Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος»

Ἰωάννης ὁ Χρυσόστομος

Επανεξέταση της ψαλμικής ρήσης και έλεγχος της υλικής επίδειξης

Νέα ερμηνευτική προσέγγιση της προφητικής ρήσης περί πλούτου και καταδίκη της αλαζονείας των πλουσίων που αναλίσκονται στην υλική επίδειξη παραμελώντας τον συνάνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Καὶ γὰρ τὰς ἀκάνθας ἀνασπᾷ τῶν ἁμαρτημάτων, καὶ καθαρὰν τὴν ἄρουραν ἐργάζεται, καὶ τὰ σπέρματα καταβάλλει τῆς εὐσεβείας, καὶ πρὸς ἀκμὴν τὸν καρπὸν ἄγει. Μὴ δὴ τοσούτων παραμελῶμεν ἀγαθῶν, μηδὲ ἀπολιμπανώμεθα συνάξεων, ἀλλὰ συνεχῶς ἐνταῦθα τρέχωμεν, ἵνα διηνεκῶς θεραπευώμεθα, καὶ μηδεὶς μήτε φθόνῳ βάλληται πλουτοῦντα ὁρῶν, μήτε πενίᾳ πιέζηται· ἀλλὰ καταμαθὼν τὴν ἀληθῆ τῶν πραγμάτων φύσιν, παρατρεχέτω μὲν τὰς σκιὰς, ἀντεχέσθω δὲ τῆς ἀληθείας. Καὶ γὰρ σκιὰ, εἰ καὶ μείζων τοῦ σώματος εἶναι δοκεῖ, ἀλλ᾽ ὅμως σκιὰ τυγχάνει· ἄλλως δὲ οὐδέ ἐστι μείζων, ἀλλὰ δοκεῖ, καὶ τότε δοκεῖ, ὅταν μακροτέρω τῆς ἀκτῖνος γενώμεθα· οὕτω γοῦν ἡνίκα περὶ σταθερὰν μεσημβρίαν τῆς ἀκτῖνος ὑπὲρ κεφαλὴν ἱσταμένης συνελαύνεται πάντοθεν, καὶ συστέλλεται, καὶ βραχυτέρα γίνεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν. Ἕως μὲν γάρ τις μακροτέρω τῆς ἀρετῆς καθίστησιν ἑαυτὸν, μεγάλα φαίνεται τὰ τοῦ παρόντος βίου πράγματα· ὅταν δὲ ἐν αὐτῷ τῷ φανοτάτῳ φωτὶ τῶν θείων ἑαυτὸν καταστήσῃ Γραφῶν, τότε καὶ τὸ εὐτελὲς καὶ τὸ βραχὺ καὶ τὸ οὐδαμινὸν τῶν ἐπικήρων τούτων ὁρᾷ πραγμάτων, καὶ μανθάνει σαφῶς, ὅτι ποταμίων ὑδάτων οὐδὲν ἄμεινον ταῦτα διάκειται, ὁμοῦ τε φαινόμενα καὶ παρατρέχοντα.

Διά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Εἶδες ἀκρίβειαν λέξεως καὶ διαίρεσιν σαφεστάτην; Οὐδὲ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ᾽, Ἡ δόξα τοῦ οἴκου αὐτοῦ, δεικνὺς ὅτι ἕτερον δόξα ἀνθρώπου, καὶ ἕτερον δόξα οἴκου. Τί τοίνυν δόξα ἀνθρώπου, καὶ τί δόξα οἴκου; Δεῖ γὰρ ταῦτα εἰδέναι σαφῶς, ὥστε μὴ τὰ ὀνείρατα πρὸ τῆς ἀληθείας ἀσπάσασθαι.

Οἴκου μὲν οὖν δόξα στοαὶ, περίπατοι, χρυσοῦς ὄροφος, ἔδαφος ψηφίσι καλλωπισθὲν, λειμῶνες, παράδεισοι, ἀνδραπόδων ἀγέλαι, τὰ ἔπιπλα τὰ πολυτελῆ, ὧν οὐδὲν πρὸς τὸν ἄνθρωπον. Ἀνθρώπου δόξα, πίστις ὀρθὴ, ζῆλος ὁ κατὰ Θεὸν, ἀγάπη, πραότης, ἐπιείκεια, ἡ ἐν εὐχαῖς ἐκτένεια, ἡ τῆς ἐλεημοσύνης φιλοσοφία, σωφροσύνη, κοσμιότης, τὰ λοιπὰ ἅπαντα τῆς ἀρετῆς μέλη. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ αὐτῶν δόξαν, οὐδ᾽ ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα, ἢ πλῆθος ἀνδραπόδων, ἢ ἱματίων πολυτέλειαν. Τὸ γὰρ θαυμαστὸν ἅπαν περὶ τὸ κτῆμα ἵσταται, οὐ διαβαῖνον πρὸς τὸν ἔχοντα. Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις.

