Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οἰκοδεσπότῃ

Ἰωάννης ὁ Χρυσόστομος

Πρόσκληση στο βάπτισμα και ομολογία της ορθοδόξου πίστεως

Προτροπή προσέλευσης στην κολυμβήθρα, δογματική έκθεση της πίστης στην Αγία Τριάδα και τη σάρκωση του Υιού, καθώς και ηθική προετοιμασία των κατηχουμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Εἴδετε, πῶς ἀγαθὸς ὁ Δεσπότης ἡμῶν· εἴδετε, πῶς τοὺς ἐν διαφόροις καιροῖς προσιόντας, μίαν δὲ πίστιν καὶ προθυμίαν καὶ πολιτείαν ἐπιδεικνυμένους, ὁμοίαις τιμαῖς καὶ δωρεαῖς ἠξίωσεν· εἴδετε, πῶς καὶ τοὺς ἐσχάτους ἴσους τοῖς πρώτοις ἐποίησε διὰ τὴν ἄβυσσον τῶν αὐτοῦ οἰκτιρμῶν. Ἐπήχθητε τοίνυν πρὸς τὸν οὕτω φιλάνθρωπον· αὐτὸς καὶ νῦν ὑμᾶς ἐμισθώσατο· αὐτὸς λέγει καὶ πρὸς ὑμᾶς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.

Θεὸς ὁ μισθούμενος, ὁ μισθὸς οὐράνιος, τὸ ἔργον σωτήριον, ὁ ἀμπελὼν εὐτρεπὴς, ἡ θύρα τοῦ ἀμπελῶνος, ἡ κολυμβήθρα καθέστηκεν. Ἡ θεία χάρις εἰς θύραν τῆς κολυμβήθρας παρισταμένη, καθάπερ φαιδρὰ πυλωρὸς πρὸς πάντας τοὺς δι᾽ αὐτῆς εἰσιόντας βοᾷ· Αὕτη ἡ πύλη τοῦ Κυρίου· νεοφώτιστοι διελεύσονται δι᾽ αὐτῆς. Ἡμεῖς οὐ φθονοῦμεν ὑμῖν ὡς τελευταῖον ἐλθοῦσιν, καὶ τῆς αὐτῆς ἡμῖν δόξης μετέχουσιν· ἀλλὰ συγχορεύομεν ὡς ἀδελφοῖς, καὶ συγχαίρομεν, ἡμετέραν δόξαν τὴν ὑμετέραν σωτηρίαν ἡγούμενοι. Ποθήσατε οὖν τὸν καλέσαντα· λάβετε τῆς εἰς τὸν ἀμπελῶνα εὐπορίας τὴν πίστιν ὁδηγὸν ἀπλανῆ· πίστις γὰρ τῆς ἐπὶ τὴν κολυμβήθραν ὁδοῦ χειραγωγὸς ἀγαθὸς, πίστις χειμαζομένης φύσεως ἄγκυρα, πίστις ἀνθρωπότητος λιμὴν γαληνὸς, πίστις τῶν ἀοράτων κάτοπτρον τηλαυγὲς, πίστις τῆς ὁμοουσίου Τριάδος διδάσκαλος ἀκριβὴς, πίστις λέγειν ἡμᾶς παρεσκεύασεν ἐκεῖνα τὰ σωτήρια ῥήματα· «Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα.» Πιστεύω, οὐκ ἐρευνῶ· πιστεύω, οὐ διώκω τὸ ἀκατάληπτον· πιστεύω, οὐ μετρῶ τὸ ἀμέτρητον.

Ἐὰν πιστεύσω, φωτίζομαι τὴν ψυχήν· ἐὰν περιεργάζωμαι, σκοτίζω μου τοὺς λογισμούς· ἐὰν πιστεύσω καλῶς, ἀνυψοῦμαι πρὸς οὐρανόν· ἐὰν ζητήσω περιέργως, καταφέρομαι πρὸς βυθόν. Πιστεύω εἰς ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα παντοκράτορα. Ἀρνοῦμαι τοὺς παρὰ τῶν Ἑλλήνων πεπλανημένους θεούς· πολυθεΐα γὰρ οὐρανὸν οὐκ οἰκεῖ. Ἕνα καὶ μόνον Θεὸν ἀνυμνῶ· μισῶ τὸν Ἀρειανισμόν· οὐ λέγω, Ἦν ποτε, ὅτε οὐκ ἦν Πατήρ· ἀλλὰ ἀεὶ Θεὸν τὸν Θεὸν, ἀεὶ Πατέρα τὸν αὐτὸν κηρύττω, οὕτως ὄντα Πατέρα, ὡς οἶδεν αὐτός.

