Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται»

Ἰωάννης ὁ Χρυσόστομος

Η συνέργεια του Υιού με τον Πατέρα και η ισότητά Του

Θεολογική ανάλυση της ακατάπαυστης εργασίας του Χριστού στη δημιουργία, με ταυτόχρονη ανασκευή των αιρετικών ισχυρισμών περί ανισότητος των προσώπων της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τίνα οὖν ἦν τὰ πρῴην εἰρημένα; Ἔλεγον ὅτι θεμέλιος ὁ Χριστὸς κέκληται ὡς φέρων ἅπαντα καὶ συγκρατῶν καὶ διαβαστάζων· τοῦτο νῦν ἐξ ἀποστολικῆς ἑτέρας ῥήσεως ἀποδεῖξαι βούλομαι. Οὗτος γὰρ ὁ ἐκεῖνα εἰρηκὼς, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, φησίν· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστι, Φέρων;

Ἡνιοχῶν, κυβερνῶν, οἰκονομῶν, διακρατῶν, συγκρατῶν, διαβαστάζων. Οὐ γὰρ δὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ γενομένων προνοεῖ καθάπερ ὁ γεγεννηκὼς αὐτὸν Πατήρ. Διὸ καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὸ καὶ μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ᾽ ὅτι καὶ Πατέρα αὑτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.

Ποῦ νῦν οἱ τῶν αἱρετικῶν παῖδες, οἱ κατὰ τῆς ἑαυτῶν μαινόμενοι σωτηρίας, καὶ τῆς ἰσότητος ἀποσχίζοντες αὐτὸν τῆς πρὸς τὸν Πατέρα; ἀκουέτωσαν τοῦ εὐαγγελιστοῦ τὴν φωνήν (ὅταν δὲ τὸν εὐαγγελιστὴν εἴπω, τὸν Χριστὸν λέγω τὸν κινοῦντα αὐτοῦ τὴν ψυχήν)· ἀκουέτωσαν, καὶ ἐντραπήτωσαν, καὶ παυσάσθωσαν τοιαῦτα μαινόμενοι. Καὶ γὰρ οἱ Ἰουδαῖοι διὰ τοῦτο αὐτὸν ἐδίωκον, ὅτι ἴσον ἑαυτὸν ἔλεγε· καὶ οὗτοι διὰ τοῦτο ἀπαγχονίζονται, ὅτι ταύτην ἀναφέρομεν αὐτῷ τὴν εὐφημίαν παρ᾽ αὐτοῦ παιδευθέντες. Ἀλλ᾽ οὐκ αὐτοῦ, φησὶν, οὐδὲ τοῦ εὐαγγελιστοῦ αὕτη ἡ ψῆφος ἦν, ἀλλὰ τῶν Ἰουδαίων. Μάλιστα μὲν, εἰ καὶ τῶν Ἰουδαίων ἦν, καὶ τοῦτό σου μέγιστον ἔγκλημα καὶ ἐσχάτη κατηγορία, ὅτι ἅπερ οἱ ἀγνώμονες Ἰουδαῖοι συνεῖδον ἀπὸ τῶν ῥημάτων κατασκευαζόμενα, ταῦτα αὐτὸς ἐθελοκωφῶν οὐχ ὁρᾷς. Οὐ γὰρ δὴ οἴκοθεν αὐτὰ εἰσῆγον, ἀλλ᾽ ἀφ᾽ ὧν ὁ Χριστὸς ἔλεγε συλλογιζόμενος αὐτούς. Καὶ ἵνα μάθῃς ὅτι οὐδὲ Ἰουδαίων ἐστὶν ἡ λέξις αὕτη, ἀλλὰ τοῦ εὐαγγελιστοῦ καὶ ψῆφος καὶ ῥῆσις (ὅταν δὲ εἴπω τοῦ εὐαγγελιστοῦ, τοῦ Χριστοῦ λέγω τοῦ κινοῦντος αὐτοῦ τὴν διάνοιαν), αὐτὰ τὰ ῥήματα ἐξέταζε. Ὁ Πατήρ μου.

Οὐ παντί που δῆλον καὶ τῷ σφόδρα ἀνοήτῳ, ὅτι διὰ τοῦτο εἶπεν, Ὁ Πατήρ μου, ἵνα ἴδιον αὐτοῦ ἀποφήνῃ; Τὸ δὲ ἐπαγαγεῖν πάλιν, Ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἆρα οὐκ ἰσότητά ἐστι κατασκευάζοντος; Οὐδὲ γὰρ εἶπεν, Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπουργῶ· Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπηρετοῦμαι· ἀλλ᾽, Ἐκεῖνος ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὁρᾷς πῶς οὐκ Ἰουδαίων ἦν ἀπόφασις, ἀλλὰ τῶν ἐκείνου ῥημάτων κατασκευὴ τὸ λεγόμενον; Εἰ γὰρ Ἰουδαίων ἦν πεπλανημένη τις ὑπόνοια καὶ ψῆφος τὸ ἴσον αὐτὸν ποιεῖν τῷ Θεῷ, καὶ αὐτὸς μὲν οὐκ ἐβούλετο τοῦτο ὑποπτεύεσθαι, οἱ δὲ Ἰουδαῖοι μὴ βουλομένου τοῦτο αὐτοῦ ὑπώπτευον, ἕτερα ὑπονοοῦντες παρ᾽ ὃ αὐτὸς κατασκευάσαι ἐβούλετο· οὐκ ἂν αὐτὸ εἴασεν οὕτως ἀδιόρθωτον ὁ εὐαγγελιστὴς, ἀλλ᾽ ἐπεσημήνατο ἂν καὶ εἶπεν αὐτὸ σαφῶς. Καὶ γὰρ ἔθος αὐτοῖς τοῦτο ποιεῖν, καὶ αὐτοῖς καὶ τῷ Ἰησοῦ· καὶ τοῦτο ἐξ ἑνὸς καὶ δευτέρου παραδείγματος πειράσομαι ὑμῖν ποιῆσαι δῆλον, ὅτι ὅταν εἴπῃ τι ὁ Χριστὸς, καὶ ἑτέρως μὲν αὐτὸ εἴπῃ αὐτὸς, ἑτέρως δὲ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, διορθοῦται ὁ εὐαγγελιστής.

Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουσον αὐτοῦ τοῦ Ἰωάννου αὐτὸ τοῦτο δῆλον ποιοῦντος. Ἐπειδὴ γὰρ εἰσῆλθεν εἰς τὸν ναὸν τοῦ Θεοῦ, καὶ τοὺς κολλυβιστὰς ἐξέβαλε φραγέλλιον ποιήσας, καὶ ἔλεγεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου· προσελθόντες οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἔλεγον· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Τί οὖν αὐτός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων.