Πρὶν ἢ γὰρ γενέσθαι ἄνθρωπον, τὰ τῆς κακίας ἐτυράννει, καὶ βαθυτάτη νὺξ πάντα κατεῖχεν, καὶ πανταχοῦ βωμοὶ καὶ ναοὶ τοῖς εἰδώλοις, καὶ κνίσσαι, καὶ καπνὸς, καὶ αἱμάτων χείμαῤῥοι, οὐκ ἀπὸ προβάτων καὶ βοῶν μόνον, ἀλλὰ καὶ ἀπὸ ἀνθρώπων ῥέοντες. Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ταῦτα ὁ δῆμος ὁ προφήτας ἔχων, ὁ νόμου μετασχὼν, ὁ θεοπτίας ἀπολαύσας, ὁ τοσούτοις ἐντραφεὶς θαύμασιν. Εἰ δὲ οὗτοι τοιοῦτοι, ἐννόησον τὰ λοιπὰ μέρη τῆς οἰκουμένης πῶς διέκειντο, ὑπὸ δαιμόνων βακχευόμενοι, ὑπὸ κακίας τυραννούμενοι, τοῖς παθήμασι πᾶσιν ὑποκλινόμενοι, ξύλα θεραπεύοντες, λίθους προσκυνοῦντες, ὄρη, καὶ βουνοὺς, καὶ νάπας, καὶ δένδρα, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμούς. Καὶ τί δεῖ τὰ τῶν ἄλλων λέγειν; Ἀπὸ γὰρ τῶν ἐν Ἰουδαίοις κακῶν ὄψομαι τὴν ἐν τοῖς ἄλλοις ὑπερβολήν. Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν. Ὄψις πόρνης ἐγένετό σοι, ἀπηνῃσχύντησας πρὸς πάντας Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Πάλιν ἕτερος· Μάτην [ἀργυροκόπος] ἀργυροκοπεῖ· αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν.