἰς βασιλείαν εἰσαγαγεῖν, ποῖον ἕτερον κατόρθωμα τοῦτο ἰσχύσει, ἢ δυνήσεται ταύτης χωρίς; Οὐκ ἔστιν οὐδέν. Πάσῃ τοίνυν ψυχῇ καὶ δυνάμει τὸ ἔλαιον ἐγχέωμεν ταῖς λαμπάσι, καὶ δαψιλὲς ἔστω καὶ διηνεκὲς τοῦτο, ἵνα φαιδρὸν καὶ πλούσιον μείνῃ τὸ φῶς.

Μὴ γὰρ δὴ τὸν πένητα ἴδῃς τὸν λαμβάνοντα, ἀλλὰ τὸν Θεὸν τὸν ἀποδιδόντα· μὴ τὸν δεχόμενον τὸ ἀργύριον, ἀλλὰ τὸν ὑπεύθυνον γινόμενον τῷ ὀφλήματι. Διὰ γὰρ τοῦτο ἕτερος λαμβάνει, καὶ ἕτερος ἀποδίδωσιν, ἵνα ἡ μὲν τοῦ δεχομένου πενία καὶ ἡ συμφορὰ πρὸς ἔλεον ἐπικάμψῃ καὶ συμπάθειαν· ὁ δὲ τοῦ μέλλοντος ἀποδιδόναι πλοῦτος τὴν καταβολὴν ἐγγυώμενος, καὶ τὴν μετὰ πολλῆς προσθήκης ἔκτισιν ἑπομένην, θαῤῥῆσαι παρασκευάσῃ περὶ τοῦ δανείου καὶ τοῦ τέλους, καὶ μετὰ πλείονος δαψιλείας ἐκκαλέσηται τὴν ἐλεημοσύνην.

Τίς γὰρ, εἰπέ μοι, μέλλων ἑκατονταπλασίονα λαμβάνειν, καὶ θαῤῥῶν πάντως ὑπὲρ τῆς ἀποδόσεως, οὐχὶ τὰ πάντα προήσεται; Μὴ τοίνυν φειδώμεθα χρημάτων, μᾶλλον δὲ φειδώμεθα τῶν χρημάτων· ὁ γὰρ φειδόμενος τῶν ὄντων, εἰς τὰς τῶν πενήτων χεῖρας αὐτὰ ἐναποτίθεται, εἰς τὸν ἄσυλον θησαυρὸν, καὶ λῃσταῖς καὶ οἰκέταις καὶ συκοφάνταις κακούργοις καὶ πάσαις ἐφόδοις ἀνάλωτον.

Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι· εἴσελθε εἰς τὸ συνειδὸς τῶν ἁμαρτημάτων, πᾶσαν ἐξέτασόν σου τὴν ζωήν· κατάμαθέ σου τὰ παραπτώματα μετὰ ἀκριβείας· κἂν ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖς, πάντως ὑπὸ τοῦ φόβου τῶν ἡμαρτημένων σοι παρὰ πάντα τὸν χρόνον ὠθούμενος, καὶ διὰ τῆς ἐλεημοσύνης ἄφεσίν σοι προσδοκῶν γενέσθαι τούτων, καὶ τὸ σῶμα ἐπιδώσεις σαυτοῦ, μήτι γε χρήματα. Εἰ γὰρ τραύματα ἔχοντες, καὶ νοσήματα σωματικὰ ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώμεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης· πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες καὶ τὰ χαλεπὰ τῶν ἁμαρτημάτων τραύματα διὰ τῆς ἐλεημοσύνης, μετὰ πάσης προθυμίας αὐτὴν ἐργασώμεθα.

Καίτοι γε ἐπὶ μὲν τῶν νοσημάτων οὐκ ἔστιν εὐθέως καταβαλόντα ἀργύριον ἀπαλλαγῆναι τῆς νόσου, ἀλλὰ δεῖ καὶ τομῆς πολλάκις καὶ καύσεως καὶ πικρῶν φαρμάκων, καὶ λιμοῦ, καὶ ψύχους, καὶ ἑτέρων φορτικωτέρων ἐπιταγμάτων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ᾽ ἀρκεῖ καταβαλεῖν τὸ ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ πάντα εὐθέως ἀπολούσασθαι τὰ πεπλημμελημένα χωρὶς ὀδύνης καὶ πόνου. Ὁ γὰρ τὴν ψυχὴν θεραπεύων ἰατρὸς, οὐ δεῖται μεθόδων καὶ ὀργάνων, καὶ σιδήρου καὶ πυρός· ἀλλ᾽ ἀρκεῖ νεῦσαι μόνον, καὶ πάντα ἐκρεῖ τῆς ἡμετέρας ψυχῆς τὰ πλημμελήματα, καὶ εἰς τὸ μὴ ὂν ἀφανίζεται.

θʹ. Οὐχ ὁρᾷς τοὺς μοναχοὺς τοὺς τὸν μονήρη βίον ἐπιθυμοῦντας καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀναχωροῦντας, ὅσην ὑπομένουσι σκληραγωγίαν; Καὶ γὰρ σποδὸν ὑποστρωννύμενοι, καὶ σάκκον περιβαλλόμενοι, καὶ κλοιὰ παντὶ τῷ σώματι περιτιθέντες, καὶ ἐν οἴκῳ καθείρξαντες ἑαυτοὺς, λιμῷ παλαίουσι διηνεκεῖ, θρήνοις συζῶσι καὶ ἀγρυπνίαις ἀφορήτοις, ἵνα δυνηθῶσι μικρὸν γοῦν μέρος τῶν ἡμαρτημένων ἀποῤῥίψασθαι· σοὶ δὲ ἔξεστι χωρὶς τῆς σκληραγωγίας ἁπάσης ἐκείνης τὴν εὔκολον ταύτην καὶ ῥᾳδίαν εὐλάβειαν ἐπιδείξασθαι. Ποῖος γὰρ πόνος, εἰπέ μοι, τῶν ὄντων ἀπολαύοντας, τὰ περιττὰ τῆς χρείας εἰς τοὺς δεομένους ἀναλῶσαι; Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι; Ὅταν δὲ καὶ τοσοῦτοι στέφανοι, καὶ τοσαῦται ἀμοιβαὶ, καὶ τοσαύτη ἁμαρτημάτων ἀμνηστία διὰ τῆς ἐλεημοσύνης γίνηται, ποίαν ἕξουσιν ἀπολογίαν, εἰπέ μοι, οἱ χρημάτων φειδόμενοι καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν καταποντίζοντες τοῖς ἁμαρτήμασιν; Εἰ γὰρ καὶ μηδέν σε ἕτερον κινεῖ καὶ διανίστησι πρὸς συμπάθειαν καὶ πρὸς ἐλεημοσύνην, τῆς τελευτῆς τὴν ἀδηλίαν ἀναλόγισαι· καὶ ἐνθυμηθεὶς, ὅτι κἂν μὴ πένησι δῷς, ἐπελθόντος τοῦ θανάτου καὶ ἄκων ἐκστήσῃ ἑτέροις αὐτῶν, κἂν οὕτω γενοῦ φιλάνθρωπος νῦν.

Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ὧν καὶ ἄκοντες ἐξίστασθαι μέλλομεν, ἑτέροις τούτων μὴ μεταδοῦναι ἑκόντας τοῖς δεομένοις, καὶ ταῦτα μέλλοντας τοσαῦτα ἀπὸ τῆς φιλοφροσύνης ταύτης καρποῦσθαι καλά. Τὸ ὑμῶν περίσσευμα, φησὶ, γενέσθω εἰς τὸ ἐκείνων ὑστέρημα. Τί δέ ἐστιν ὃ λέγει; Μείζονα λαμβάνεις, ἢ δίδως. Δίδως αἰσθητὰ, καὶ λαμβάνεις νοητὰ καὶ πνευματικά· δίδως ἀργύριον, καὶ λαμβάνεις ἁμαρτημάτων ἄφεσιν· λύεις σὺ τῷ πένητι λιμὸν, ἐκεῖνος δέ σοι λύει τοῦ Θεοῦ τὴν ὀργήν.