βʹ. Τοσοῦτον γοῦν ἀπέχει τούτων ἡ φύσις τῶν κτημάτων τοὺς ἔχοντας δόξῃ περιβαλεῖν, ὅτι καὶ λυμαίνεται αὐτὴν μεθ᾽ ὑπερβολῆς. Καὶ γὰρ ὡς ὠμοὺς καὶ ἀπανθρώπους καὶ βαναύσους καὶ φιλοσοφίας ἀλλοτρίους, οὕτως ἅπαντες κωμῳδοῦσι τοὺς ἐν τούτοις τὴν περιουσίαν ἐπιδεικνυμένους· οὐ γάρ ἐστιν ἀνθρώπου δόξα ταῦτα, καθὼς εἶπον, ἀλλὰ τοῦ οἴκου· τοὺς μέντοι ἐν σωφροσύνῃ ζῶντας, κοσμιότητι, πραότητι, ἐπιεικείᾳ, τῷ Θεῷ μετ᾽ ἀκριβείας ἀνακειμένους, αὐτοὺς θαυμάζομεν, ἐπαινοῦμεν, ἀνακηρύττομεν, ἐπειδήπερ αὕτη ἀνθρώπου μάλιστά ἐστιν ἡ δόξα. Ταῦτα γοῦν εἰδότες, μηδένα ζηλωτὸν εἶναι νομίζετε τῶν ἐκεῖνα περιβεβλημένων, ἃ μηδὲν πρὸς αὐτὸν ἔχει κοινόν. Κἂν ἴδῃς ἐπὶ ὀχήματός τινα καθήμενον, τὰς ὀφρῦς ἀνασπῶντα, ἀνατεινόμενον, αὐτῶν ἁπτόμενον τῶν νεφελῶν, οὐ τῇ φύσει τοῦ πράγματος (οὐ γὰρ δυνατὸν), ἀλλὰ τῇ ἀπονοίᾳ τῆς ψυχῆς, μᾶλλον δὲ τῇ ἀνοίᾳ, μὴ νόμιζε τοῦτον ἔνδοξον, μηδὲ ὑψηλὸν καὶ μέγαν. Ὑψηλὸν γὰρ οὐχ ἡμίονοι ποιοῦσιν ἕλκουσαι, ἀλλ᾽ ἀρετῆς κορυφὴ πρὸς τὰς ἁψῖδας ἀνάγουσα τῶν οὐρανῶν. Κἂν ἄλλον θεάσῃ ἐφ᾽ ἵππου καθήμενον, πολλοὺς ἔχοντα τοὺς ῥαβδούχους, καὶ σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, μηδὲ τοῦτον μακαρίζῃς διὰ ταῦτα, ἀλλ᾽ ἀνάπτυξον αὐτοῦ τὴν ψυχὴν, καὶ τότε περὶ αὐτοῦ ψηφίζου ταῦτα, ἅπερ ἡ ἐκείνης ὄψις ὑποβάλλει. Ὡς τά γε νῦν ὁρώμενα καταγέλαστα.

Τί γὰρ σοβεῖς ἐπὶ τῆς ἀγορᾶς; εἰπέ μοι· τί δὲ ἐλαύνεις τοὺς ἀπαντῶντας, καὶ φυγαδεύεις, ἄνθρωπος ὢν, ἄνθρωπον; Τίς ὁ τῦφος; τίς ἡ ἀπόνοια; Μὴ γὰρ λύκος γέγονας, ἢ λέων, ὡς εἰσιὼν εἰς πόλιν ἅπαντας εἰς φυγὴν τρέπειν; Μᾶλλον δὲ λύκος μὲν λύκον οὐκ ἄν ποτε ἐλάσῃ, οὐδὲ λέων λέοντα, ἀλλὰ συναγελάζονται, τὴν κοινωνίαν τῆς φύσεως αἰδούμενοι· σὺ δὲ, ὁ μετὰ τῆς φύσεως καὶ ἕτερα πολλὰ δικαιώματα ἔχων ἡμερότητος, ταπεινοφροσύνης, ἰσονομίας, τί γίνῃ τῶν θηρίων θηριωδέστερος, καὶ διὰ τὸ ἄλογον τῶν λογικῶν καταφρονεῖς; Καὶ ὁ μὲν Δεσπότης σου εἰς οὐρανὸν ἀνήγαγε τὸν ἄνθρωπον, σὺ δὲ οὐδὲ ἀγορᾶς αὐτῷ μεταδίδως; Τί δὲ λέγω εἰς οὐρανόν; Εἰς θρόνον ἐκάθισε βασιλικὸν, σὺ δὲ καὶ τῆς πόλεως ἐξελαύνεις;

Τί δέ σοι καὶ ὁ χαλινὸς εἶναι βούλεται ὁ χρυσοῦς, ὁ τὸν ἵππον κατακοσμῶν; ποίας δὲ ἀπολογίας τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλωπίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ποιῶν ἀπολαύειν τροφῆς; Τί δὲ οὐκ ἀνέχῃ, ἄνθρωπος ὢν, ἀνθρώποις ἀναμίγνυσθαι, ἀλλ᾽ ἐρημίαν ἐπιζητεῖς ἐν μέσαις ταῖς πόλεσι, καὶ οὐκ ἐννοεῖς ὅτι καὶ ὁ Δεσπότης σου μετὰ τελωνῶν ἤσθιε, καὶ μετὰ πόρνης διελέγετο, καὶ μετὰ λῃστῶν ἐσταυροῦτο, καὶ τοῖς ἀνθρώποις συνανεμίγνυτο· ἀλλὰ τῷ τύφῳ καὶ τῇ ἀπονοίᾳ τυραννούμενος, ἀπολλύεις καὶ τὸ ἄνθρωπος εἶναι; Ἐντεῦθεν ἡμῖν ἡ πολλὴ τῆς ἐλεημοσύνης ὑπεροψία, ἐντεῦθεν ὁ τῆς πλεονεξίας ἔρως, ἐντεῦθεν ἡ ὠμότης καὶ ἀπανθρωπία. Ὅταν γὰρ καὶ χαλινὸν χρυσοῦν τῷ ἵππῳ περιθῇς, καὶ μανιάκην χρυσοῦν τῷ οἰκέτῃ, καὶ πέταλα χρυσᾶ τῷ λίθῳ, καὶ δέρματα χρυσᾶ παρὰ σοὶ, καὶ ἱμάτια χρυσᾶ, καὶ ζώνη[ν] χρυσῆ[ν], καὶ ὑποδήματα, καὶ τοσαύτας τῆς πονηρίας ταύτης σαυτῷ περιθῇς ἀνάγκας, βουλόμενος τὴν ἀκόρεστον ἐπιθυμίαν πληροῦν, καὶ τροφὴν, τῷ πάντων ὠμοτάτῳ θηρίῳ παρέχειν, τῇ φιλαργυρίᾳ λέγω· τότε καὶ ὀρφανοὺς ἀποδύεις, καὶ χήρας γυμνοῖς, καὶ κοινὸς περιέρχῃ πολέμιος ἅπασι, μάταιόν τινα ἀνελίττων πόνον, καὶ δρόμον οὐδὲν ἔχοντα πέρας χρηστόν.

Τί γάρ σοι βούλεται τὸ τὸν οἰκέτην σου τὸν βάρβαρον χρυσοφορεῖν; τί τὸ κέρδος; τίς ἡ ὠφέλεια τῆς ψυχῆς; τίς ὄνησις σώματος; ποία πρόσοδος οἰκίας, Τοὐναντίον μὲν ἅπαν, ἄκαιρος δαπάνη, ἀνάλωμα ἀλογίας γέμον, ἀσελγείας ὑπόθεσις, διδασκαλεῖον κακίας, βαναύσου βίου καὶ διαῤῥέοντος ἀφορμὴ, φθορὰ ψυχῆς, ὁδὸς ἐπὶ μυρία φέρουσα κακά. Αἱ δὲ κλῖναι αἱ ἀργυρένδετοι, αἱ χρυσόπαστοι, καὶ τὰ ὑποπόδια, καὶ οἱ λέβητες οἱ ἐντεῦθεν κατεσκευασμένοι, καὶ ὁ πολὺς γέλως, τί σοι τὸν βίον ὀρθῶσαι δύναται; τί δὲ ἀμείνω σε ἐποίησεν, ἢ τὴν σύνοικον, ἢ ἄλλον τινὰ τῶν κατὰ τὴν οἰκίαν; Οὐκ ἐντεῦθεν λῃσταὶ καὶ τοιχωρύχοι πολλοί; οὐκ ἐντεῦθεν οἰκέται δραπετεύουσιν; Ὅταν γὰρ πανταχοῦ βλέποντες ἄργυρον ἴδωσι στίλβοντα, τρέφεται ἐν αὐτοῖς τὸ νόσημα τῆς κλοπῆς. Εἰ γὰρ σὲ τὸν ἐλεύθερον, καὶ ἐπ᾽ εὐγενείᾳ μέγα φρονοῦντα, ἄργυρος ἐν ἀγορᾷ λάμπων ἐφέλκεται πρὸς τὴν ἐπιθυμίαν, πολλῷ μᾶλλον τὸν οἰκέτην. Καὶ ταῦτα λέγω οὐκ ἀπαλλάττων ἐγκλημάτων τοὺς δραπέτας τῶν οἰκετῶν, καὶ τοὺς τὰ τοιαῦτα κακουργοῦντας, ἀλλὰ παραινῶν ὑμῖν μὴ παρατιθέναι τῶν τοιούτων νοσημάτων αὐτοῖς τὴν τροφήν. Ἀλλὰ ποῦ καταθώμεθα αὐτά; φησίν· εἰς γῆν κατορύξωμεν; Ἄπαγε· ἀλλ᾽, εἰ βούλει τῆς ἐμῆς ἀνασχέσθαι συμβουλῆς, ἐρῶ σοι τρόπον, δι᾽ οὗ τὸν δραπέτην εὐγνώμονα δυνήσῃ ποιῆσαι.