Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Γινώσκετε ὅτι ἐν ἐσχάταις ἡμέραις»

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και η υπεροχή της πίστεως έναντι της σωματικής οράσεως

Έπαινος της προθυμίας του ακροατηρίου και ανάλυση της πνευματικής οράσεως μέσω της πίστεως, με αντιπαραβολή αγιογραφικών παραδειγμάτων προς την πνευματική τύφλωση των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί. αʹ. Ἀσθενὴς μέν εἰμι καὶ πτωχὸς, καὶ διδασκαλικῶν ἄπειρος λόγων· ἀλλ᾽ ὅταν ἴδω τὸν ὑμέτερον σύλλογον, ἐπιλανθάνομαι τῆς ἀσθενείας, ἀγνοῶ τὴν πτωχείαν, οὐκ οἶδα τὴν ἀπειρίαν· τοιαύτη γὰρ τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. Διὸ καὶ τῶν ἐν εὐπορίᾳ καθεστώτων προθυμότερον ὑμῖν τὴν τῆς πτωχείας παρατίθημι τράπεζαν.

Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρεμάμενοι γλώττης. Οὕτω καὶ νεοσσοὶ χελιδόνων, ἐπειδὰν ἴδωσι προσιπταμένην τὴν μητέρα, τῆς καλιᾶς προκύψαντες καὶ τοὺς αὐχένας ποιήσαντες ἐκκρεμεῖς, οὕτω δέχονται τὴν παρ᾽ ἐκείνης τροφήν. Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέχεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διάλεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα. Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγομεν Εἰς ὦτα ἀκουόντων; Κοινὸς ὁ πόνος, κοινὸς καὶ ὁ στέφανος· κοινὸν τὸ κέρδος, κοινὸς καὶ ὁ μισθός. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἐμακάρισε τοὺς μαθητὰς λέγων· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι. Δότε μοι ταῦτα τὰ ῥήματα καὶ πρὸς ὑμᾶς εἰπεῖν, ἐπειδὴ καὶ τὴν αὐτὴν ἐπιδείκνυσθε προθυμίαν· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀλλ᾽ ὅτι μὲν ὑμῶν τὰ ὦτα ἀκούει, δῆλον· ὅτι δὲ καὶ οἱ ὀφθαλμοὶ βλέπουσι, καθάπερ ἔβλεπον οἱ μαθηταὶ τότε, τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μὴ ἐξ ἡμισείας, ἀλλ᾽ ὁλόκληρος ὑμῶν ὁ μακαρισμὸς ᾖ. Τί οὖν ἔβλεπον τότε οἱ μαθηταί;

Νεκροὺς ἀνισταμένους, τυφλοὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυνομένους, χωλοὺς βαδίζοντας, ἅπαν φύσεως ἁμάρτημα διορθούμενον. Ταῦτα βλέπετε καὶ ὑμεῖς νῦν, εἰ καὶ μὴ τοῖς τοῦ σώματος, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς. Τοιαῦται γὰρ αἱ τῆς πίστεως ὄψεις· τὰ μὴ φαινόμενα βλέπουσι, καὶ τὰ μηδέπω πραχθέντα κατανοοῦσι. Πόθεν τοῦτο δῆλον, ὅτι πίστις ὄψις ἐστὶ τῶν μὴ βλεπομένων καὶ ἔλεγχος; Ἄκουσον τοῦ Παύλου λέγοντος· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.

Καὶ τὸ δὴ θαυμαστὸν, οὖτοι μὲν οἱ τῆς σαρκὸς ὀφθαλμοὶ τὰ μὲν ὁρώμενα βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα οὐ βλέπουσιν· οἱ δὲ τῆς πίστεως ὀφθαλμοὶ τοὐναντίον ἅπαν, τὰ μὲν ὁρώμενα οὐ βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα βλέπουσι.

Καὶ ὅτι τὰ βλεπόμενα οὐ βλέπουσι, καὶ τὰ μὴ βλεπόμενα βλέπουσιν, ὁ Παῦλος ἐδήλωσεν εἰπὼν οὕτως· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Καὶ πῶς ἄν τις ἴδοι τὰ μὴ βλεπόμενα; Πῶς ἄλλως, ἀλλ᾽ ἢ τοῖς τῆς πίστεως ὀφθαλμοῖς;

Οὕτω καὶ ἀλλαχοῦ φησι· Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας. Πῶς; οὐ γὰρ εἴδομεν. Εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι, φησί. Βούλεσθε καὶ ἑτέραν παράγω μαρτυρίαν, ὅτι τὰ μὴ βλεπόμενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοί; Γαλάταις ποτὲ γράφων ὁ Παῦλος ἔλεγεν· Οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος.

βʹ. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἐν Γαλατίᾳ σταυρούμενον αὐτὸν εἶδον Γαλάται; οὐχὶ πάντες ὁμολογοῦμεν, ὅτι ἐν Παλαιστίνῃ ἐν μίσῃ Ἰουδαίᾳ τὸ πάθος ἐγένετο; Πῶς οὖν αὐτὸν εἶδον σταυρούμενον Γαλάται; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐ τοῖς τῆς σαρκός. Εἶδες πῶς οἱ τῆς πίστεως ὀφθαλμοὶ τὰ μὴ φαινόμενα βλέπουσιν;

Ἀπὸ τοσούτου γοῦν διαστήματος καὶ μετὰ τοσοῦτον χρόνον τὸν Χριστὸν εἶδον σταυρούμενον. Οὕτω καὶ ὑμεῖς βλέπετε τοὺς νεκροὺς ἀνισταμένους· οὕτω σήμερον εἴδετε τὸν λεπρὸν καθαιρόμενον· οὕτως εἴδετε τὸν παραλελυμένον ἀναστάντα, καὶ μᾶλλον Ἰουδαίων τῶν παρόντων εἴδετε. Ἐκεῖνοι μὲν γὰρ παρόντες οὐ παρεδέξαντο τὸ θαῦμα, ὑμεῖς δὲ ἀπόντες παρεδέξασθε τὴν πίστιν. Ὥστε δικαίως εἶπον πρὸς ὑμᾶς, ὅτι Μακάριοι ὑμῖν οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Εἰ δὲ καὶ ἑτέρωθεν βούλει μαθεῖν ὅτι τὰ μὴ βλεπόμενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, τὰ δὲ βλεπόμενα παρατρέχουσιν· οὐδὲ γὰρ ἂν ἄλλως ἴδοιεν τὰ μὴ βλεπόμενα, εἰ μὴ καταφρονήσαιεν τῶν εἰρημένων· ἄκουσον τοῦ Παύλου περὶ τοῦ Ἀβραὰμ διαλεγομένου, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἶδε τὸν υἱὸν τικτόμενον τὸν Ἰσαὰκ, καὶ οὕτω κατεδέξατο τὴν ἐπαγγελίαν. Τί γάρ φησι; Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Μεγάλη τῆς πίστεως ἡ δύναμις. Ὥσπερ γὰρ λογισμοὶ ἀνθρώπων δειλοὶ καὶ ἀσθενεῖς, οὕτω πίστις ἰσχυρὰ καὶ δυνατή. Οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Ὁρᾷς πῶς ἀφῆκε τὰ ὁρώμενα; πῶς οὐκ εἶδεν εἰς τὸ γῆρας; Καίτοι γε αὐτὸ πρὸ τῶν ὀφθαλμῶν ἔκειτο· ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἑώρα, οὐ τοῖς τοῦ σώματος. Διὸ οὐκ εἶδε τὸ γῆρας, οὐδὲ τὴν νέκρωσιν Σάῤῥας· οὐ κατενόησε Τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας.