Πιστεύω εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν ἐξ αὐτοῦ γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, ὡς αὐτὸς μόνος οἶδεν ὁ γεννηθείς· γεννηθέντα, οὐ ποιηθέντα· γεννηθέντα, οὐ κτισθέντα· γεννηθέντα, οὐ δημιουργηθέντα· ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα, οὐκ ἔξωθεν ἐπεισελθόντα ποθὲν, οὐχ ὑποβολιμαῖον, ἢ νόθον υἱὸν, ἀλλὰ γνήσιον ἀπαύγασμα τοῦ γνησίου Πατρὸς, ἀπαράλλακτον χαρακτῆρα ἀοράτου μορφῆς. Οἶδα τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ Πατρὸς ὡς Θεόν· οἶδα τὸν Χριστὸν υἱὸν τῆς δούλης αὐτοῦ καὶ μητρὸς, φαινόμενον ὡς ἄνθρωπον· οἶδα τὸν Χριστὸν ὁμοούσιον τοῖς ἀνθρώποις, ὡς ἄνθρωπον ἐξ ἀνθρώπου· οἶδα τὸν Χριστὸν ἀόρατον καὶ ὁρώμενον· οἶδα τὸν Χριστὸν ἀψηλάφητον, καὶ παρὰ τοῦ Θωμᾶ ψηλαφούμενον· οἶδα τὸν Χριστὸν χιλιάδας ῥήματι θρέψαντα, καὶ τοῖς κύμασιν ἐπιβαδίσαντα, καὶ τοῖς δαίμοσιν ἐπιτάξαντα, καὶ νεκροὺς ἀναστήσαντα, καὶ μυρία ποιήσαντα θαύματα τῇ δυνάμει τῆς οἰκείας θεότητος· οἶδα τὸν Χριστὸν πεινάσαντα, καὶ διψήσαντα, καὶ κοπιάσαντα, καὶ ἀγωνιάσαντα, καὶ ἱδρώσαντα τῇ φύσει τῆς ἀνθρωπότητος· οἶδα τὸν Χριστὸν ὡς Θεὸν ἀπαθῆ· οἶδα τὸν Χριστὸν ἀποθανόντα, καὶ σαρκὶ τὸ πάθος δεξάμενον· οἶδα τὸν Χριστὸν κατὰ τὸ δυνατὸν ὑπομείναντα τὴν τελευτήν· οἶδα τὸν Χριστὸν ἀναστήσαντα τοῦ σώματος αὐτοῦ τὸν ναόν.

Γνωρίζω τῶν δύο φύσεων αὐτοῦ τὸ διάφορον· οὐ μερίζω τὸν ἕνα Υἱὸν εἰς δύο υἱούς. Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ παρὰ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ τῆς Τριάδος συμπληρωτικόν· αὐτῷ θαῤῥῶ τὸν ἐμὸν ἁγιασμὸν, αὐτῷ θαῤῥῶ τὴν ἐκ τῶν νεκρῶν ἐξανάστασιν.

δʹ. Ταῦτα τῇ ψυχῇ καὶ τῇ γλώττῃ μελετᾶτε διαπαντός· ταῦτα τῷ φρονήματι καὶ τῷ στόματι βοᾶτε διηνεκῶς. Ἔχετε τὸν ἀποστολικὸν ὅρον τῆς πίστεως καὶ πολιτείας θεοφιλοῦς· ἄνευ γὰρ τῆς πίστεως τὰ ἔργα νεκρά. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ὁ πόρνος γενέσθω σώφρων, ὁ ἄδικος γενέσθω δίκαιος, ὁ ἅρπαξ εὐμετάδοτος, ὁ πλεονέκτης φιλόπτωχος, ὁ ἀπάνθρωπος καὶ φιλόχρυσος πρὸ τούτου, νῦν φανήτω φιλόχριστος, ὁ βλάσφημος ὑμνολόγος, ὁ τρέχων εἰς θέατρα, τρεχέτω λοιπὸν εἰς τὰς αὐλὰς τοῦ Θεοῦ, ὁ τοῖς δρόμοις τῶν ἵππων ἐπιμαινόμενος, σχολασάτω τοῖς ἀποστόλοις, ὧν ὁ δρόμος τοῖς μιμουμένοις σωτήριος. Ὡς μέλλοντες χρηματίζειν νύμφαι Χριστοῦ, οὕτω στολίσατε τὰς ὑμετέρας ψυχὰς καὶ τὰ σώματα. Ἔστω ὑμῶν τὰ βλέμματα τῆς κατὰ ψυχὴν γαλήνης ἐξεικονίσματα· ἔστωσαν αἱ ὄψεις τῆς ἔνδον εὐλαβείας χαρακτῆρες σαφεῖς· ἔστω ὑμῶν τὰ στόματα ψαλμῶν καὶ ὕμνων εὐωδίαν ἐκπέμποντα, κόσμια, σώφρονα, πρέποντα παρθένῳ μελλούσῃ νυμφεύεσθαι· ἔστωσαν αἱ ψυχαὶ καθαραὶ, λευκαὶ, ἵνα γνησίαν τῆς βασιλικῆς ἁλουργίδος τὴν βαφὴν ὑποδέξωνται.

Ἐπειδὰν δὲ καταλάβητε τὸν νυμφῶνα τοῦ Πνεύματος, ἐπειδὰν εἰσδράμητε τὴν παστάδα τῆς χάριτος, ἐπειδὰν πλησίον γένησθε τῆς φοβερᾶς ὁμοῦ καὶ ποθεινῆς κολυμβήθρας, ὡς αἰχμάλωτοι προσπέσατε τῷ βασιλεῖ· ῥίψατε πάντες ὁμοίως ἐπὶ γόνατα, καὶ τὰς χεῖρας ἀνατείναντες εἰς τὸν οὐρανὸν, ὅπου κάθηται βασιλικῶς ὁ πάντων ἡμῶν βασιλεὺς, καὶ τοὺς ὀφθαλμοὺς εὐθύναντες πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, τοιούτοις πρὸς τὸν φιλάνθρωπον χρήσασθε ῥήμασιν· Ἄνοιξον ἡμῖν τὸν ἀμπελῶνά σου, Κύριε, εἰ καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐφθάσαμεν· μὴ ὀργισθῇς ἡμῖν ὡς βραδύνασιν, Δέσποτα, μηδὲ κλείσῃς εἰς τὰς ἡμετέρας ὄψεις τῆς σῆς φιλανθρωπίας τὰς θύρας· κατέγνωμεν τῆς φθασάσης ἡμῶν ἀργίας, κατέγνωμεν τῆς προλαβούσης ἡμέρας τὴν ῥᾳθυμίαν, ἐβλάβημεν παρακούσαντες, ἐζημιώθημεν καθευδήσαντες, ἐναυαγήσαμεν τερπόμενοι, ἐγυμνώθημεν παίζοντες καὶ παιζόμενοι, ἀπωλόμεθα τοῖς ματαίοις ψυχαγωγούμενοι. Μόλις ἐγρηγορήσαμεν, μόλις ἐνήψαμεν, μόλις εὕρομεν τὸ συμφέρον, μόλις ἐφύγομεν τὸν πόλεμον· ἀπεταξάμεθα τῷ πονηρῷ παντελῶς, ἀπεταξάμεθα τοῖς ὀλεθρίοις κακοῖς καὶ τερπνοῖς συσχολάσαι· τῷ Σωτῆρι λοιπὸν συνταττόμεθα, τῷ μόνῳ Θεῷ. Δέξαι τὸ γραμμάτιον τῆς ὁμολογίας ἡμῶν, ἵνα φοβούμενοι τὸ πρόστιμον, ἐμμένωμεν οἷς καὶ συνεθέμεθα· δέξαι τὸ σύμβολον τῶν πρὸς σὲ συνθηκῶν, ἵνα τὸ σύμβολον αἰσχυνόμενοι, τὸν τρόπον ἡμῶν ἀπερίτρεπτον καθιδρύσωμεν.