Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥηθὲν τοῦ Ζαχαρίου

Ἰωάννης ὁ Χρυσόστομος

Ο ευαγγελισμός του Ζαχαρία και ο ρόλος του Ιωάννη ως νέου Ηλία

Η εμφάνιση του αρχαγγέλου Γαβριήλ στον Ζαχαρία και η προαναγγελία της γέννησης του Ιωάννη του Προδρόμου, με αναλυτικό παραλληλισμό του βίου και της αποστολής του με τον προφήτη Ηλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τούτου δὲ τοῦ παραδόξου τοκετοῦ μηνυτὴς τῷ γέροντι Ζαχαρίᾳ ὁ ἀρχάγγελος ἐπέμφθη Γαβριήλ· καὶ στὰς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου ὤφθη αὐτῷ· Καὶ ἐταράχθη, φησὶ, Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. Εἶδε γὰρ ὅπερ οὐκ εἶδέ ποτε, πῦρ φθεγγόμενον, ἀσώματον ἄνθρωπον, ἀψηλάφητον σχῆμα, ἀσυνείκαστον θέαν, ὄψιν ἀσύγκριτον, ἀεροβάτην δρομέα, πτηνὸν ἀνθρωπόμορφον· καὶ Ἰδὼν ἐταράχθη. Ἰδὼν δὲ αὐτὸν ταραττόμενον ὁ ἄγγελος, χρησταῖς ἐπαγγελίαις φυγαδεύει τὸν φόβον· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Μὴ φοβοῦ, Ζαχαρία· οὐ φόβον ἐπισείων ἐλήλυθα, ἀλλὰ χαρᾶς σοι μηνυτὴς παραγέγονα· ποίας χαρᾶς; Ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· οὗτος ὡς ἑωσφόρος ἐπιφαύσει τῷ κόσμῳ, καὶ τὸ σκότος τῆς ἀγνωσίας διώξει, τὸν τῆς δικαιοσύνης ἐπικαλούμενος ἥλιον. Ὁ ὀπίσω γάρ μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν· οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Καὶ αὐτὸς προελεύσεται ἐν πνεύματι καὶ δυνάμει τοῦ Ἠλίου. Τὸ πνεῦμα τοῦ Ἠλίου κατῴκησε καὶ εἰς τὸν Ἰωάννην· πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται· καὶ σχεδὸν ἐν πᾶσιν εὑρίσκομεν ὅμοιον τῷ Ἠλίᾳ τὸν Ἰωάννην.

Ἐκεῖνος ἐν ὄρεσι διῃτᾶτο, καὶ οὗτος ἐν τῇ ἐρήμῳ διέτριβεν· ἐκεῖνον κόρακες ἔτρεφον, καὶ οὗτος ἀκρίδας βοτανῶν ἤσθιεν· ἐκεῖνος μηλωτὴν περιεβάλλετο, καὶ οὗτος τρίχας καμήλων· ἐκεῖνος αὐστηρὸς ἦν καὶ ἐλεγκτικὸς, καὶ οὗτος ὁμοίως· ἐκεῖνος τὸν Ἀχαὰβ ἤλεγχε τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ Ἰεζάβελ τὴν γυναῖκα αὐτοῦ· Σὺ εἶ, φησὶν, ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· καὶ ὁ Ἰωάννης τὸν Ἡρώδην καὶ Ἡρωδιάδα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου· καὶ αὐτὸς προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα. Τί ἐστιν, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα; Οἱ πατέρες τῶν Ἰουδαίων, ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ δώδεκα πατριάρχαι, καὶ πάντες οἱ δίκαιοι, ὁρῶντες φιλαμαρτήμονα τὸν λαὸν, καὶ ἑτοίμως ἐκπορνεύοντα εἰς ἀλλοτρίους θεοὺς, ἀπεστρέφοντο αὐτοὺς ὡς τοιούτους. Ἀφ᾽ οὗ δὲ Ἰωάννης ἐκήρυξε τὸ βάπτισμα τῆς μετανοίας, πολλοὶ ἐπεστράφησαν πρὸς τὸν Θεόν. Ὁρῶντες οὖν οἱ πατέρες αὐτῶν ἐπιστρέφοντας αὐτοὺς πρὸς τὸν Θεὸν, καὶ αὐτοὶ ἐπέστρεψαν τὰς καρδίας αὐτῶν πρὸς αὐτούς· καὶ τοῦτό ἐστι τὸ, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον, περιούσιον· περὶ οὗ Δαβὶδ ὁ προφήτης προεκήρυξε λέγων· Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.