Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Η αλληγορία των δύο Διαθηκών και ο παιδαγωγικός ρόλος του Νόμου

Αξιοποίηση προφητικών μαρτυριών και της αλληγορίας των δύο γυναικών του Αβραάμ. Παρουσιάζεται ο κοινός νομοθέτης και εξηγείται η παιδαγωγική σημασία του Παλαιού Νόμου στην πορεία του λαού του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 9

Ἵνα δὲ μειζόνως αὐτῶν τὰ στόματα ἀποῤῥάψωμεν, φέρε, καὶ αὐτὰς τὰς ῥήσεις παραγάγωμεν, καὶ προφήτας, καὶ ἀποστόλους βοῶντας, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης. Παρίτω τοίνυν εἰς μέσον ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, καὶ αὐτὸ τοῦτο δεικνύτω σαφῶς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς Διαθήκης Θεόν. Τί οὖν οὗτός φησιν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ὥστε ὁ τὴν Καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δοὺς Θεός.

Ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμισεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀναιροῦσι τοῦ Μονογενοῦς. Εἰ γὰρ πρὸ τοῦ τόκου τῆς Μαρίας οὐκ ἦν, οὐδὲ ὑπῆρχε πρὶν ἢ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὤν; πῶς δὲ ἔλεγε, Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν; πῶς διέθετο τοῖς πατράσιν αὐτῶν μὴ ὑπάρχων, μηδὲ ὢν, κατὰ τὸν ἐκείνων λόγον; Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· ἵνα δὲ καὶ Μανιχαίους ἐπιστομίσωμεν, ἀπὸ τῆς Καινῆς τὴν μαρτυρίαν παραγάγωμεν, ἐπειδὴ τῆς Παλαιᾶς οὐδεὶς αὐτοῖς ἐστι λόγος, μᾶλλον δὲ οὐδὲ τῆς Καινῆς· ἀλλὰ καὶ ταύτην, ἣν δοκοῦσι τιμᾷν, οὐχ ἧττον ἐκείνης καθυβρίζουσιν· ἑνὶ μὲν τρόπῳ, τῷ τῆς Παλαιᾶς ἐκκόψαι, καὶ τὸ ἀξιόπιστον αὐτῆς λυμήνασθαι. Οὐ γὰρ μικρὰ τῶν ἐν αὐτῇ κειμένων τῆς ἀληθείας ἀπόδειξις, τῶν ἐν τῇ Παλαιᾶ προφητειῶν ἡ προαναφώνησις ἦν, οὓς ἀποστραφέντες οὗτοι οὐκ αἰσθάνονται τῶν προφητῶν μᾶλλον τοὺς ἀποστόλους ἀτιμάσαντες. Ἑνὶ μὲν οὖν τρόπῳ τούτῳ τὴν Καινὴν καθυβρίζουσιν, ἑτέρῳ δὲ πάλιν δευτέρῳ, τῷ τὰ πλείονα αὐτῆς ἐκκόψαι.

Πλὴν ἀλλὰ καὶ αὐτὴ τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ᾽ αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέσθαι ποιεῖ τὴν κακουργίαν· τὰ γὰρ ἀποκοπέντα μέλη κράζει καὶ βοᾷ, τὴν πρὸς τὰ οἰκεῖα μέλη συμφωνίαν ἐπιζητοῦντα.

εʹ. Πῶς οὖν ἀποδείξομεν, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης; Ἀπὸ τούτων τῶν παρ᾽ αὐτοῖς ὑπολελειμμένων ῥημάτων τῶν ἀποστολικῶν, ἃ δοκεῖ μὲν ἔχειν τοῦ νόμου κατηγορίαν, συνίστησι δὲ αὐτὸν μάλιστα, καὶ δεικνύει θεῖον ὄντα χρησμὸν καὶ ἄνωθεν ἥκοντα. Καὶ τοῦτο δὲ τῆς τοῦ Πνεύματος ἐγένετο σοφίας, ὥστε τῇ προχείρῳ ῥήσει δελεασθέντας τοὺς τοῦ νόμου κατηγοροῦντας ἄκοντας καὶ ἀγνοοῦντας δέξασθαι τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην ἀπολογίαν· ἵνα, ἂν μὲν θελήσωσι πρὸς τὴν ἀλήθειαν ἰδεῖν, ἔχωσι τὴν ῥῆσιν τὴν χειραγωγοῦσαν αὐτούς· ἂν δὲ ἐπιμένωσι τῇ ἀπιστίᾳ, μηδεμιᾶς συγγνώμης λοιπὸν τύχωσι, καὶ αὐτοῖς, οἷς δοκοῦσι πιστεύειν, ἀπιστοῦντες κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ· ἡμεῖς δὲ ἐκείνην τέως σπουδάζομεν τὴν περικοπὴν εἰς μέσον ἀγαγεῖν, τὴν καὶ παρὰ τοῖς Μανιχαίοις σωζομένην ἔτι καὶ νῦν. Τίς οὖν ἐστιν αὕτη; Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, φησὶ, τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας; Ἤκουσαν οἱ αἱρετικοὶ, ὅτι ἕνα ἐκ τῆς παιδίσκης, καὶ εὐθέως ἐπεπήδησαν· ἐνόμισαν γὰρ κατηγορίαν εἶναι τοῦ νόμου τὸ λεγόμενον· καὶ ἐκκόψαντες αὐτὴν τῆς λοιπῆς ἀκολουθίας, ὡς συνηγοροῦσαν αὐτοῖς κατέχουσι. Φέρε οὖν ἀπ᾽ αὐτοῦ δείξωμεν ἕνα ὄντα τὸν νομοθέτην.

Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ταῦτα δέ ἐστι, φησὶν, ἀλληγορούμενα.

Τί δέ ἐστιν, Ἀλληγορούμενα; Τύποι τῶν ἐν τῇ χάριτι γενομένων ἦσαν τὰ ἐν τῇ Παλαιᾷ Διαθήκῃ γινόμενα. Ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες, οὕτως ἐνταῦθα δύο Διαθῆκαι. Πρῶτον μὲν ἐν τούτῳ δείκνυσι τὴν συγγένειαν τῆς Καινῆς πρὸς τὴν Παλαιὰν, ὅταν ἐκεῖνα τούτων ᾖ τύπος. Ὁ γὰρ τύπος τῆς ἀληθείας οὐκ ἐναντίον, ἀλλὰ συγγενές. Εἰ δὲ ἐναντίος ἦν ὁ Θεὸς τῆς Παλαιᾶς τῷ Θεῷ τῆς Καινῆς, οὐκ ἔμελλε διὰ τῶν γυναικῶν προδιατυποῦν τῆς Καινῆς Διαθήκης τὴν ὑπεροχήν. Εἰ δὲ καὶ ἐκεῖνος προδιετύπωσε, τὸν Παῦλον ἐχρῆν μὴ ἀποχρήσασθαι τῷ τύπῳ. Εἰ δὲ λέγοιεν, ὅτι Ἰουδαϊκῇ συγκαταβαίνων ἀσθενείᾳ, τοῦτο ἐποίει, ἐχρῆν καὶ Ἕλλησι κηρύττοντα τύπους Ἑλληνικοὺς εἰσάγειν, καὶ ἱστορίας μεμνῆσθαι τῶν παρ᾽ Ἕλλησι γεγενημένων πραγμάτων. Ἀλλὰ οὐκ ἐποίησε τοῦτο· καὶ μάλα εἰκότως. Ἐκεῖνα μὲν γὰρ οὐδὲν κοινὸν εἶχε πρὸς τὴν ἀλήθειαν, ταῦτα δὲ Θεοῦ χρησμοὶ καὶ νόμοι· διὸ καὶ πολλὴν συγγένειαν ἔχει τὰ παλαιὰ πρὸς τὴν Καινὴν Διαθήκην.

ϛʹ. Πρῶτον μὲν οὖν τοῦτο δείκνυσιν, ὅτι πολλὴ ἡ συμφωνία τῆς Καινῆς πρὸς τὴν Παλαιάν· δεύτερον δὲ οὐκ ἔλαττον τούτου, καὶ αὐτῇ τῇ ἱστορίᾳ. Ὥσπερ γὰρ τότε δύο γυναῖκες ἦσαν ἑνὸς ἀνδρὸς, οὕτω καὶ νῦν δύο Διαθῆκαι ἑνὸς νομοθέτου· ἐπεὶ, ἂν ἄλλος ᾖ τῆς Καινῆς, καὶ ἄλλος τῆς Παλαιᾶς, περιττῶς τὴν ἱστορίαν εἰσήγαγεν. Οὐ γὰρ ἄλλος μὲν ἦν τῆς Σάῤῥας ἀνὴρ, ἄλλος δὲ τῆς Ἅγαρ, ἄλλ᾽ εἷς καὶ ὁ αὐτός.

Ὥστε, ὅταν λέγῃ, Αὗται γάρ εἰσι δύο διαθῆκαι, οὐδὲν ἕτερον λέγει, ἀλλ᾽ ἢ, ὅτι ἕνα ἔχουσι νομοθέτην, καθάπερ ἐκεῖναι ἕνα ἄνδρα τὸν Ἀβραάμ. Ἀλλ᾽ ἡ μὲν δούλη, φησὶν, ἡ δὲ ἐλευθέρα ἦν. Καὶ τί τοῦτο; τέως γὰρ ζητούμενον ἦν, εἰ εἷς ἑκατέρων νομοθέτης.

Καταδεξάσθωσαν τοίνυν τοῦτο πρότερον, καὶ τότε πρὸς ἐκεῖνο αὐτοῖς ἀποκρινούμεθα. Ἂν γὰρ τοῦτο καταναγκάζῃς αὐτοὺς δέξασθαι, καὶ πεισθῶσιν, ἅπαν αὐτῶν τὸ δόγμα οἰχήσεται. Ὅταν γὰρ εὑρεθῇ τοῦ αὐτοῦ νομοθέτου καὶ ἡ Παλαιὰ οὖσα, καθάπερ οὖν καὶ ἔστι, πᾶσα λέλυται ἡμῖν ἡ πρὸς ἐκείνους ἀμφισβήτησις.

Ἵνα δὲ μηδὲ τοῦτο ὑμᾶς θορυβῇ, πρόσχωμεν ἀκριβῶς τῇ ῥήσει. Οὐ γὰρ εἶπε, Μία μὲν δούλη, μία δὲ ἐλευθέρα· ἀλλὰ, Μία μὲν εἰς δουλείαν γεννῶσα· οὐ πάντως δὲ ἡ εἰς δουλείαν γεννήσασα, δούλη· καὶ αὐτὸ δὲ τὸ εἰς δουλείαν τεχθῆναι, οὐ τῆς τεκούσης ἔγκλημα, ἀλλὰ τῶν τεχθέντων παιδίων. Ἐπειδὴ γὰρ τῆς ἐλευθερίας διὰ τὴν κακίαν ἑαυτοὺς ἀπεστέρησαν, καὶ τῆς εὐγενείας ἐξέπεσον, ὡς δούλους αὐτοὺς ἀγνώμονας ἐπαίδευσεν ὁ Θεὸς φόβῳ διηνεκεῖ, κολάζων τιμωρίαις καὶ ἀπειλαῖς. Πολλοὶ γοῦν καὶ νῦν πατέρες τοὺς ἑαυτῶν υἱοὺς, οὐχ ὡς υἱοὺς ἐνάγουσιν, ἀλλὰ μετὰ τοῦ πρέποντος οἰκέταις φόβου· καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κεχρῆσθαι τοῖς ἐλευθέροις. Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τοσαύτης ἐνῆγε, μεθ᾽ ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα· ἀλλ᾽ οὐ κατηγορία τοῦ Θεοῦ τὸ γινόμενον, οὐδὲ ἔγκλημα τοῦ νόμου, ἀλλὰ τῶν ἀφηνιαζόντων Ἰουδαίων, σφοδροτέρου δεηθέντων χαλινοῦ. Ἐν αὐτῇ γοῦν τῇ Παλαιᾷ εὑρεθήσονται πολλοὶ οὐχ οὕτως ἀχθέντες, οἷον ὁ Ἄβελ, ὁ Νῶε, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ, ὁ Ἰωσὴφ, ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, οἱ ἄλλοι πάντες, ὅσοι τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἐζήλωσαν.

Οὐ γὰρ φόβῳ καὶ κολάσει, οὐδὲ ἀπειλῇ καὶ τιμωρίᾳ, ἀλλ᾽ ἀγάπῃ θείᾳ καὶ φίλτρῳ ζέοντι τῷ περὶ Θεὸν ἐγένοντο τοιοῦτοι, οἷοι δὴ καὶ ἐγένοντο. Οὐ γὰρ ἐδεήθησαν προσταγμάτων, οὐδὲ ἐντολῶν καὶ νόμων, ὥστε ἀρετὴν ἑλέσθαι καὶ φεύγειν κακίαν, ἀλλ᾽ ὥσπερ εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν· οἱ δὲ λοιποὶ πάντες Ἰουδαῖοι, ἐπειδὴ πρὸς κακίαν ἀπέκλιναν, τοῦ κατὰ τὸν νόμον ἐδεήθησαν χαλινοῦ. Ὅτε γοῦν ἐποίησαν τὸν μόσχον, καὶ τὸ γλυπτὸν προσεκύνησαν, τότε ἤκουσαν· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὅτε ἐφόνευσαν, καὶ τὰς γυναῖκας τῶν πλησίον διέφθειραν, τότε ἤκουσαν, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως.

ζʹ. Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παιδεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφοδρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν. Τὸ γὰρ αὐτὸ Πνεῦμα καὶ τὰ ἐν τῇ Παλαιᾷ, καὶ τὰ ἐν τῇ Καινῇ πάντα ᾠκονόμει, εἰ καὶ διαφόρως. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα.