Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν»

Ἰωάννης ὁ Χρυσόστομος

Η έλευση του Χριστού και η σημασία του θείου πυρός

Αντιμετώπιση των αποριών για τη φαινομενική αντίφαση μεταξύ ειρήνης και μαχαίρας, και ερμηνεία του πυρός ως μέσου καθαρμού των αμαρτιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τὰ αὐτὰ τοῖς νηπίοις νοήσαντες, τὰ τοῦ Κυρίου ῥήματα πρὸς τὸν Κύριον διαλεχθῶμεν, ἵνα τοῦ Κυρίου ῥήματα τοῖς νηπίοις διαπορθμεύσωμεν. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ ἦλθες βαλεῖν ἐπὶ τὴν γῆν, Κύριε, καὶ οὐκ ἦλθες βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Ἁμαρτία ἡμῶν κατηγωνίσατο, θάνατος ἡμῶν ἐκυρίευσε, γέεννα πυρὸς ἡμῖν ἠπείληται, τῶν ἐναγῶν δαιμόνων στρατόπεδον κατηγωνίσατο ἡμῶν, καί σε ἀρωγὸν παρὰ τῶν προφητῶν ἀκούοντες ἐξεδεχόμεθα· καὶ ἐλθὼν λέγεις, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Τρόπαιον παρ᾽ ἡμῖν οὐχ ὑπῆρχε πίστεως, τῇ τοῦ διαβόλου παρατάξει οὐκ ἰσχύομεν· ὅπλον γὰρ ἡμῖν οὐχ ὑπῆρχε πίστεως· τὸν θώρακα τῆς δικαιοσύνης ἡμῶν ἔτι ὄντα τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐκδύσας ὁ διάβολος ἐγύμνωσε. Διὸ ἕκαστος ἡμῶν γυμνὸς βοηθείας ὑπάρχων πρὸς σὲ βοᾷ λέγων· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου· ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι· καὶ ἐλθὼν πρὸς βοήθειαν ἡμῶν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ποῦ ἡ τῶν ἁγίων ἱκεσία ἡ περὶ εἰρήνης πρὸς σὲ γεγενημένη, τὸ, Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Εἰρήνην ἱκετεύσαμεν, γαλήνης ἐδεήθημεν, πόλεμον οὐκ ἠθελήσαμεν, μάχαιραν ἀπειπάμεθα· καὶ ἐλθὼν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Δεινὸν αὐτοῦ τὸ καθ᾽ ἡμῶν στρατόπεδον τῶν ἐναγῶν δαιμόνων ἐξώπλισε· πάντας ἡμᾶς τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρτίας κατασφάξας, εἰς ᾅδην κατηκόντισε. Διὰ τοῦτο οἶκτον παρὰ σοῦ αἰτοῦμεν· ὁ πᾶς ἁγίων χορὸς πρὸς σὲ ἀνεφθέγγετο λέγων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

Λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; καὶ ποῦ ἡ σὴ ἐπαγγελία ἡ λέγουσα· Ἰδοὺ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν; ἢ ποῦ ἡ πρόῤῥησις τῶν ἁγίων Πατέρων ἡ λέγουσα, Ἰδοὺ ἐξέρχεται Κύριος, καὶ συντρίψει πόλεμον; Συντριβέντος δὲ τοῦ πολέμου, εἰρήνην καὶ βοήθειαν ἐξεδεχόμεθα· καὶ ἐλθὼν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν;

Προφήτας προαπέστειλας, πατριάρχας προέπεμψας, ὅπλοις δικαιοσύνης αὐτοὺς ἐθώρηξας πρὸς τὸ ἀντιστῆναι τῇ μάχῃ τοῦ διαβόλου, καὶ συντρίψαντας τὸν πόλεμον εἰρήνην τῷ κόσμῳ βραβεῦσαι, ὡς εἷς αὐτῶν εὐχαριστῶν ἔλεγεν· Εὐλογητὸς Κύριος ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· καὶ οὗτοι ἡττηθέντες νῶτα δεδώκασι, πρὸς σὲ βοῶντες, σὲ καλοῦντες βοηθὸν, λέγοντες· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι· καὶ κλίνας οὐρανοὺς, καὶ καταβὰς ἐπὶ τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων ἐν εἰρήνῃ, λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν;

Τί δὲ μακαρίζεις τοὺς εἰρηνοποιοὺς, ὅτι υἱοὶ Θεοῦ κληθήσονται; Τί οὖν ὁ διδάσκων ἄλλους εἰρηνοποιεῖν, τί λέγεις περὶ σεαυτοῦ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Διὰ τὰ ἁμαρτήματα ἡμῶν ἐχθρὸς ἡμῶν γέγονεν ὁ Κύριος· μεσίτου ἐδεόμεθα τοῦ λύοντος μὲν τὴν μεταξὺ ἡμῶν ἔχθραν, εἰρήνην δὲ γλυκεῖαν βραβεύοντος. Καὶ ὁ πατὴρ ἡμῶν Ἰὼβ περὶ τοῦ μεσίτου ηὔχετο λέγων· Εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων· καὶ ἐλθὼν μεσιτεῦσαι καὶ λῦσαι τὴν ἔχθραν, τὰ ἐναντία λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ἐν τίνι λοιπὸν τὴν ἐλπίδα τῆς εἰρήνης ἐκδεξόμεθα; Ἀλλὰ ναὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν ὑφ᾽ ὑμετέροις ποσὶ πατουμένην. Ἐπειδήπερ ὁ διάβολος ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτιῶν, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν τῶν ἀκανθῶν ἀνάλωσιν. Διὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ θέλω, εἰ ἤδη ἀνήφθη, καθαρίσαι τὴν ἐμὴν γῆν. Δεῖ με τὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρᾷ τῇ ψυχῇ τὸν οὐράνιον σπόρον ἐνράνω.

Διὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πλάσας ἐξ ἀρχῆς τὸν ἄνθρωπον ἐκ γῆς, σπινθῆρα θεῖον πυρὸς ἐν μέσῃ αὐτοῦ τῇ καρδίᾳ ᾤκισα, πρὸς τὸ διὰ πυρὸς ἔχεσθαι αὐτὸν τῆς πρὸς Θεὸν ἀγάπης. Ἐπεὶ οὖν τοῦτον τὸν θεῖον σπινθῆρα τοῦ πυρὸς καὶ ταύτην τὴν θέρμην ἐκβαλεῖν ἦν ἀδύνατον, ἵνα καλλιφερὲς ἔχωσι τὴν τοῦ ἁγίου Πνεύματος ἔξαψιν (κρυμῷ γὰρ ἀσεβείας τὰς τῶν ἀνθρώπων ψυχὰς ἐνέκρωσεν ὁ διάβολος), δεῖ με πῦρ βαλεῖν ἐπὶ τὴν γῆν· ἵνα ἐκλύσας καὶ χαυνώσας τὸν ἐκ τοῦ διαβόλου ἐπιγεγενημένον ταῖς ψυχαῖς χειμῶνα τῆς ἀπιστίας, εὔδιον καὶ γαληνιῶσαν τὴν φρένα καταστήσας, ἀναθάλλειν καὶ χλοηφορεῖν αὐτὴν ποιήσω.