Τί δέ ἐστι καὶ ὃ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Ἆρα ἀγνοεῖς, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀγνοεῖς πότερον δυνατόν ἐστιν, ἢ ἀδύνατον παρελθεῖν τὸ ποτήριον; Καὶ πῶς ἔλεγες· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός; καὶ τὸν μὲν Πατέρα ἐπιγινώσκεις, οὗ μεῖζον οὐδέν ἐστι, τὸ δὲ ποτήριον, εἰ δυνατόν ἐστι παρελθεῖν, οὐ γινώσκεις; Πῶς δὲ καὶ ὁ Παῦλός φησιν, ὅτι· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; καὶ πάλιν, Ζωὴ γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Εἰ οὖν οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πῶς σὺ νῦν, ὡς ἀγνοῶν, λέγεις, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ᾽ ἐμοῦ, ἐὰν μή τι ᾖ ἀποκεκρυμμένον μυστήριον ἐν τῷ λόγῳ; Οὐ πρέπει σοι, Κύριε, ὁ λόγος οὗτος· Θεὸς γὰρ εἶ, Θεοῦ Υἱὸς, Λόγος, σοφία, δύναμις, φῶς, ἥλιος δικαιοσύνης, πηγὴ ἀθάνατος, ζωὴ αἰώνιος, ἀνάστασις ἡμῶν τῶν τῇ ἁμαρτίᾳ τεθανατωμένων. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ὢ πῶς δυσέφικτός ἐστιν ὁ λόγος καὶ δυσθεώρητος καὶ δυσδιάκριτος; ὢ πῶς στενός ἐστι καὶ τεθλιμμένος παρὰ πολλοῖς ἀνθρώποις;