Τὴν στείρωσιν ἡμῖν ἐνταῦθα αἰνίττεται. Διπλῆ γὰρ ἡ ἀσθένεια ἦν, ἡ μὲν ἀπὸ τῆς ἡλικίας, ἡ δὲ ἀπὸ τῆς ἀσθενείας φύσεως. Οὐ γὰρ τὸ σῶμα μόνον διὰ τὴν ἡλικίαν ἄχρηστον ἦν πρὸς παιδογονίαν, ἀλλὰ καὶ αὐτὴ ἡ μήτρα νενέκρωτο, καὶ τὸ τῆς φύσεως ἐργαστήριον, καὶ πρὸ τοῦ γήρως ἄχρηστον ἦν διὰ τὴν στείρωσιν. Εἶδες ὅσα κωλύματα; Τὸ γῆρας τοῦ ἀνδρὸς, τὸ γῆρας τῆς γυναικός· ἡ τοῦ γήρως ἀχρηστότερα στείρωσις· καὶ γὰρ καὶ τοῦτο μάλιστα κώλυμα παιδογονίας. Ἀλλ᾽ ὅμως ταῦτα πάντα παρέδραμεν, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἰς τοὺς οὐρανοὺς ἀνέστη, μεγίστην τῶν ἐπηγγελμένων ἀπόδειξιν ἔχων τὴν δύναμιν τοῦ ὑποσχομένου. Διὰ τοῦτο Εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει. Βακτηρία γάρ τίς ἐστιν ἰσχυρὰ ἡ πίστις, καὶ λιμὴν ἀσφαλὴς, τῆς τῶν λογισμῶν ἀπαλλάττουσα πλάνης, καὶ ἐν ἡσυχίᾳ πολλῇ τὴν ψυχὴν ἀναπαύουσα. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ γὰρ εἰς αὐτὸ πάλιν ἐπανελθεῖν ἀναγκαῖον τὸ ῥῆμα. Καίτοι ἔβλεπον καὶ οἱ Ἰουδαῖοι τὰ τότε γινόμενα. Ἀλλ᾽ οὐ ταύτην μακαρίζει τὴν ὄψιν τὴν ἔξωθεν· αὕτη γὰρ καθ᾽ ἑαυτὴν οὐχ ὁρᾷ τὰ θαύματα, ἀλλ᾽ ἡ ἔνδον. Ἐκεῖνοι εἶδον τυφλὸν καὶ ἔλεγον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· καλέσωμεν αὐτοῦ τοὺς γονεῖς. Ἀκούεις ἀμφιβαλλόντων; ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ἡ τοῦ σώματος ὄψις πρὸς τὴν τοῦ θαύματος θεωρίαν;

Οἱ παρόντες καὶ θεώμενοι ἔλεγον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἡμεῖς δὲ οἱ μὴ παρόντες οὐ λέγομεν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἀλλ᾽ Αὐτός ἐστιν. Ἔμαθες ὡς οὐδὲν βλάπτει ἡ ἀπουσία, ὅταν πίστεως ὀφθαλμοὶ ὦσι, καὶ ὡς οὐδὲν ὠφελεῖ ἡ παρουσία, ὅταν πίστεως ὀφθαλμοὶ μὴ ὦσι; Τί γὰρ ἐκείνους ὤνησε τὸ ἰδεῖν; Οὐδέν. Ἡμεῖς γὰρ ἐκείνων σαφέστερον εἴδομεν. Ἐπεὶ οὖν βλέπουσιν οἱ ὀφθαλμοὶ ὑμῶν θεωρίαν, καὶ ἀκούει τὰ ὦτα ἀκρόασιν, ἣν ὁ Χριστὸς ἐμακάρισε, φέρε ὑμῖν τοὺς μαργαρίτας τῶν Γραφῶν παραθῶμεν. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις οὐκ ἐπέλυσε τὰ ζητήματα ὁ Χριστὸς, ἀλλὰ καὶ ἐπέτεινε τὴν ἀσάφειαν, ἐπειδὴ μὴ προσεῖχον· οὕτω δὴ καὶ ὑμῖν, ἐπειδὴ προσέχετε, τὰ κεκρυμμένα ἄγειν εἰς μέσον χρή.

Καὶ γὰρ προσῆλθον οἱ μαθηταὶ καὶ ἐθαύμαζον λέγοντες· Διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἔφη, Ἐπειδὴ βλέποντες οὐ βλέπουσιν. Οὐκοῦν ἐπειδὴ μὴ ἰδόντες ὑμεῖς εἴδετε, ἀναγκαῖον μὴ ἐν παραβολῇ εἰπεῖν πρὸς ὑμᾶς· καὶ ἐπειδὴ Ἀκούοντες οὐκ ἀκούουσιν.

Οὐκοῦν ἐπειδὴ ὑμεῖς μὴ ἀκούσαντες τότε, ἀκούετε νῦν οὐκ ἔλαττον, ἢ τότε ἠκούσατε, ἀναγκαῖον ὑμᾶς μὴ ἀποστερῆσαι τῆς τραπέζης ταύτης. Καὶ γὰρ ὁ Χριστὸς τούτους οὐχ ἧττον ἐμακάρισεν ἢ ἐκείνους· Εἶδες γὰρ, φησὶ, καὶ ἐπίστευσας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Μὴ τοίνυν ὀκνηροὶ γίνεσθε πρὸς ἀρετὴν, ὅτι μὴ κατ᾽ ἐκείνους τοὺς χρόνους, ἀλλὰ κατ᾽ αὐτὸν ἐγένεσθε. Ἂν γὰρ ἐθέλοις, οὐκ ἐζημιώθης· ὥσπερ οὖν πολλοὶ καὶ τῶν τότε γενομένων, ἐπειδὴ μὴ ἤθελον, οὐκ ὠφελήθησαν.