Ἀντίδοσίς τίς ἐστι καὶ πραγματεία πολὺ τῆς δαπάνης μείζω καὶ χρησιμωτέραν τὴν πρόσοδον ἔχουσα. Ἡ μὲν γὰρ δαπάνη ἐν χρήμασι γίνεται· ἡ πρόσοδος δὲ οὐκ ἔτι ἐν χρήμασι μόνον, ἀλλὰ καὶ ἐν ἁμαρτημάτων ἀφέσει, καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεὸν, καὶ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τῇ τῶν ἀγαθῶν ἀπολαύσει, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων, καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ᾽ ὁμοίας τῇ ἐνθήκῃ τῆς ἐμπορίας αὐτῶν μελλούσης ἔσεσθαι· ἡμᾶς δὲ διὰ φθαρτῶν καὶ ἐπικήρων οὐχὶ φθαρτὰ καὶ ἐπίκηρα, ἀλλ᾽ ἄφθαρτα καὶ ἀθάνατα καρποῦσθαι μέλλοντας ἀγαθὰ, μηδὲ τὴν αὐτὴν ἐκείνοις φιλοτιμίαν περὶ τὰ ὄντα ἐπιδείκνυσθαι; Μὴ, ἀδελφοὶ, μὴ οὕτω κακῶς περὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας· ἀλλὰ τὸ παράδειγμα τῶν παρθένων εἰδότες, καὶ τοὺς εἰς τὸ πῦρ ἀπαγομένους τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδὴ μὴ ἔθρεψαν, μηδὲ ἐπότισαν τὸν Χριστὸν, κατέχωμεν τοῦ Πνεύματος τὸ πῦρ διὰ φιλανθρωπίας δαψιλοῦς καὶ ἐπιτεταμένης ἐλεημοσύνης, ἵνα μὴ περὶ τὴν πίστιν ναυαγήσωμεν. Ἡ μὲν γὰρ πίστις τῆς τοῦ Πνεύματος δεῖται βοηθείας καὶ τῆς παραμονῆς, ἵνα ἄσειστος μένῃ· ἡ δὲ τοῦ Πνεύματος βοήθεια διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης ἡμῖν εἴωθεν παραμένειν.

Ὥστε εἰ μέλλοιμεν ἐῤῥιζωμένην ἔχειν τὴν πίστιν, πολιτείας ἡμῖν δεῖ καθαρᾶς τῆς τὸ Πνεύμα πειθούσης μένειν καὶ συνέχειν ἐκείνης τὴν δύναμιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἀκάθαρτον ἔχοντα, μὴ καὶ περὶ τὴν πίστιν σαλεύεσθαι.

ιʹ. Οἱ γοῦν περὶ εἱμαρμένης ληροῦντες, καὶ τῷ σωτηριώδει τῆς ἀναστάσεως διαπιστοῦντες λόγῳ, ἀπὸ συνειδότος πονηροῦ καὶ πράξεων διεφθαρμένων ἐπὶ τὸ βάραθρον τῆς ἀπιστίας ταύτης κατέπεσον. Καὶ καθάπερ οἱ πυρέττοντες βουλόμενοι τὸ πνῖγος ἀποτινάξασθαι, κατὰ ψυχρῶν ἑαυτοὺς πολλάκις ἔῤῥιψαν ὑδάτων, καὶ πρὸς βραχὺ παραμυθησάμενοι τὴν νόσον, χαλεπωτέραν ὕστερον ἀνῆψαν τὴν φλόγα· οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν. Διὰ τοῦτο ἐνταῦθα ἑαυτοὺς διὰ τῶν ψυχρῶν λογισμῶν πρὸς βραχὺ παραμυθησάμενοι, μείζονα τῆς γεέννης ἀνάψουσιν ἑαυτοῖς τὴν φλόγα, ὅταν γενόμενοι ῥᾳθυμότεροι, εἶτα ἀπελθόντες ἐκεῖ θεάσωνται τῶν ἑαυτοῖς πεπλημμελημένων ἕκαστον αὐτὸν διδόντα εὐθύνας. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πράξεις πονηραὶ τῇ τῆς πίστεως λυμαίνονται στεῤῥότητι, ἄκουσον τί φησιν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων· Ἵνα στρατεύσῃ, φησὶ, τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἡ δὲ ἀγαθὴ συνείδησις ἀπὸ βίου καὶ πράξεων ὀρθῶν γένοιτ᾽ ἄν)· ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν, φησὶν, ἐναυάγησαν. Καὶ πάλιν ἀλλαχοῦ· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως.

Εἶδες ὅτι κἀκεῖνοι ἐναυάγησαν διὰ τοῦτο, καὶ οὗτοι διὰ τοῦτο ἀπεπλανήθησαν, ἐπειδὴ οἱ μὲν τὴν ἀγαθὴν συνείδησιν ἀπώσαντο, οὗτοι δὲ τῆς φιλαργυρίας ἐπελάβοντο; Ἅπερ ἅπαντα λογισάμενοι μετ᾽ ἀκριβείας, ἐπιμελώμεθα πολιτείας ἀρίστης, ὥστε γενέσθαι διπλοῦν ἡμῖν τὸν μισθὸν, ἕνα μὲν, τὸν ἐκ τῆς τῶν ἔργων ἀμοιβῆς ἡτοιμασμένον, ἕτερον δὲ, τὸν ἐκ τῆς κατὰ πίστιν στεῤῥότητος. Ὅπερ γάρ ἐστιν ἡ τροφὴ τῷ σώματι, τοῦτο ἡ πολιτεία τῇ πίστει· καὶ καθάπερ ἡ τῆς σαρκὸς φύσις τῆς ἡμετέρας οὐκ ἂν διακρατηθείη χωρὶς τροφῆς, οὕτως οὐδὲ ἡ πίστις χωρὶς ἔργων ἀγαθῶν· Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά.

Ἓν ὑπολέλειπται λοιπὸν εἰπεῖν, τι ποτέ ἐστι, Τὸ αὐτό; Οὐ γὰρ εἶπεν ἁπλῶς, ἔχοντες τὸ Πνεῦμα τῆς πίστεως, ἀλλὰ τί; Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως. Καὶ ἐβουλόμην μὲν ἐπεξελθεῖν καὶ τοῦτο τῷ λόγῳ· ἀλλ᾽ ἐπειδὴ πολλοὺς ποταμοὺς ὁρῶ νοημάτων ἐκ τῆς ψιλῆς ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν λυμηνάμενος. Διόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρημένα μετ᾽ ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας, καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι.

Οὕτω γὰρ ἡμῖν στεῤῥὰ καὶ ἄσειστος ἔσται ἡ τῶν εἰρημένων οἰκοδομὴ, ὅταν, τῶν προτέρων καλῶς πεπηγότων ἐν ταῖς ὑμετέραις διανοίαις, τὰ δεύτερα ἐπεμβάλωμεν. Ὁ δὲ Θεὸς ὁ καὶ ἡμῖν ταῦτα εἰπεῖν δοὺς, καὶ ὑμῖν μετὰ προθυμίας ἀκοῦσαι, καταξιώσειε καὶ τὸν διὰ τῶν ἔργων ἐπιδείξασθαι καρπὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.