Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πλὴν μάτην ταράσσεται»

Ἰωάννης ὁ Χρυσόστομος

Η ελεημοσύνη ως πνευματικό δάνειο προς τον Θεό

Θεολογική θεώρηση της προσφοράς προς τους πένητες ως άμεσου δανεισμού προς τον Θεό, ο οποίος συγκαταβαίνει ως εγγυητής της αιώνιας ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Σὺ δὲ οὐδὲ τὰς ὀφρύας σου ἀνατεῖναι βούλῃ, καὶ λιτανευόμενος οὐκ ἐπικάμπτῃ. Δὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇ τὸ λογοθέσιον· δὸς αὐτοῖς τὰ αὐτῶν, ἃ μέλλεις μετ᾽ οὐ πολὺ ἀπολαμβάνειν. Πατέρα ἔχουσι βασιλέα· δὸς αὐτοῖς τὰ αὐτῶν, καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν τὴν ἀμεριμνίαν. Ποίαν ταύτην; Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ γὰρ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, οὐ μόνον τὸ χειρόγραφον τῆς ἁμαρτίας ἐξαλείφει, ἀλλὰ καὶ ὁμολογίαν λαμβάνει, τὴν λέγουσαν φωνὴν, Ὁ διδοὺς πτωχῷ, Θεῷ δανείζει. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ᾽ αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ᾽ ὢ τοῦ σοφωτάτου ῥήματος! Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Διὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἀλλὰ, Δανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν δόσιν καὶ τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ᾽, Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ, ἵνα τὸ ὄνομα τοῦ δανείσματος ὁ φιλοκερδὴς ἀκούσας, ἑαυτὸν ἐπιδῷ πρὸς ἔλεον. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Εἰ δανείζεται Θεὸς παρ᾽ ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστιν. Τί οὖν θέλεις αὐτὸν κριτὴν ἔχειν, ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς δὲ οὐ δυσωπεῖται τὸν δικαζόμενον.

γʹ. Ἀναγκαῖον δὲ, ἀδελφοὶ, καὶ καθ᾽ ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς τὸν πλεονασμὸν, ὡς ἔφθην εἰπὼν, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας (ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων)· ἐπεὶ οὖν οἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ᾽ εἰς μόνον τὸ κέρδος ὁρᾷ· πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων (οὐ κέκτηται γὰρ οὐδὲν), οὐκ ἐνέχυρα φέρων (γεγύμνωται γὰρ), οὐ τὸν ἀντιφωνοῦντα παρέχων (ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν), ὡς εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρέθηκεν, ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι.

Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν; Ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ᾽ ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ προέστη διὰ πολλὴν ἀγαθότητα. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω, σοὶ δανείζων; Ἑκατονταπλασίονά σοι δίδωμι, καὶ ζωὴν αἰώνιον. Ἵνα πότε μοι ταῦτα ἀποδῷς, ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. Δός μοι τῆς ἀνταποδόσεως τὸν καιρὸν, ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Ἄκουε συνετῶς, πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τῶν πτωχῶν δανεισάμενος.